§260ὦ Ζεῦ, τί χρήσωμαι;
おおゼウスよ、私はどうすればよいのか。
πότερον σιωπῶ Σμύρνης κειμένης;
スミュルナが倒れ伏しているというのに、私は沈黙すべきなのか。
τίνος μεταλαβὼν ἀδάμαντος φύσιν;
いかなる金剛石の性質を分かち持てばよいのか。
ἢ τίνα ταύτην καρτερίαν καρτερῶν;
あるいは、いかなるこの不屈さを耐え忍べばよいのか。
ἀλλʼ ὀδύρωμαι;
それとも、哀悼すべきなのか。
ποίαν ἁρμονίαν ἁρμοσάμενος, ἢ τίνα τόλμαν τοσαύτην λαβών;
いかなる調和を身にまとい、あるいはこれほどまでのいかなる大胆さを携えればよいのか。
ὅσαι γὰρ Ἑλλήνων καὶ βαρβάρων φωναὶ, τῶν τε ὑπὲρ γῆς ἔτι καὶ τῶν ἐκ τοῦ παντὸς αἰῶνος γενομένων, εἰς ταυτὸν ἅπασαι λόγῳ συνελθοῦσαι ἐλάττους τοῦδε τοῦ πράγματος ἐγχειρῆσαι μόνον, μὴ ὅτι τὴν ἀξίαν σῶσαι.
なぜなら、ギリシア人やバルバロイのあらゆる声、いまだ地上にある者たちの声も、すべての時代を通じて存在した者たちの声も、それらすべてが言葉において一堂に集まったとしても、この出来事に単に手を着けるだけでも足りないのであって、ましてその価値にふさわしく守り伝えることなど思いもよらないからだ。
ὦ μήκιστα μηκίστων ἰδὼν καὶ ἀκούσας ἐγώ.
おお、最も悲惨なことを見て、また聞いた私よ。
ὦ πάντα φέρων χρόνος, οἵαν ἰδέαν πόλεως ἐξευρὼν καὶ τεχνησάμενος, εἶτα ἀναλώσας ἔχεις.
おお、すべてをもたらす時間よ、何という都市の姿を見出し、創り出しておきながら、そののちに滅ぼし去ってしまったのか。
ὦ πάντα ἀνόμοια τοῖς πρότερον.
おお、以前のものとはすべてが異なる。
τὰ μὲν ἀρχαῖα Κουρήτων χοροὶ καὶ τροφαὶ καὶ γενέσεις θεῶν καὶ Πέλοπες διαβαίνοντες ἐνθένδε, καὶ Πελοπόννησος ἀποικία, καὶ Θησεὺς οἰκιστὴς τῶν ὑπὸ τὸν Σίπυλον τόπων, καὶ Ὁμήρου γοναὶ, καὶ ἀγῶνες καὶ τρόπαια καὶ νῖκαι παρὰ τοῖς ἄρχουσι καὶ διὰ πάντων ἐθνῶν, καὶ λογίων περιηγήσεις, ἀναγραφόντων καλλίστην τῶν ἁπασῶν.
古代のことは、クーレースたちの踊りや、神々の育成と誕生、ここから海を渡っていったペロプスたち、そして植民地としてのペロポネソス、シピュロス山麓の地の創設者たるテーセウス、ホメーロスの生誕、そして支配者たちのもとで、またすべての民族の間での、競技会や記念碑や勝利、そして、あらゆる都市のなかで最も美しいものとして記録している、文筆家たちの地誌。
καὶ μὴν τά γε ὁρώμενα κρείττω διηγήσεως.
そして実際、目に見えるものは描写を超える。
προσιόντι μὲν §261εὐθὺς ἀστραπὴ κάλλους καὶ μεγεθῶν ἀριθμοὶ, καὶ μέτρα καὶ στάσεις ὥσπερ ἁρμονίας μιᾶς·
近づく者には、ただちに美の閃光、そして無数の巨大な建築、そしてあたかも一つの調和のような均整と配置がある。
πόδες μὲν ἐπʼ ἠιόνων καὶ λιμένων καὶ ἀλσῶν ἐρειδόμενοι, μεσότης δὲ ἴσον τοῦ πεδίου τε ὑπεραίρουσα καὶ τῶν ἄνωθεν ἀπολείπουσα, ἐσχατιὰ δὲ μεσημβρινὴ κατὰ μικρὸν ὑψουμένη, διʼ ὁμοίου τοῦ παντὸς λάθρα λήγουσα εἰς ἀκρόπολιν, σκοπιὰν τῆς τε θαλάττης καὶ τῆς πόλεως ἔχουσαν.
一端は海岸や港や聖林の上に置かれ、中間部は平原を等しく超えつつも上方のものからは離れ、南の端は徐々に高くなり、全体が同様に保たれながら、密かにアクロポリス(それは海と都市を見渡す見晴らし台である)へと終わっている。
τὸ δὲ οὔτε λόγῳ ῥητὸν οὔτε ὄψει βεβαίως καταληπτὸν, ἀλλʼ ἐκφεῦγον οὐκ οἶδʼ ὅπως, ἐπιθυμίαν δὲ τοῦ συλλαβεῖν αὐτὸ παριστὰν ἀεὶ δή ποτε τὸ ὑπὲρ πάσης τῆς πόλεως ἑστηκὸς γάνος·
言葉では表現できず、目でも確実にとらえがたく、しかしいかにしてか逃げ去り、しかし常に、都市全体の上に立ち上る輝きを掴み取りたいという願いを絶えず引き起こすもの。
οὐ διαφθεῖρον τὰς ὄψεις, ὡς ἔφη Σαπφὼ, ἀλλʼ αὖξον καὶ τρέφον καὶ ἄρδον ἅμα εὐθυμίᾳ·
サッポーが言ったように、目を損なうのではなく、同時に、喜びをもって強め、養い、潤すもの。
ὑακινθίνῳ μὲν ἄνθει οὐδαμῶς ὅμοιον, ἀλλʼ οἷον οὐδὲν πώποτε γῆ καὶ ἥλιος ἀνθρώποις ἔφηναν.
ヒュアキントスの花には決して似ておらず、地と太陽がかつて人間に示したことのないようなもの。
ὥσπερ δὲ ἄγαλμα ἀκριβῶς πεποικιλμένον πάντη περιιόντι θέαν ἔχει, οὕτω σοι τῇ πρότερον μὲν ὡραιοτάτῃ πόλεων, νυνὶ δʼ ἀωρίαν, περιῆν ἀφʼ ὅτου τις ἀεὶ θεωροίη.
あたかも隅々まで精巧に施された彫像を、ぐるりと一周して眺めるようなものであり、このように、かつては都市の中で最も美しく、今や不慮の死を遂げたそなたには、どこから眺めようとも美が満ち溢れていた。
νῦν δὴ τὸ κάλλιστον εἶδος παρέσται δοκεῖν, τοῦτο μὲν ἐξαίφνης ἐκφανὴς ἐγγιγνομένη, τοῦτο δὲ ἀπαντικρὺ γιγνομένῳ, τοῦτο δʼ ἐκ προαστείων, ἐκ πορθμῶν, ἐκ πελάγους, ἐκ γῆς, ἐκ θαλάττης.
いまや、その最も美しい姿が心に現れることだろう。 ある時は突故として姿を現し、ある時は目の前に立ち現れ、ある時は郊外から、渡し場から、沖合から、陸から、海から。
ταῦτα μὲν τὰ πρὶν ἐντυχεῖν.
これらは、足を踏み入れる前のこと。
συνουσίαι δὲ ὅσαι καὶ ὁμιλίαι τίνα μὲν κόρον ἔσχον ἀνθρώποις;
人々にとって、どれほど多くの交わりや語らいが満ち足りることがあっただろうか。
τίνι δὲ ἄλλῃ πόλει παρὰ μικρὸν ἐλθεῖν ἀπέλιπον;
他のどの都市に対して、肉薄することを許しただろうか。
ὦ κρῆναι, καὶ θέατρα, καὶ στενωποὶ, καὶ δρόμοι κατάστεγοι καὶ ὕπαιθροι.
おお泉よ、劇場よ、路地よ、覆いのある、また露天の競技場よ。
ὦ τῆς ὑπερλάμπρου σχῆμα ἀγορᾶς, ὦ χρυσοῦ τε ἐπώνυμοι καὶ ἱερῶν ὁδοὶ καθʼ ἕκαστον πλαίσιον, ἀντʼ ἀγορᾶς ἅπασαι, ὦ λιμένες ποθοῦντες τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας, ὦ κάλλη γυμνασίων ἀμύθητα, ὦ ναῶν καὶ περιβόλων χάριτες, ποῖ ποτε γῆς ἔδυτε;
おお、比類なく輝かしい広場の佇まいよ。 おお、黄金の名を冠し、あるいは神聖なる、それぞれの区画にある道よ。 すべてが広場の代わりとなる。 おお、最愛の都市の抱擁を思慕する港よ。 おお、言葉に尽くせぬほど美しい体育場の美よ。 おお、神殿と囲いの優美さよ、そなたらは地のいずこへ沈んでしまったのか。
ὦ κόσμοι παραλίας, ὦ πάντα ἐκεῖνα ὀνείρατα.
おお、海岸の装飾よ、おお、それらすべての夢よ。
ποῖαι πηγαὶ δακρύων ἱκαναὶ τοσούτῳ κακῷ;
これほどまでの災厄に対して、いかなる涙の泉が十分であろうか。
ποῖαι συναυλίαι καὶ συνῳδίαι χορῶν,
いかなる合唱の合奏、合唱の合唱が十分であろうか。