Humanitext Reader

阿里斯·台德斯 · 士麦那挽歌 §262-263

哀悼士麦那超越过往一切灾难的毁灭

第 2 段,共 2 段 · 希腊语

内容简介

作者将士麦那的毁灭哀悼为超越历史上所有重大灾难的无双悲剧,并引用神话式的哀悼,宣称该城的光荣与悲痛已传遍极远之地。

§262πάντων τὴν καλλίχορον καὶ πολυύμνητον καὶ τριπόθητον ἀνθρώποις ἀρκέσουσιν ἀνοιμῶξαι πόλιν;
难道所有[合奏与合唱]都足以哀悼这座拥有优美舞蹈、饱受颂扬、被人们深切渴求的城市吗?
ὦ πτῶμα τῆς Ἀσίας, ὦ λοιπαὶ πόλεις, ὦ πᾶσα μὲν γῆ, πᾶσα δὲ εἴσω Γαδείρων τε καὶ ἔξω Γαδείρων θάλαττα, ὦ κύκλος ἀστέρων, ὦ πάντα ἐφορῶν ἥλιε, οἷον ἠνέσχου θέαμα ὁρῶν.
哦,亚洲的倾覆! 哦,残留的城市! 哦,所有的陆地,以及加德伊拉内外的所有海洋! 哦,星辰的轨道,哦,俯视一切的太阳,你竟然忍心目睹这样的景象!
ὦ παιδιὰ μὲν Ἰλίου πόρθησις, παιδιὰ δὲ Ἀθηναίων ἐν Σικελίᾳ συμφοραὶ καὶ κατασκαφαὶ Θηβῶν, καὶ στρατευμάτων ὄλεθροι καὶ πόλεων δύσεις, καὶ πάνθʼ ὅσα πῦρ καὶ πόλεμοι καὶ σεισμοὶ μέχρι τοῦδε ἀπειργάσαντο.
哦,伊利翁的掠夺不过是儿戏,雅典人在西西里的灾难、底比斯的毁灭、军队的覆灭、城市的陷落,以及火灾、战争和地震迄今所造成的一切,全都是儿戏!
ὦ πρότερον μὲν κάλλει καὶ μούσαις ἁπάσας πόλεις ἀποκρύπτουσα, νῦν δʼ ἀποκρύψασα τὸ τῆς Ῥόδου πτῶμα.
哦,你曾因美与缪斯而使所有城市相形失色,如今却使罗得岛的覆灭相形失色!
ἔμελλες ἄρα τοῖς Ἕλλησιν ᾁδεσθαι δευτέρων σχετλιωτέρων.
你注定要被希腊人歌颂为第二场更惨痛的灾难。
ὦ πᾶσι τοῖς ὁμοφύλοις ἐναγισμάτων ἡμέρα.
哦,所有同胞献祭死者的日子!
ὦ κοινὴ τοῖς Ἕλλησιν ἀποφρὰς, οἵαν κεφαλὴν τοῦ γένους ἀπήνεγκας.
哦,希腊人共同的凶日,你夺走了族群中怎样尊贵的头颅!
οἷον ἐξεῖλες ὀφθαλμόν.
你挖出了怎样的眼睛!
ὦ γῆς ἄγαλμα, ὦ θέατρον τῆς Ἑλλάδος, ὦ Νυμφῶν καὶ Χαρίτων ὕφασμα.
哦,大地的饰物,哦,希腊的剧场,哦,宁芙与美惠三女神的织物!
ὦ πάντα ὑπομείνας ἐγὼ, ποῦ γῆς νυνὶ μονῳδῶ;
哦,历尽一切的我,如今在这大地的何处独唱哀歌?
ποῦ μοι τὸ βουλευτήριον;
我的议事堂在哪里?
ποῦ νέων καὶ πρεσβυτέρων σύνοδοι καὶ θόρυβοι διδόντων ἅπαντα;
年轻力壮者与长者的集会,以及那些慷慨施予者的喧嚣在哪里?
ἦν ποτε ἐν τῷ Σιπύλῳ πόλις, ἣν κατὰ τῆς λίμνης δῦναι λόγος.
昔日西皮洛斯曾有一座城市,传说它沉入了湖底。
ὦ Σμύρνα, ὡς πόρρωθέν σοι τὸ προοίμιον ᾔδετο.
哦,士麦那,对你的序曲竟是从如此遥远的地方唱起的!
οἵας ἐκληρονόμησας τύχης, ὡς ἥκιστα σαυτῇ προσηκούσης.
你继承了怎样的命运,这命运与你竟是如此不相称!
νῦν ἔδει μὲν πάντας οἰωνοὺς εἰς πῦρ ἐνάλλεσθαι, παρέχει δʼ ἡ πόλις ἄφθονον· πᾶσαν δὲ τὴν ἤπειρον ἀποκείρασθαι, πάντως αὐτῆς ὁ βόστρυχος οἴχεται· νῦν ποταμοὺς δάκρυσι ῥυῆναι, νῦν ὁλκάδας ἐκπλεῦσαι μέλασι τοῖς ἱστίοις.
现在,所有的鸟类都应当跃入火中,而这座城市提供了丰盛的源泉;整个大陆都应当剃去头发,因为它的卷发无疑已经消失了;现在,河流应当流淌泪水,现在,商船应当扬起黑帆启航。
ὦ Μέλης διʼ ἐρήμου ῥέων.
哦,流经荒原的美勒斯河!
ὦ τῶν προτέρων μελῶν τὰ παρόντα ἀντίφθογγα.
哦,对先前旋律的如今的哀悼与反弹!
ὦ κύκνων ᾠδὴ καὶ ἀηδόνων χορὸς ἐνθρηνεῖν.
哦,天鹅的歌唱与夜莺的合唱共同哀悼!
ἦ που καὶ Γοργόνες εἰ περιῆσαν, οὐκ ἂν τὴν Μέδουσαν, οὐδὲ τὸν αὑτῶν ὀφθαλμὸν, ἀλλὰ τὸν τῆς Ἀσίας ἐπένθησαν.
若是戈耳工们还在世,她们哀悼的绝非美杜莎,也非自己的眼睛,而是亚洲的眼睛。
ποῖον Βόσπορον, ἢ ποίους καταρράκτας, ἢ τίνα Ταρτησσὸν τὸ σὸν, ὦ δαιμονία, κλέος οὐκ ἐπῆλθε;
哦,神圣的城市,什么样的博斯普鲁斯,或什么样的瀑布,或什么样的塔特索斯,你的名声未曾传及?
ποίᾳ Μασσαλίᾳ τὸ πένθος §263τοῦτο ὁρισθήσεται;
这哀悼将在什么样的马萨利亚止步?
ἢ τίνι Βορυσθένει;
或者在什么样的博里斯泰涅斯?
τίς Ἑλλήνων οὕτως ἔξω τῆς Ἑλλάδος; τίς βαρβάρων οὕτως ἀδάμαστος καὶ ἀνάλωτος τοῖς τῆς Σμύρνης βέλεσι καὶ φίλτροις, ὅστις οὐκ ἀκοῇ μὲν ἤρα, ἀκοῇ δὲ ἀνιάσεται.
希腊人中谁能如此外在于希腊,蛮族中谁能如此强悍而不为士麦那的箭矢和媚药所征服,以至于不因传闻而爱慕她,不因传闻而悲伤?
Ἡλιάδας μὲν δὴ λέγεται πενθούσας τὸν ἀδελφὸν τελευτώσας αἰγείρων ἀλλάξασθαι φύσιν καὶ τὸ δάκρυον αὐτῶν εἰς ἤλεκτρον παγῆναι· σὲ δὲ, ὦ χαριεστάτη πόλεων, αὐτοῖς ὥρα τοῖς δένδρεσι θρηνεῖν.
传说赫利亚得斯姊妹在哀悼兄弟时,最终化为了白杨树,她们的泪水凝结成了琥珀;而对于你,这城市中最优雅的一座,现在该是树木自身也为你哀哭的时候了。

词汇与语法注释

  1. §262πάντων — 紧接前一分段末尾 `ποῖαι συναυλίαι καὶ συνῳδίαι χορῶν`(合唱的何种合奏与合唱)的属格。此处修饰主语,意为“所有这些[合奏或合唱]”。虽然也可以理解为修饰 `ἀνθρώποις`(“对所有人来说”),但为了突出前文音乐性排比的连续性,本文采用前一种解释。
  2. §262δευτέρων σχετλιωτέρων — 虽然可以理解为与比较级 `σχετλιωτέρων` 连用的比较属格(“比第二种、更惨痛的灾难……”),但此处更适合理解为与被动语态不定式 `ᾄδεσθαι` 连用的内容或原因属格,意为“作为第二场更惨痛的灾难而被歌颂”。
  3. §262αὐτοῖς ... τοῖς δένδρεσι — 带有强意代词 `αὐτός`(“树木自身”)的与格。它在无人称表达 `ὥρα (ἐστί)`(“是……的时候”)和不定式 `θρηνεῖν`(哀悼)中充当关系与格或施事与格,意为“该是树木自身也为你哀哭的时候了”。

引用这一段

阿里斯·台德斯, 士麦那挽歌 §262-263. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg020.humanitext-grc2:262-263

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。