- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg020.humanitext-grc2:262-263
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
著者はスミュルナの滅亡をアジア全体や歴史上の大事件を超える無類の悲劇として嘆き、神話的な嘆きの例を引きながら、遠方の地までその名声と哀悼が広がっていることを歌う。
πάντων1 τὴν καλλίχορον καὶ πολυύμνητον καὶ τριπόθητον ἀνθρώποις ἀρκέσουσιν ἀνοιμῶξαι πόλιν; ὦ πτῶμα τῆς Ἀσίας, ὦ λοιπαὶ πόλεις, ὦ πᾶσα μὲν γῆ, πᾶσα δὲ εἴσω Γαδείρων τε καὶ ἔξω Γαδείρων θάλαττα, ὦ κύκλος ἀστέρων, ὦ πάντα ἐφορῶν ἥλιε, οἷον ἠνέσχου θέαμα ὁρῶν. ὦ παιδιὰ μὲν Ἰλίου πόρθησις, παιδιὰ δὲ Ἀθηναίων ἐν Σικελίᾳ συμφοραὶ καὶ κατασκαφαὶ Θηβῶν, καὶ στρατευμάτων ὄλεθροι καὶ πόλεων δύσεις, καὶ πάνθʼ ὅσα πῦρ καὶ πόλεμοι καὶ σεισμοὶ μέχρι τοῦδε ἀπειργάσαντο. ὦ πρότερον μὲν κάλλει καὶ μούσαις ἁπάσας πόλεις ἀποκρύπτουσα, νῦν δʼ ἀποκρύψασα τὸ τῆς Ῥόδου πτῶμα. ἔμελλες ἄρα τοῖς Ἕλλησιν ᾁδεσθαι δευτέρων σχετλιωτέρων.2 ὦ πᾶσι τοῖς ὁμοφύλοις ἐναγισμάτων ἡμέρα. ὦ κοινὴ τοῖς Ἕλλησιν ἀποφρὰς, οἵαν κεφαλὴν τοῦ γένους ἀπήνεγκας. οἷον ἐξεῖλες ὀφθαλμόν. ὦ γῆς ἄγαλμα, ὦ θέατρον τῆς Ἑλλάδος, ὦ Νυμφῶν καὶ Χαρίτων ὕφασμα. ὦ πάντα ὑπομείνας ἐγὼ, ποῦ γῆς νυνὶ μονῳδῶ; ποῦ μοι τὸ βουλευτήριον; ποῦ νέων καὶ πρεσβυτέρων σύνοδοι καὶ θόρυβοι διδόντων ἅπαντα; ἦν ποτε ἐν τῷ Σιπύλῳ πόλις, ἣν κατὰ τῆς λίμνης δῦναι λόγος. ὦ Σμύρνα, ὡς πόρρωθέν σοι τὸ προοίμιον ᾔδετο. οἵας ἐκληρονόμησας τύχης, ὡς ἥκιστα σαυτῇ προσηκούσης. νῦν ἔδει μὲν πάντας οἰωνοὺς εἰς πῦρ ἐνάλλεσθαι, παρέχει δʼ ἡ πόλις ἄφθονον· πᾶσαν δὲ τὴν ἤπειρον ἀποκείρασθαι, πάντως αὐτῆς ὁ βόστρυχος οἴχεται· νῦν ποταμοὺς δάκρυσι ῥυῆναι, νῦν ὁλκάδας ἐκπλεῦσαι μέλασι τοῖς ἱστίοις. ὦ Μέλης διʼ ἐρήμου ῥέων. ὦ τῶν προτέρων μελῶν τὰ παρόντα ἀντίφθογγα. ὦ κύκνων ᾠδὴ καὶ ἀηδόνων χορὸς ἐνθρηνεῖν. ἦ που καὶ Γοργόνες εἰ περιῆσαν, οὐκ ἂν τὴν Μέδουσαν, οὐδὲ τὸν αὑτῶν ὀφθαλμὸν, ἀλλὰ τὸν τῆς Ἀσίας ἐπένθησαν. ποῖον Βόσπορον, ἢ ποίους καταρράκτας, ἢ τίνα Ταρτησσὸν τὸ σὸν, ὦ δαιμονία, κλέος οὐκ ἐπῆλθε; ποίᾳ Μασσαλίᾳ τὸ πένθος τοῦτο ὁρισθήσεται; ἢ τίνι Βορυσθένει; τίς Ἑλλήνων οὕτως ἔξω τῆς Ἑλλάδος; τίς βαρβάρων οὕτως ἀδάμαστος καὶ ἀνάλωτος τοῖς τῆς Σμύρνης βέλεσι καὶ φίλτροις, ὅστις οὐκ ἀκοῇ μὲν ἤρα, ἀκοῇ δὲ ἀνιάσεται. Ἡλιάδας μὲν δὴ λέγεται πενθούσας τὸν ἀδελφὸν τελευτώσας αἰγείρων ἀλλάξασθαι φύσιν καὶ τὸ δάκρυον αὐτῶν εἰς ἤλεκτρον παγῆναι· σὲ δὲ, ὦ χαριεστάτη πόλεων, αὐτοῖς ὥρα τοῖς δένδρεσι3 θρηνεῖν.
あらゆるものの〔合奏や合唱〕が、美しき舞踏の、多く歌い讃えられた、人々にとって深く望まれた都市を嘆き悲しむのに十分であろうか。おお、アジアの没落よ。おお、残された都市たちよ。おお、すべての陸地よ、ガデイラの内外のすべての海よ。おお、星々の軌道よ、おお、すべてを見下ろす太陽よ、何という光景を見るのを堪え忍んだのか。おお、イリオンの略奪は児戯にすぎず、シケリアにおけるアテナイ人の災厄も、テーバイの破壊も、軍勢の破滅も、都市の没落も、火災や戦争や地震が今日までに引き起こしたすべてのことも児戯にすぎない。おお、以前は美とムーサたちにおいてすべての都市を凌駕し、今やロードス島の没落の惨状を凌駕した者よ。そなたは、ギリシア人たちによって、第二の、より悲惨なものとして歌われる運命にあったのだな。おお、すべての同胞にとって、死者への供え物の日よ。おお、ギリシア人共通の不吉な日よ、種族の何という頭部を奪い去ったことか。何という目を抜き取ったことか。おお、大地の誇りよ、おお、ギリシアの劇場よ、おお、ニュンペーたちとカリスたちの織物よ。おお、すべてを耐え忍んだ私よ、いま地上のどこで私は哀歌を歌えばよいのか。私のための評議場はどこか。若者や長老たちの集まり、そしてすべてを惜しみなく与える者たちの喧騒はどこか。かつてシピュロスに都市があり、それは湖の下に沈んだと言われている。おおスミュルナよ、そなたへの前奏曲は何と遠い昔から歌われていたことか。そなたは何という運命を受け継いだことか、そなたには全くふさわしくない運命を。今や、すべての鳥たちが火の中に飛び込むべきであり、都市はそれを豊かに提供している。そして、大陸全体が髪を剃り落とすべきである。いずれにせよ、大陸の巻き毛は失われてしまったのだから。今こそ、川は涙となって流れるべきであり、今こそ、商船は黒い帆を掲げて出帆すべきである。おお、荒れ地を通って流れるメレース川よ。おお、かつての歌に対する、現在の不協和音よ。おお、哀歌を歌うための、白鳥たちの歌とサヨナキドリたちの合唱よ。もしゴルゴンたちが生き残っていたなら、きっと彼女らはメドゥーサでもなく、自分たちの目でもなく、アジアの目を悼んだであろうに。おお、神聖なる都市よ、いかなるボスポロスに、いかなる滝に、いかなるタルテッソスに、そなたの名声が届かなかったことがあろうか。いかなるマッサリアに、この哀悼が限定されるであろうか。あるいは、いかなるボリュステネスに。ギリシア人のうち、誰がこれほどギリシアの外にいようか。バルバロイのうち、誰がこれほど屈強で、スミュルナの放つ矢や愛の妙薬に対して無傷でいられようか、噂によって愛さず、噂によって苦しまない者など、誰がいようか。ヘリアデスたちは、兄弟を悼んで、最後にはポプラの木に姿を変え、彼女らの涙は琥珀に固まったと言われている。しかし、都市のなかで最も優美なそなたよ、いまや木々そのものがそなたを悼んで泣く時である。
- 262πάντων
直前チャンクの末尾にある ποῖαι συναυλίαι καὶ συνῳδίαι χορῶν(合唱のいかなる合奏や合唱)に続く属格。ここでは全体の主語である「合唱」や「合奏」に係り、「あらゆる(音楽)の〜」という並列的な意味を表す。ἀνθρώποις(人々)に係ると解釈して「あらゆる人々にとって」とする余地もあるが、直前の音楽的修飾の流れを強調するために前者を採る。
- 262δευτέρων σχετλιωτέρων
比較級 σχετλιωτέρων に伴う比較の属格(「第二の、より惨めなものよりも」)とも取れるが、ここでは受動態不定詞 ᾄδεσθαι(歌われる)の内容・主題を示す属格、すなわち「より悲惨な第二の(災厄)として歌われる」という意味を表す。
- 263αὐτοῖς ... τοῖς δένδρεσι
指示代名詞 αὐτός の強意用法(「〜そのもの」)を伴う与格。非人称表現 ὥρα (ἐστί)(〜の時である)と不定詞 θρηνεῖν(嘆く)に掛かる意味上の主語(関与・動作主の与格)であり、「木々そのものが悼むべき時である」と解釈される。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 3 件
