§285Πέργαμον διὰ τὰ πρόσθεν ὀνείρατα·
以前の夢のためにペルガモンへの道について(検討し続けていた)。
ἐνταῦθα δὴ σαφῶς ἐδηλοῦτο ἐπισχεῖν.
そこにとどまるべきであることが、そこで明らかに示された。
τοῦτο μὲν γὰρ περὶ ἑσπέραν ποι κεκινῆσθαι καὶ μεταγιγνώσκειν καὶ φάσκειν ὅτι ἀδύνατον εἴη Ἀδριανοῦ θήρας κατατυχεῖν, τοῦτο δὲ ἐδόκουν ἀπὸ Ἀδριανοῦ θήρας τινὰ ἐλθεῖν, βιβλίον τι κομίζοντα τῶν Μενάνδρου, καὶ λέγειν ὅτι πηλός τε εἴη ἀμήχανος καὶ τέλμα καὶ ἀνύσαι ἀδύνατον.
というのも、一方では夕方頃、私がどこかへ出発しようとし、また気が変わって、ハドリアノウ・テライにたどり着くのは不可能であると言う夢、他方では、ハドリアノウ・テライからある者が来て、メナンドロスの書物の一冊を携え、泥沼が手に負えず、ぬかるみがあり、通り抜けるのは不可能だと言っている夢を私は見たからである。
πάλιν δὲ ὕειν τε ἔδοξα καὶ προσελθόντα μοι τινὰ λέγειν ὡς ἄρα τῶν ἀντιδίκων τις εἴη ἐν Ἀδριανοῦ θήρᾳ καὶ δέοι κατιέναι ὥστε τι πρᾶξαι.
また、雨が降る夢を見て、私に近づいてきた誰かが、相手の一人がハドリアノウ・テライにいて、何かに対処するために下っていかねばならない、と言う夢を再び見た。
καὶ τί, φάναι, πλέον τοῦ θεοῦ μένειν προειρηκότος;
すると私は「神がとどまるようにと前もって命じたのに、これ以上何の得があるというのか」と言った。
τοῦτο καὶ αὖθις ἔδοξα πρός τινας λέγειν καὶ τὸ πᾶν οὕτω λαμβάνειν, ὅτι ἐπειδὴ δυσχερέστερον εἶχον πρὸς τὴν μονὴν, ἔξοδον προὔδειξεν ὁ θεὸς, βουλόμενος μεταβαλεῖν μου τὴν γνώμην, ἵνα ἥδιον μένοιμι.
私はこのことを再び何人かに語り、全体として次のように解釈した。 すなわち、私が滞在に不満を抱いていたので、神は私に出口を示し、私の考えを変えさせ、もっと快く滞在できるようにされたのだ、と。
ἐνῆν δὲ καὶ ἀλουσίας σύμβολα.
そこには不入浴の兆候も含まれていた。
καὶ ἐπεγένετο ὑετὸς καὶ χειμὼν ἀμήχανος ἐξ ἑσπέρας.
そして夕方から雨と、どうしようもない嵐が生じた。
τῇ δʼ ὑστεραίᾳ ἀλουσία καὶ ἔμετος τροφῆς ἦν.
翌日には不入浴と食べ物の嘔吐があった。
καὶ ἐπειδὴ ἤμεσα, ἐγὼ μὲν οὕτως εἶχον ὥστε ἀγαπᾶν εἰ ἐξαρκέσαιμι εἰς τὴν ἐπιοῦσαν.
嘔吐した後、私は翌日まで持ちこたえられれば十分であるという状態であった。
τῇ δʼ ἐπιούσῃ ἀσιτία ἐπετάχθη, ἐπετάχθη δὲ οὕτως·
翌日には断食が命じられたが、それは次のように命じられた。
ἐδόκουν εἶναι ἐν Σμύρνῃ, πᾶσαν ἀπιστίαν ἀπιστῶν τοῖς φανεροῖς καὶ ὁρωμένοις, διὰ τὸ μὴ συνειδέναι ἐμαυτῷ ὁδοιπορήσαντι.
私はスミルナにいるように思われ、目に見えるもの、観察されるものに対してあらゆる不信を抱いていた。 自分が旅をした覚えがなかったからである。
παρατίθεσθαι δέ μοι σῦκα·
そして私の前にイチジクが置かれた。
ἔπειτα παρόντα Κόρον τὸν μάντιν δεῖξαι ὅτι ἐνείη φάρμακον τῶν ἐφημέρων·
そののち、その場にいた占い師のコロスが、それらには一日限りの毒薬が含まれていると示した。
ἐκ δὲ τούτου ὑποψίας τε μεστὸς γενέσθαι καὶ κατὰ σπουδὴν ἐμεῖν καὶ ἅμα ἐνθυμεῖσθαι, τί δὲ εἰ μὴ ἀκριβῶς ἐξεμέσαιμι;
このことから私は疑惑に満ち、急いで吐き出し、同時に「もし十分に吐き出せていなかったらどうしよう」と考えた。
ἔπειτα φάναι τινὰ ὅτι καὶ ἐν ἄλλῳ τῳ τῶν σύκων ἐνείη τοῦ φαρμάκου·
その後、ある人が他のイチジクの中にも毒が入っていると言った。
ἔτι οὖν μειζόνως ἀπορεῖν καὶ ἀσχάλλειν ὅτι οὐ θᾶττον ἤκουσα.
そこで私はさらに途方に暮れ、なぜもっと早くその話を聞かなかったのかと悔やんだ。
τούτων ὀφθέντων ὑπενόησα μὲν ἀσιτίαν δηλοῦσθαι, εἰ δὲ μὴ, ἀλλʼ ᾑρούμην γε.
これらの夢が現れたことから、私は断食が示されているのだと察し、そうでなくとも、自らそれを選び取った。
ἐδεόμην δὲ τοῦ θεοῦ σημῆναι σαφέστερον ὁπότερα λέγοι, ἀσιτίαν ἢ ἔμετον.
そして私は、断食と嘔吐のどちらを意味しているのか、もっと明確に示してくれるよう神に祈った。
ἐπικατέδαρθόν τε δὴ καὶ ἔδοξα εἶναι πρὸς τῷ ἱερῷ τῷ ἐν Περγάμῳ, καὶ ἤδη τε μέσην ἡμέραν ἐξήκειν, ἀσιτίας οὔσης μοι, καὶ Θεόδοτον ἐπελθεῖν μετὰ δή τινων φίλων, εἰσελθόντα δὲ §286παρακαθέζεσθαί μοι ἐπὶ τῆς κλίνης οὑτωσὶ κατακειμένῳ.
そして再びうとうとすると、私はペルガモンの神殿の前にいるように思われ、すでに正午が過ぎており、私は断食中であった。 そしてテオドトスが何人かの友人を連れてやってきて、中に入ってきて、私がこのように横たわっているベッドの傍らに腰掛けた。
φάναι οὖν πρὸς αὐτὸν ὅτι ἀσιτοίην·
そこで私は彼に、自分は断食しているのだと言った。
τὸν δὲ ἐνδείξασθαι ὅτι εἰδείη, καὶ εἰπεῖν ὅτι ἐγώ τοι ἀνέμενον μετὰ πάντα ταῦτα ἃ οὗτοι ποιοῦσι, φλεβοτομίᾳ χρῆσθαι·
すると彼はそれを知っていると示し、次のように言った。 「私は、これら彼らがやっているすべての後に、君が瀉血を行うのを待っていたのだ。
τὸ γὰρ ἄλγημα τοῦ νεφροῦ ἐστι καὶ ἡ ἀσιτία δὲ, ἔφη, νόθος τις ἔξοδός ἐστι τοῦ πυρὸς διὰ τοῦ στήθους διεξιοῦσα.
というのも、痛みは腎臓から来ており、この断食もまた、胸を通って出ていく、熱の偽りの出口なのだ」と彼は言った。
καὶ ἅμα ταῦτα αὐτοῦ λέγοντος ἐκ τοῦ πρόσθε δύο σπινθῆρες ὤφθησαν.
そして彼がこれを言っていると同時に、前方で2つの火花が見えた。
κἀγὼ ἔβλεψα πρὸς τὸν Θεόδοτον θαυμάσας, καὶ σύμβολον ἐποιησάμην τοῦ λόγου, καὶ ἠρόμην αὐτὸν ὅ τι εἴη ταῦτα.
私は驚いてテオドトスの方を見つめ、それを彼の言葉の兆候とし、これが何を意味するのか彼に尋ねた。
ὁ δὲ ἔφη ἀπὸ τοῦ πυρὸς τούτου, δείξας τί μοι παρακείμενον.
すると彼は、私の傍らに置いてある何かを指し示しながら、「この火から出たのだ」と言った。
ἀφυπνιζόμην τε δὴ καὶ εὗρον ἐκείνην τὴν ὥραν οὖσαν, ᾗπερ ἔδοξα τὸν Θεόδοτόν μοι διαλέγεσθαι, καὶ φίλοι παρῆσαν ἐντευξόμενοι.
そこで私は目を覚ますと、まさにテオドトスが私に語りかけていると思われたその時刻であり、また友人たちが見舞いに訪れていた。
ταῦτα δὴ ἐφάνθη τὰ ὀνείρατα, ἰατροῦ τε ἥκοντος καὶ παρεσκευασμένου βοηθεῖν ὅσα ἐπενόει.
これらの夢が現れたが、医師が到着し、彼が考えていたあらゆる治療を施す準備を整えていた。
ὡς δὲ ἤκουσε τῶν ὀνειράτων, αὐτός τε ὑπεχώρει νοῦν ἔχων τῷ θεῷ καὶ ἡμεῖς ἐγνωρίζομεν τὸν ἀληθινὸν καὶ προσήκοντα ἡμῖν ἰατρὸν, καὶ ἐποιοῦμεν ἃ ἐπέταξε.
しかし医師は夢について聞くと、分別のある者として神に治療を譲って自ら退き、私たちは彼こそが真の、そして自分たちに相応しい医師であることを認め、神が命じたことを行った。
νὺξ εὔφορος ἤδη παντελῶς καὶ πάντα ἀνώδυνα.
夜はすっかり快適になり、痛みはすべて消え去った。
ὕστερον δὲ στέαρ τε χήνειον ἔδωκεν, ἐπὶ τῷ νεωκόρου Ἀσκληπιακοῦ σχήματι, καὶ ἐπερέσθαι τὸν θεὸν, ᾧ τὴν ἀγορὰν ἐν τῷ Μυσίῳ πεδίῳ ποιοῦσιν·
その後、神は、アスクレピオス神殿の神殿守の姿をして、ガチョウの脂を与え、そしてミューシア平原で市が開かれる神に尋ねるようにと言った。
εἴσεσθαι γὰρ παρʼ ἐκείνου περὶ ὧν ἂν δέωμαι.
なぜなら、自分が必要とする事柄についてその神から知ることになるからである。
καὶ ὁ θεὸς ἀνεῖλε μηδὲν ἔσεσθαι δυσχερές.
そして神は、困難なことは何一つ起こらないという神託を与えた。
τὸ μὲν οὖν τῶν ἀλουσιῶν τί τις ἂν λέγοι;
さて、不入浴のことについて、誰が何を語り得ようか。
ἤδη γὰρ καὶ πέντε ἐτῶν συνεχῶς ἐγένοντό μοι καὶ προσέτι μηνῶν, ὅσα γε μὴ χειμῶνος ὥρᾳ θαλάττῃ ἢ ποταμοῖς ἢ φρέασιν ἐκέλευσε χρήσασθαι.
というのも、すでに5年間連続して、さらに数ヶ月、冬の季節に海や川や井戸を使うようにと神が命じなかった限り、私にはそれが続いていたからである。
ὡς δʼ αὕτως καὶ τὸ τῆς καθάρσεως τῆς ἄνω σχεδὸν εἰς δύο ἔτη συνέβη καὶ δύο μῆνας ἑξῆς, ὁμοῦ καὶ κλύσμασι καὶ φλεβοτομίαις, ὅσας οὐδείς πω ἠρίθμησε, καὶ ταῦτα ἐν ἀκαρεῖ τροφῆς καὶ ταύτης ἀναγκαστῆς.
同様に、上の浄化についても、連続してほぼ2年間と2ヶ月にわたって起こり、それと同時に、誰もこれまで数えたことのないほどの浣腸と瀉血を伴い、しかもそれは極めてわずかな、それも無理に摂る食事の間に行われた。
ἀλλὰ τάς γε ἀσιτίας αὐτὰς ἁπάσας καὶ τὰς ἔτι τούτων πρότερον καὶ μετὰ τοῦτο γενομένας ἡμῖν ἐν τῷ χειμῶνι τούτῳ σχεδὸν διημερεύσαμεν περὶ λόγους, γράφοντές τε καὶ λέγοντες καὶ τὰ γεγραμμένα ἐξετάζοντες·
しかし、これらすべての断食、およびこの冬にそれ以前やその後に生じた断食の最中、私たちはほぼ一日中言論に勤しみ、書き、語り、書かれたものを検討した。
καὶ παρετείναμεν οὐκ ἔλαττον ἢ εἰς μέσας νύκτας τὰ πλείω·
そして大抵は真夜中までそれを長引かせた。
ἔπειτα ἐφʼ
そののち、ベッドで...