Humanitext Reader

阿里斯·台德斯 · 士麦那挽歌 §260-261

哀悼士麦那的毁灭与追忆往昔的壮美

第 1 段,共 2 段 · 希腊语

内容简介

演说者表达了对因地震而倾覆的士麦那的深切哀痛,同时回忆了这座城市往昔无与伦比的美丽,以及无论从哪个角度看都堪称完美的壮丽结构。

§260ὦ Ζεῦ, τί χρήσωμαι;
哦,宙斯啊,我该怎么办?
πότερον σιωπῶ Σμύρνης κειμένης;
当士麦那倾覆之时,我该保持沉默吗?
τίνος μεταλαβὼν ἀδάμαντος φύσιν;
我要分享怎样金刚石的本性才能做到?
ἢ τίνα ταύτην καρτερίαν καρτερῶν;
或者我该忍受怎样这般的坚忍?
ἀλλʼ ὀδύρωμαι;
或者我该哀悼吗?
ποίαν ἁρμονίαν ἁρμοσάμενος, ἢ τίνα τόλμαν τοσαύτην λαβών;
我该协调于怎样的和谐,或者抱有怎样如此巨大的胆识?
ὅσαι γὰρ Ἑλλήνων καὶ βαρβάρων φωναὶ, τῶν τε ὑπὲρ γῆς ἔτι καὶ τῶν ἐκ τοῦ παντὸς αἰῶνος γενομένων, εἰς ταυτὸν ἅπασαι λόγῳ συνελθοῦσαι ἐλάττους τοῦδε τοῦ πράγματος ἐγχειρῆσαι μόνον, μὴ ὅτι τὴν ἀξίαν σῶσαι.
因为希腊人和蛮族的所有的声音,无论是如今仍在大地之上的,还是历代以来曾有过的,如果它们在言辞中全部汇聚到一处,仅仅是着手触及这件事情都嫌不足,更不用说去维护它应有的尊严了。
ὦ μήκιστα μηκίστων ἰδὼν καὶ ἀκούσας ἐγώ.
哦,目睹并耳闻了这最最悲惨之事的我啊!
ὦ πάντα φέρων χρόνος, οἵαν ἰδέαν πόλεως ἐξευρὼν καὶ τεχνησάμενος, εἶτα ἀναλώσας ἔχεις.
哦,带来一切的时间啊,你发现并塑造了怎样一座城市的形态,随后却又将其毁灭殆尽!
ὦ πάντα ἀνόμοια τοῖς πρότερον.
哦,一切都与先前完全不同了。
τὰ μὲν ἀρχαῖα Κουρήτων χοροὶ καὶ τροφαὶ καὶ γενέσεις θεῶν καὶ Πέλοπες διαβαίνοντες ἐνθένδε, καὶ Πελοπόννησος ἀποικία, καὶ Θησεὺς οἰκιστὴς τῶν ὑπὸ τὸν Σίπυλον τόπων, καὶ Ὁμήρου γοναὶ, καὶ ἀγῶνες καὶ τρόπαια καὶ νῖκαι παρὰ τοῖς ἄρχουσι καὶ διὰ πάντων ἐθνῶν, καὶ λογίων περιηγήσεις, ἀναγραφόντων καλλίστην τῶν ἁπασῶν.
古老的事物固然是库雷特斯的舞蹈、抚育与诸神的诞生,从这里渡海过去的佩洛普斯们,以及作为殖民地的伯罗奔尼撒,还有建立西皮洛斯山下各处的忒修斯,以及荷马的诞生,还有在统治者之下、在各民族中进行的竞赛、纪念碑和胜利,以及学者们的地志,他们将其记录为所有城市中最美的一座。
καὶ μὴν τά γε ὁρώμενα κρείττω διηγήσεως.
然而,眼前的景象确实非言语所能尽述。
προσιόντι μὲν §261εὐθὺς ἀστραπὴ κάλλους καὶ μεγεθῶν ἀριθμοὶ, καὶ μέτρα καὶ στάσεις ὥσπερ ἁρμονίας μιᾶς·
对于走近的人来说,迎面而来的便是美的大放异彩,以及无数巨大的建筑,还有仿佛单一和谐之中的均整与布局。
πόδες μὲν ἐπʼ ἠιόνων καὶ λιμένων καὶ ἀλσῶν ἐρειδόμενοι, μεσότης δὲ ἴσον τοῦ πεδίου τε ὑπεραίρουσα καὶ τῶν ἄνωθεν ἀπολείπουσα, ἐσχατιὰ δὲ μεσημβρινὴ κατὰ μικρὸν ὑψουμένη, διʼ ὁμοίου τοῦ παντὸς λάθρα λήγουσα εἰς ἀκρόπολιν, σκοπιὰν τῆς τε θαλάττης καὶ τῆς πόλεως ἔχουσαν.
一端立于海岸、港口和神圣树林之上,中部均等地高出平原,同时又与上方之物拉开距离,南部边缘则逐渐升高,通过浑然一体的整体,隐秘地终结于雅典卫城,它拥有俯瞰大海和城市的观景台。
τὸ δὲ οὔτε λόγῳ ῥητὸν οὔτε ὄψει βεβαίως καταληπτὸν, ἀλλʼ ἐκφεῦγον οὐκ οἶδʼ ὅπως, ἐπιθυμίαν δὲ τοῦ συλλαβεῖν αὐτὸ παριστὰν ἀεὶ δή ποτε τὸ ὑπὲρ πάσης τῆς πόλεως ἑστηκὸς γάνος· οὐ διαφθεῖρον τὰς ὄψεις, ὡς ἔφη Σαπφὼ, ἀλλʼ αὖξον καὶ τρέφον καὶ ἄρδον ἅμα εὐθυμίᾳ· ὑακινθίνῳ μὲν ἄνθει οὐδαμῶς ὅμοιον, ἀλλʼ οἷον οὐδὲν πώποτε γῆ καὶ ἥλιος ἀνθρώποις ἔφηναν.
而那既无法用言语表达,也无法用视觉确切捕捉,却又不知怎地逃逸开来,但总是激发起想要将其攥紧的渴望的,是耸立在整座城市之上的光辉;它并不损伤视力,正如萨福所说,而是同时用愉悦来增强、滋养和润泽它;它绝不类同于风信子花,而是如同土地和太阳从未向人类展示过的奇景。
ὥσπερ δὲ ἄγαλμα ἀκριβῶς πεποικιλμένον πάντη περιιόντι θέαν ἔχει, οὕτω σοι τῇ πρότερον μὲν ὡραιοτάτῃ πόλεων, νυνὶ δʼ ἀωρίαν, περιῆν ἀφʼ ὅτου τις ἀεὶ θεωροίη.
正如一座雕琢精细的雕像,让环绕它走动的人大饱眼福一般,对于你——这曾经最美丽的城市,如今却遭遇不测(夭折)的你,无论人们从何处观察,美总是充盈满溢。
νῦν δὴ τὸ κάλλιστον εἶδος παρέσται δοκεῖν, τοῦτο μὲν ἐξαίφνης ἐκφανὴς ἐγγιγνομένη, τοῦτο δὲ ἀπαντικρὺ γιγνομένῳ, τοῦτο δʼ ἐκ προαστείων, ἐκ πορθμῶν, ἐκ πελάγους, ἐκ γῆς, ἐκ θαλάττης.
现在,那最美丽的姿态将呈现于想象之中,一会儿是突然显现,一会儿是迎面而来,一会儿是从郊区、从渡口、从外海、从陆地、从海洋。
ταῦτα μὲν τὰ πρὶν ἐντυχεῖν.
这些都是在进入城市之前的事。
συνουσίαι δὲ ὅσαι καὶ ὁμιλίαι τίνα μὲν κόρον ἔσχον ἀνθρώποις;
然而,对人们来说,如此多的聚会和交谈曾带来过怎样的厌倦?
τίνι δὲ ἄλλῃ πόλει παρὰ μικρὸν ἐλθεῖν ἀπέλιπον;
又留给其他哪座城市去近乎企及?
ὦ κρῆναι, καὶ θέατρα, καὶ στενωποὶ, καὶ δρόμοι κατάστεγοι καὶ ὕπαιθροι.
哦,泉水、剧场、狭街、有顶和露天的跑道!
ὦ τῆς ὑπερλάμπρου σχῆμα ἀγορᾶς, ὦ χρυσοῦ τε ἐπώνυμοι καὶ ἱερῶν ὁδοὶ καθʼ ἕκαστον πλαίσιον, ἀντʼ ἀγορᾶς ἅπασαι, ὦ λιμένες ποθοῦντες τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας, ὦ κάλλη γυμνασίων ἀμύθητα, ὦ ναῶν καὶ περιβόλων χάριτες, ποῖ ποτε γῆς ἔδυτε;
哦,无比辉煌的广场之形态! 哦,每一街区冠以黄金与神庙之名的街道,它们全都替代了广场! 哦,渴望着最亲爱城市怀抱的港口! 哦,体育场那难以言表的美丽! 哦,神庙与围墙的优雅,你们究竟沉入了大地何处?
ὦ κόσμοι παραλίας, ὦ πάντα ἐκεῖνα ὀνείρατα.
哦,海岸的装饰,哦,所有那些梦幻!
ποῖαι πηγαὶ δακρύων ἱκαναὶ τοσούτῳ κακῷ;
什么样的泪泉才足以应对如此巨大的灾祸?
ποῖαι συναυλίαι καὶ συνῳδίαι χορῶν,
什么样的合奏与合唱?

词汇与语法注释

  1. §260τί χρήσωμαι; — 疑问虚拟语气(即 deliberative subjunctive),表示困惑或自我发问,意为“我该怎么办?”或“我该如何行动?”。
  2. §260Σμύρνης κειμένης — 属格独立结构(genitive absolute),在此表示让步(“尽管士麦那倾覆在即”)或环境与原因。
  3. §260μὴ ὅτι — 意为“更不用说”或“且不说”的惯用词组。与后方的不定式 σῶσαι 连用,增强了前句的否定语气。
  4. §260ἀναλώσας ἔχεις — 使用 ἔχω 配合不定过去时分词的迂回完美时(periphrastic perfect)结构。比起普通的现在完成时,它更强调动作完成后的当前状态。
  5. §261προσιόντι — 关系与格(dative of reference),意为“对于(向城市)走近的人来说”。
  6. §261νυνὶ δʼ ἀωρίαν — 修饰与格代词 σοι(对你)的同格表达。宾格 ἀωρίαν 最好理解为表示状态的状语性宾格,或依赖于省略的分词如 ἔχουσῃ(具有)。
  7. §261παρέσται δοκεῖν — 非人称将来时 παρέσται(将是可能的)与不定式 δοκεῖν(似乎/被想象)相结合,意为“能够想象(其最美丽的形态)”。

引用这一段

阿里斯·台德斯, 士麦那挽歌 §260-261. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg020.humanitext-grc2:260-261

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。