- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg020.humanitext-grc2:260-261
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
地震で崩壊したスミュルナへの深い悲しみを表し、かつてこの都市が備えていた比類なき美しさと、どの角度から眺めても完璧であったその壮麗な構造を回顧する。
ὦ Ζεῦ, τί χρήσωμαι;1 πότερον σιωπῶ Σμύρνης κειμένης;2 τίνος μεταλαβὼν ἀδάμαντος φύσιν; ἢ τίνα ταύτην καρτερίαν καρτερῶν; ἀλλʼ ὀδύρωμαι; ποίαν ἁρμονίαν ἁρμοσάμενος, ἢ τίνα τόλμαν τοσαύτην λαβών; ὅσαι γὰρ Ἑλλήνων καὶ βαρβάρων φωναὶ, τῶν τε ὑπὲρ γῆς ἔτι καὶ τῶν ἐκ τοῦ παντὸς αἰῶνος γενομένων, εἰς ταυτὸν ἅπασαι λόγῳ συνελθοῦσαι ἐλάττους τοῦδε τοῦ πράγματος ἐγχειρῆσαι μόνον, μὴ ὅτι3 τὴν ἀξίαν σῶσαι. ὦ μήκιστα μηκίστων ἰδὼν καὶ ἀκούσας ἐγώ. ὦ πάντα φέρων χρόνος, οἵαν ἰδέαν πόλεως ἐξευρὼν καὶ τεχνησάμενος, εἶτα ἀναλώσας ἔχεις.4 ὦ πάντα ἀνόμοια τοῖς πρότερον. τὰ μὲν ἀρχαῖα Κουρήτων χοροὶ καὶ τροφαὶ καὶ γενέσεις θεῶν καὶ Πέλοπες διαβαίνοντες ἐνθένδε, καὶ Πελοπόννησος ἀποικία, καὶ Θησεὺς οἰκιστὴς τῶν ὑπὸ τὸν Σίπυλον τόπων, καὶ Ὁμήρου γοναὶ, καὶ ἀγῶνες καὶ τρόπαια καὶ νῖκαι παρὰ τοῖς ἄρχουσι καὶ διὰ πάντων ἐθνῶν, καὶ λογίων περιηγήσεις, ἀναγραφόντων καλλίστην τῶν ἁπασῶν. καὶ μὴν τά γε ὁρώμενα κρείττω διηγήσεως. προσιόντι5 μὲν εὐθὺς ἀστραπὴ κάλλους καὶ μεγεθῶν ἀριθμοὶ, καὶ μέτρα καὶ στάσεις ὥσπερ ἁρμονίας μιᾶς· πόδες μὲν ἐπʼ ἠιόνων καὶ λιμένων καὶ ἀλσῶν ἐρειδόμενοι, μεσότης δὲ ἴσον τοῦ πεδίου τε ὑπεραίρουσα καὶ τῶν ἄνωθεν ἀπολείπουσα, ἐσχατιὰ δὲ μεσημβρινὴ κατὰ μικρὸν ὑψουμένη, διʼ ὁμοίου τοῦ παντὸς λάθρα λήγουσα εἰς ἀκρόπολιν, σκοπιὰν τῆς τε θαλάττης καὶ τῆς πόλεως ἔχουσαν. τὸ δὲ οὔτε λόγῳ ῥητὸν οὔτε ὄψει βεβαίως καταληπτὸν, ἀλλʼ ἐκφεῦγον οὐκ οἶδʼ ὅπως, ἐπιθυμίαν δὲ τοῦ συλλαβεῖν αὐτὸ παριστὰν ἀεὶ δή ποτε τὸ ὑπὲρ πάσης τῆς πόλεως ἑστηκὸς γάνος· οὐ διαφθεῖρον τὰς ὄψεις, ὡς ἔφη Σαπφὼ, ἀλλʼ αὖξον καὶ τρέφον καὶ ἄρδον ἅμα εὐθυμίᾳ· ὑακινθίνῳ μὲν ἄνθει οὐδαμῶς ὅμοιον, ἀλλʼ οἷον οὐδὲν πώποτε γῆ καὶ ἥλιος ἀνθρώποις ἔφηναν. ὥσπερ δὲ ἄγαλμα ἀκριβῶς πεποικιλμένον πάντη περιιόντι θέαν ἔχει, οὕτω σοι τῇ πρότερον μὲν ὡραιοτάτῃ πόλεων, νυνὶ δʼ ἀωρίαν,6 περιῆν ἀφʼ ὅτου τις ἀεὶ θεωροίη. νῦν δὴ τὸ κάλλιστον εἶδος παρέσται δοκεῖν,7 τοῦτο μὲν ἐξαίφνης ἐκφανὴς ἐγγιγνομένη, τοῦτο δὲ ἀπαντικρὺ γιγνομένῳ, τοῦτο δʼ ἐκ προαστείων, ἐκ πορθμῶν, ἐκ πελάγους, ἐκ γῆς, ἐκ θαλάττης. ταῦτα μὲν τὰ πρὶν ἐντυχεῖν. συνουσίαι δὲ ὅσαι καὶ ὁμιλίαι τίνα μὲν κόρον ἔσχον ἀνθρώποις; τίνι δὲ ἄλλῃ πόλει παρὰ μικρὸν ἐλθεῖν ἀπέλιπον; ὦ κρῆναι, καὶ θέατρα, καὶ στενωποὶ, καὶ δρόμοι κατάστεγοι καὶ ὕπαιθροι. ὦ τῆς ὑπερλάμπρου σχῆμα ἀγορᾶς, ὦ χρυσοῦ τε ἐπώνυμοι καὶ ἱερῶν ὁδοὶ καθʼ ἕκαστον πλαίσιον, ἀντʼ ἀγορᾶς ἅπασαι, ὦ λιμένες ποθοῦντες τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας, ὦ κάλλη γυμνασίων ἀμύθητα, ὦ ναῶν καὶ περιβόλων χάριτες, ποῖ ποτε γῆς ἔδυτε; ὦ κόσμοι παραλίας, ὦ πάντα ἐκεῖνα ὀνείρατα. ποῖαι πηγαὶ δακρύων ἱκαναὶ τοσούτῳ κακῷ; ποῖαι συναυλίαι καὶ συνῳδίαι χορῶν,
おおゼウスよ、私はどうすればよいのか。スミュルナが倒れ伏しているというのに、私は沈黙すべきなのか。いかなる金剛石の性質を分かち持てばよいのか。あるいは、いかなるこの不屈さを耐え忍べばよいのか。それとも、哀悼すべきなのか。いかなる調和を身にまとい、あるいはこれほどまでのいかなる大胆さを携えればよいのか。なぜなら、ギリシア人やバルバロイのあらゆる声、いまだ地上にある者たちの声も、すべての時代を通じて存在した者たちの声も、それらすべてが言葉において一堂に集まったとしても、この出来事に単に手を着けるだけでも足りないのであって、ましてその価値にふさわしく守り伝えることなど思いもよらないからだ。おお、最も悲惨なことを見て、また聞いた私よ。おお、すべてをもたらす時間よ、何という都市の姿を見出し、創り出しておきながら、そののちに滅ぼし去ってしまったのか。おお、以前のものとはすべてが異なる。古代のことは、クーレースたちの踊りや、神々の育成と誕生、ここから海を渡っていったペロプスたち、そして植民地としてのペロポネソス、シピュロス山麓の地の創設者たるテーセウス、ホメーロスの生誕、そして支配者たちのもとで、またすべての民族の間での、競技会や記念碑や勝利、そして、あらゆる都市のなかで最も美しいものとして記録している、文筆家たちの地誌。そして実際、目に見えるものは描写を超える。近づく者には、ただちに美の閃光、そして無数の巨大な建築、そしてあたかも一つの調和のような均整と配置がある。一端は海岸や港や聖林の上に置かれ、中間部は平原を等しく超えつつも上方のものからは離れ、南の端は徐々に高くなり、全体が同様に保たれながら、密かにアクロポリス(それは海と都市を見渡す見晴らし台である)へと終わっている。言葉では表現できず、目でも確実にとらえがたく、しかしいかにしてか逃げ去りつつも、それを掴み取りたいという願いを常に引き起こすもの、都市全体の上にいつも立ち上っている輝き。サッポーが言ったように、目を損なうのではなく、同時に、喜びをもって強め、養い、潤すもの。ヒュアキントスの花には決して似ておらず、地と太陽がかつて人間に示したことのないようなもの。あたかも隅々まで精巧に施された彫像を、ぐるりと一周して眺めるようなものであり、このように、かつては都市の中で最も美しく、今や不慮の死を遂げたそなたには、どこから眺めようとも美が満ち溢れていた。いまや、その最も美しい姿が心に現れることだろう。ある時は突如として姿を現し、ある時は目の前に立ち現れ、ある時は郊外から、渡し場から、沖合から、陸から、海から。これらは、足を踏み入れる前のこと。人々にとって、あれほど多くの交わりや語らいが、いかなる飽きをもたらしただろうか。他のどの都市に対して、肉薄することを許しただろうか。おお泉よ、劇場よ、路地よ、覆いのある、また露天の競技場よ。おお、比類なく輝かしい広場の佇まいよ。おお、黄金の名を冠し、あるいは神聖なる、それぞれの区画にある道よ。すべてが広場の代わりとなる。おお、最愛の都市の抱擁を思慕する港よ。おお、言葉に尽くせぬほど美しい体育場の美よ。おお、神殿と囲いの優美さよ、そなたらは地のいずこへ沈んでしまったのか。おお、海岸の装飾よ、おお、それらすべての夢よ。これほどまでの災厄に対して、いかなる涙の泉が十分であろうか。いかなる笛の合奏や合唱隊の斉唱が十分であろうか。
- 260τί χρήσωμαι;
接続法(デリベラティヴ接続法)であり、「私は何をすべきか」「どう振る舞うべきか」という当惑や自己への問いかけを表している。
- 260Σμύρνης κειμένης
属格独立構文(genitive absolute)であり、ここでは譲歩(「スミュルナが倒れ伏しているというのに」)または状況・理由を表している。
- 260μὴ ὅτι
「〜は言うまでもなく」「〜どころか」を意味する慣用表現。後ろの不定詞 σῶσαι とともに、前節の否定的なニュアンスを強めている。
- 260ἀναλώσας ἔχεις
助動詞としての ἔχω とアオリスト分詞を用いた迂言的完了表現。単なる完了形よりも、その行為の結果としての現在の状態を強調する。
- 260προσιόντι
関係・判断の与格(dative of reference)であり、「(都市に)近づく者にとって」という意味を表す。
- 261νυνὶ δʼ ἀωρίαν
与格の人称代名詞 σοι(そなたには)にかかる同格的表現。対格 ἀωρίαν は、状態を表す副詞的対格、あるいは ἔχουσῃ(持っている)のような分詞の省略に伴う対格と考えられる。
- 261παρέσται δοκεῖν
非人称未来 παρέσται に不定詞 δοκεῖν が続いている。文脈上、「その最も美しい姿が(心に)現れることが可能である(思われることだろう)」という意味を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 4 件
