Humanitext Reader

アイリオス・アリステイデス · 聖なる話 1 §281-282

皇帝と敵王の和解の夢と新たな治療指示

5 / 9 箇所 · ギリシア語

要旨

アリステイデスは、ローマ皇帝と敵国の王が和解し自らの演説を聴こうとする夢や、彼らに本の選定を委ねる出来事を語る。さらに、不入浴や禁食、詩人メトロドロスとの対話など、医療的指示に関連する一連の夢を詳細に記録する。

§281πρὸς τὸν αὐτοκράτορα, ἐπεπόμφειν δὲ ὡς τὸν ἐν τῇ Συρίᾳ τότε αὐτοκράτορα, καὶ συνέβη καλῶς.
……皇帝に対する(拝謁)であった。 他方、私は当時シリアにいた皇帝のもとへ(書状を)送っていたが、それは首尾よく行った。
ἑβδόμῃ ἔν τινι ἀποδυτηρίῳ βαλανείου Χαρίδημον ἰδεῖν τὸν ῥήτορα τὸν ἐκ Φοινίκης φαιδρόν τε καὶ ἄρτι λελουμένον, καὶ φάναι δὴ πρὸς αὐτὸν ἅμα τῇ προσρήσει οὑτωσὶ, ὅτι πρῳαίτερον λούσαιτο·
7日には、ある浴場の脱衣室で、フェニキア出身の弁論家カリデモスが晴れやかで、いままさに風呂から上がったところであるのを見るように思われ、挨拶とともに彼に対して、ずいぶん早い時間に入浴したのだね、とこのように言うように思われた。
καὶ αὐτὸς ἅμα ἀποδύεσθαι, ἐλουσάμην.
そして、自分自身も衣服を脱ぎつつ、入浴した。
καὶ πάλιν τῇ δεκάτῃ τοῦ μηνὸς ἐδόκει μοι Ἀντωνῖνος ὁ Πυθοδώρου διαλέγεσθαι περὶ Νυμφῶν ἐπαίνων·
また、月の10日には、ピュトドロスの息子アントニノスがニンフたちの賛辞について議論しているように私には思われた。
εἰπεῖν οὖν καὶ αὐτὸς ὅτι οὐκ εἶεν θεαὶ χαριέστεραι, πάντως δὲ εἶναι καὶ τῷ ἐπιεικεῖ ἀπολαύειν αὐτῶν, εἰ καὶ μὴ πολλὰ λουμένῳ, τά γε μέτρια.
そこで私自身も、これ以上に優美な女神たちはいないこと、そして控えめな人にとっても、たとえ何度も入浴しないにしても、少なくとも適度には彼女たちの恩恵にあずかることができるのだ、と言った。
ταῦτά τε δὴ καὶ ὑγιείας ἐδόκουν τι λέγειν ἐγκώμιον.
このようにして、私は健康の賛辞をも何か語っているように思われた。
δωδεκάτῃ ἐδόκουν Ἀντωνῖνον τὸν αὐτοκράτορα τὸν πρεσβύτερον καὶ τὸν τῶν πολεμίων βασιλέα σπονδὰς καὶ φιλίαν πεποιῆσθαι πρὸς ἀλλήλους·
12日には、先代の皇帝アントニヌスと敵国の王が、互いに講和と友好を結んだように思われた。
προσιόντων δὲ τῶν περὶ τὸν Βολόγεσον φωνὴν εἶναι οὐκ ὀλίγην, καὶ δοκεῖν αὐτοὺς ἑλληνίζειν.
ボロゲセスの一行が近づいてくると、少なからぬ歓声が上がり、彼らはギリシア語を話しているように思われた。
ἔπειτα ἀφικέσθαι παρʼ ἐμὲ ἀμφοτέρους μετὰ τοῦ σχήματος τοῦ βασιλικοῦ, καὶ εἶναι τόν τε Ἀντωνῖνον ἐπιεικῶς ἐν ἀκμῇ κἀκεῖνον βλοσυρόν τι ἰδεῖν·
その後、両者が王者の威儀を帯びて私のところへやって来て、アントニヌスはかなりの全盛期にあるように見え、他方(敵国の王)はいくぶん厳しい表情に見えた。
καθέζεσθαι δέ μου αὐτὸν οὐκ ἀπὸ πολλοῦ, ἑτέρωθεν δὲ ἐν θρόνῳ τὸν Ἀντωνῖνον.
そして、彼(敵国の王)は私のすぐ近くに座り、アントニヌスは反対側の王座に座った。
ἐδόκει δέ μοι καὶ ἰατρικῶν τινῶν ἐμπείρως ἔχειν ὁ Μῆδος, δεξιούμενος δέ με εἰπεῖν, πότε ἡμῖν ἀναγιγνώσκεις;
そしてそのメディア人は医術の知識もあるように私には思われ、私を歓迎して言った。 「いつ私たちのために(作品を)朗読してくれるのかね?
κἀγὼ ἡσθῆναί τε τῷ ῥήματι καὶ φάναι, ὅταν ὑμεῖς κελεύητε.
」そこで私はその言葉を喜び、「あなた方がお命じになるときにいつでも」と言った。
καὶ οἱ μὲν παρεσκευάζοντο πρὸς τὴν ἀκρόασιν, ἐγὼ δὲ ἀπῄειν ἐκλέξων τῶν βιβλίων.
そして彼らは聴講の準備をし、私は本を選び出すために立ち去った。
καί μοι ἔδοξε πρόλογόν τινα ὡς ἐν βραχεῖ συνθεῖναι εἰς αὐτοὺς, καὶ εἶχεν οὕτω πως— ἐδόκουν δὲ καὶ πάνυ τοῦ συντεθέντος ἅπαντος μνημονεύειν—ἃ δʼ οὖν διεσωσάμην· ἤδη μέν τις καὶ ἄλλος χρηστοῦ τινος αὐτῷ συμβάντος καὶ βουλόμενος ἐνδείξασθαι τὴν ἡδονὴν εἶπεν ὡς ἄρα εἴη πλεῖν ἢ διπλάσιος γεγονὼς, ἄλλος δέ τις ὡς ἐν μακάρων νήσοις εἶναι δοκοίη, ἐγὼ δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆς παρούσης ἡμέρας τε καὶ τύχης διάκειμαι·
そして、彼らのために簡潔な序論のようなものを創作しようと私には思われ、それは次のようなものであった――私は創作したもののすべてを非常によく覚えているように思われたが、とにかく書き留めておいたものは以下である――「かつて、何か良いことが身に起こり、その喜びを示そうとした他のある者は、自分がふだんの倍以上の大きさになったかのようだと語り、また別の者は、自分が祝福された者の島々にいるかのように思われると語ったが、私自身もまた、この現在の日と運命によってそのように感じている。
καὶ ἅμα ἐσκοπούμην εἰ κοινοῦν χρὴ τὸν §282λόγον, ἢ πλέον τῷ παρʼ ἡμῖν βασιλεῖ νέμειν, ἔπειτα οὕτως ἐφέπεσθαι τὰ πρὸς τὸν ἕτερον.
」そして同時に、私はこの言論を共有すべきか、それとも私たちの皇帝により多くを割り当てて、その後に他方(の王)に対する事柄を続けるべきかを検討していた。
εἶπον δὲ οὕτω πως.
そして私は次のように言った。
ὥστʼ, ἔφην, εἰ μὴ γεγυμνασμένος ἦν ἐν θείαις ὄψεσιν, οὐκ ἄν μοι δοκῶ ῥᾳδίως οὐδὲ πρὸς αὐτὴν τὴν πρόσοψιν ἀντισχεῖν, οὕτω μοι δοκεῖ θαυμαστή τις εἶναι καὶ κρείττων ἢ κατʼ ἄνθρωπον.
「それゆえ、もし私が神的な幻影に慣れていなかったならば、その姿を見るだけでも容易には耐えられなかっただろうと思われるほど、その光景は驚くべきものであり、人間を超越したもののように私には思われます」と私は言った。
ἔλεγον δὲ θείας ὄψεις, μάλιστα δὴ ἐνδεικνύμενος τὸν Ἀσκληπιὸν καὶ τὸν Σάραπιν.
私は神的な幻影と言ったが、それは特にアスクレピオスとサラピスを指していたのである。
ταυτὶ μὲν τοιαῦτα.
これらは以上の通りである。
τῶν δὲ βιβλίων τέως μὲν ἐκλέγειν ἠξίουν, ἔπειτα ἔδοξέ μοι τὸ κιβώτιον κομίζειν, καὶ ἐπʼ αὐτοῖς ποιήσασθαι ἀνελέσθαι ὅ τι ἂν βούλωνται·
本の選定については、しばらくは自分で選ぼうとしていたが、その後、書箱を運んできて、彼らの目の前で、彼らが望むものを何でも選べるようにさせようと思われた。
τοῦτο γὰρ καὶ ἄλλως χάριν τινὰ ἔχειν καὶ ἅμα οὕτω μάλιστα αὐτοὺς ἐκπλῆξαι.
なぜなら、これはそれ自体としても一種の魅力があり、同時に、このようにすることで彼らを最も驚嘆させることができるからである。
ταῦτα καὶ ὕστερον ὡς ὀνείρατα φανθέντα πρὸς Πέλοπα κατὰ ῥῆμα ἐδόκουν διηγεῖσθαι.
のちに、これらの夢として現れたことをペロプスに対して言葉通りに語るように思われた。
ὕστερον δὲ ἔδοξα λελουμένῳ μοι προσφέρεσθαι, τοτὲ μὲν ὡς ὕδωρ ψυχρὸν, τοτὲ δὲ ὡς γάλα·
その後、入浴した私に、ある時は冷たい水、ある時は牛乳が差し出されるように思われた。
ἀμφιγνοεῖν οὖν καὶ λέγειν δὴ πρὸς Ζώσιμον ὅτι οὔτε διψῴην οὔτε πεινῴην.
そこで私は疑念を抱き、ゾシモスに、自分は喉も渇いておらず、お腹も空いていないと言った。
τί οὖν ἄν τις ἐσθίοι;
「それなら、なぜ人が食べる必要があるだろうか?
καὶ μετὰ τοῦτο ἐκυροῦτο ἡ ἀσιτία καὶ ὁ ἱερεὺς ἐδόκει μου τὰ χείλη ἐκμυζεῖν.
」そしてこの後、禁食が確定し、神官が私の唇を吸い取るように思われた。
αὕτη μὲν ἀσιτίας, ἡ δὲ ἐπιοῦσα ἀλουσίας, ἡ δὲ ἀπʼ ἐκείνης ἀλουσίας, καὶ ἐμέτου.
この日は禁食の日であり、翌日は不入浴の日、さらにその翌日も不入浴と嘔吐の日であった。
πέμπτῃ ἐπὶ δέκα ἐδόκουν τὸν ἡγεμόνα ἐπιστέλλοντά μοι τὴν πρόρρησιν οὕτω ποιήσασθαι·
15日には、総督が私に書簡を送り、その宛て名を「神官アリステイデスへ、挨拶を送る」とするように思われた。
Ἀριστείδῃ τῷ ἱερεῖ χαίρειν·
そしてこの日も不入浴の日であった。
καὶ ἦν ἀλουσίας καὶ αὕτη.
翌日には、数樽の水を浴びる必要があり、その後は不入浴であった。
τῇ δὲ ἐπιούσῃ κάδους τινὰς ἔδει καταχέασθαι· ἔπειτα ἀλουσία.
18日には、詩人メトロドロスがスミュルナで詩人の競技会に出場するように思われたが、その競技会は実際にほぼその日に行われていた。
ὀγδόῃ ἐπὶ δέκα ἐδόκει μοι Μητρόδωρος ὁ ποιητὴς ἀγωνίζεσθαι ἐν Σμύρνῃ τὸν τῶν ποιητῶν ἀγῶνα, ὅσπερ καὶ ἦν σχεδὸν κατʼ αὐτὴν τὴν ἡμέραν· πρὶν δʼ εἰσιέναι, λαλεῖν μοι περί τινων καὶ ἅμα ἐσθίειν φύλλα πράσων καὶ ὠὸν μετʼ ἄρτου, καὶ μέρος τι τοῦ ὠοῦ ἐγκαταλιπεῖν.
入場する前に、彼は私といくつかのことについて話し、同時にリーキ(ニラネギ)の葉とパンを添えた卵を食べ、卵の一部を残した。
κἀγὼ μέντοι πρὸς αὐτὸν εἰπεῖν ἐπισχὼν ὀλίγα, ὅπως καὶ ἀγωνίσῃ.
そこで私は彼に対して、少し間を置いて、「あなたも出場できるように」と言った。
ἐγένετο δὲ ὁ λόγος καὶ περὶ τοῦ ἱεροῦ τοῦ ἐν Περγάμῳ καὶ τοῦ φρέατος, οἷον μέν τι εἴη αὐτὸν προσελθόντα πιεῖν, οἷον δὲ ἕτερον πίνοντα ἰδεῖν, οἷον δὲ αὐτὸ ἰδεῖν.
そしてペルガモンの神殿と井戸についても話が及び、自ら進み寄って飲むことがどのようなものであるか、他人が飲むのを見ることがどのようなものであるか、また井戸自体を見ることがどのようなものであるか、という話になった。
ταῦτά τε οὕτως ἐδόκουν διαλέγεσθαι καὶ τυγχάνειν ἀκηκοὼς ὡς εἰ γενοίμην ἐν χερσὶ τοῦ θεοῦ, ἐλπίδες εἶεν.
私はこのように語り合うように思われ、また、もし自分が神の手の中に入るならば望みがある、という言葉をたまたま聞いていたように思われた。
καί πως ἅμα τούτοις ἑστάναι μὲν ὡς οἴκοι ἐν τῷ προθύρῳ, ναρκῶντος
そしてどういうわけか、これらのことと同時に、自宅の玄関に立っているように思われ、体が麻痺し……

語釈・文法注

  1. 281πρὸς τὸν αὐτοκράτορα — 直前チャンクの最末尾にある女性名詞 ἡ πρόσοδος(拝謁、進み出で、あるいは行進)を受ける前置詞句。文脈上、「皇帝への(拝謁)」を補って理解する。
  2. 281ὅτι πρῳαίτερον λούσαιτο — 間接話法の ὅτι 節において、主節の動詞(過去の伝聞や夢を表す ἐδόκει や φάναι)に呼応して、直接話法の過去直説法(あるいは完了)が斜格希求法 λούσαιτο に変化したもの。
  3. 281ἐδόκουν δὲ καὶ πάνυ τοῦ συντεθέντος ἅπαντος μνημονεύειν—ἃ δʼ οὖν διεσωσάμην· — 関係代名詞節 ἃ δʼ οὖν διεσωσάμην は、直前の挿入句 ἐδόκουν δὲ ... μνημονεύειν(すべてを覚えているように思われたが)の後に続き、小辞 δʼ οὖν(とにかく、ともかく)の働きによって、本来の叙述内容を「実際に記憶(記録)に留め得たもの」へと制限・確定している。
  4. 282εἰ μὴ γεγυμνασμένος ἦν ... οὐκ ἄν μοι δοκῶ ... ἀντισχεῖν — 過去の反実仮想条件文。条件節(εἰ μὴ ... ἦν)に対し、帰結節は本来 οὐκ ἂν ἀντέσχον(耐えられなかっただろう)となるべきところが、思考・判断を示す主動詞 δοκῶ(私は思われる)に従属した結果、 ἄν +不定過去不定詞(ἀντισχεῖν)の形をとっている。

この箇所を引用する

アイリオス・アリステイデス, 聖なる話 1 §281-282. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:281-282

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。