§256ὦ πάλαι ποτὲ ἡδίων ᾁδειν Ἐλευσὶς ἐμοὶ τίς Ὀρφεὺς ἢ Θάμυρις ἢ ποῖος Ἐλευσίνιος οἰκήτωρ Μουσαῖος ἀρκέσει τοσούτῳ πράγματι;
噢,昔日对我而言歌唱起来无比甜美的埃莱夫西斯啊! 哪位奥非乌斯、塔米里斯,或哪位埃莱夫西斯的居民缪塞乌斯,能配得上如此重大的主题?
ποίαις κιθάραις ἢ λύραις τὸ κοινὸν πτῶμα, τὸ κοινὸν τῆς γῆς, ἀνακλαύσεται;
要用怎样的齐特拉琴或里拉琴,才能哀悼这共同的覆灭——这大地的共同废墟?
τίνα ταύτην προὔβαλες ὦ Ζεῦ τὴν ὑπόθεσιν;
宙斯啊,你向我们提出了怎样的论题?
ἐγὼ μὲν καὶ προσάγων ἐμαυτὸν τῷ λόγῳ ναρκῶ καὶ ἀναστρέφω καὶ καθʼ ἓν τοῦτο λέγειν ἀναγκάζομαι, ὅτι σιγᾶν οὐκ ἔχω.
而我,当自己走近这篇演说时,便感到麻木并想要退缩,被迫只能说出这一句话:我无法保持沉默。
τίς γὰρ Ἑλλήνων ἢ τίς βαρβάρων οὕτω σκαιὸς ἢ ἀνήκοος, ἢ τίς οὕτω σφόδρα ἔξω τῆς γῆς ἢ θεῶν, ἢ συλλήβδην εἰπεῖν καλῶν ἀναίσθητος, πλὴν τῶν κάκιστʼ ἀπολουμένων, οἳ ταῦτʼ ἔδρασαν, ὅστις οὐ κοινόν τι τῆς γῆς τέμενος τὴν Ἐλευσῖνα ἡγεῖτο, καὶ πάντων ὅσα θεῖα ἀνθρώποις, ταυτὸν φρικωδέστατόν τε καὶ φαιδρότατον;
因为在希腊人或蛮族人中,除了那些干下这些恶行、注定要遭到最惨烈毁灭的恶人之外,还有谁如此愚蠢或孤陋寡闻,或者谁如此彻底地外在于大地与神明,或者简而言之,对美好事物如此无动于衷,以至于不把埃莱夫西斯视为大地共同的圣所,不把她视为人类一切神圣事物中同时最令人敬畏又最显赫辉煌的存在?
τίνι δʼ ἄλλῳ χωρίων ἢ μύθων φῆμαι θαυμαστότερα ἐφύμνησαν, ἢ τὰ δρώμενα μείζω ἔσχε τὴν ἔκπληξιν, ἢ μᾶλλον εἰς ἐφάμιλλον §257κατέστη ταῖς ἀκοαῖς τὰ ὁρώμενα;
又有哪一个地方或神话的传说,曾赞美过比这更奇妙的事迹,或者所行的仪式曾拥有过更大的震撼,或者所见之物与所听之传闻更具竞争之势?
ὅσα μὲν δὴ θέας ἐχόμενα εἶδον γενεαὶ παμπληθεῖς εὐδαιμόνων ἀνδρῶν καὶ γυναικῶν ἐν τοῖς ἀρρήτοις φάσμασιν· ἃ δʼ εἰς τὸ μέσον ποιηταὶ καὶ λογοποιοὶ καὶ συγγραφεῖς πάντες ὑμνοῦσι, κόρην τὴν Δήμητρος ἀφανῆ γενέσθαι χρόνον ἔστιν ὃν, Δήμητρα δʼ ἐπέρχεσθαι γῆν πᾶσαν καὶ θάλατταν ζητοῦσαν τὴν θυγατέρα, τέως μὲν οὖν οὐχ οἵαν τε εἶναι εὑρεῖν, ἐλθοῦσαν δʼ εἰς Ἐλευσῖνα τήν τε ἐπωνυμίαν δοῦναι τῷ τόπῳ καὶ τὴν κόρην εὑροῦσαν ποιῆσαι τὰ μυστήρια· καὶ γενέσθαι δὴ τὸν σῖτον παρὰ μὲν ταῖν θεαῖν τοῖς Ἀθηναίοις, παρὰ δὲ τῶν Ἀθηναίων καὶ Ἕλλησι καὶ βαρβάροις· —καὶ τούτοις Κελεός τε καὶ Μετάνειρα καὶ Τριπτόλεμος ἐπιφημίζονται καὶ ἅρματα δὴ δρακόντων ὑπόπτερα ὑπὲρ πάσης γῆς καὶ θαλάττης φερόμενα· — μυηθῆναι δὲ ξένων πρώτους Ἡρακλέα καὶ Διοσκούρους, ἀγῶνά τε γυμνικὸν γενέσθαι πρῶτον Ἐλευσῖνι τῆς Ἀττικῆς, καὶ τὸ ἆθλον εἶναι τοῦ καρποῦ τοῦ φανθέντος, πειρωμένων τῶν ἀνθρώπων ὅσον εἰς ἰσχὺν ἐκ τῆς ἡμέρου τροφῆς ἐπέδοσαν· ἀπάγειν δὲ καὶ τοὺς Ἕλληνας ἀπαρχὰς τῶν καρπῶν ἑκάστοτε Ἀθήναζε ὡς μητροπόλει σφῶν τε αὐτῶν καὶ τῶν καρπῶν τῶν Ἀθηναίων τῇ πόλει.
确实,无数代幸福的男女在那些不可言说的幻象中,看见了所有属于观瞻的景象;而诗人们、故事家们以及所有的历史学家们公开歌颂的事迹则是:德墨忒尔的女儿曾消失了某一段时间,德墨忒尔为了寻找女儿走遍了所有的陆地和海洋,虽然有一段时间她无法找到,但来到埃莱夫西斯后,她既赋予了这个地方名字,又在找到女儿后创立了秘仪;并且,粮食确实是由这两位女神赐予阿扎尼亚人,再由雅典人传播给希腊人和蛮族的;——而在这些传说中,刻勒乌斯、梅塔奈拉和特里普托勒摩斯也广为人知,还有那飞龙羽翼的战车在所有的陆地和海洋上空飞驰;——另外,在异乡人中,赫拉克勒斯和迪奥斯库里是最先皈依秘仪的,且在阿提卡的埃莱夫西斯首次举行了体育竞技,奖品就是那显现出来的作物,人们以此检验自己由于食用了这种温和的食物而在体力上增长了多少;希腊人也每次都将作物的初穗送往雅典,视其为他们自身以及作物的母邦——即雅典人的城市。
Εὐμολπίδαι δὲ καὶ Κήρυκες εἰς Ποσειδῶ τε καὶ Ἑρμῆν ἀναφέροντες οἱ μὲν ἱεροφάντας, οἱ δὲ δᾳδούχους παρείχοντο.
而埃夫莫尔皮代家族和刻律克斯家族,分别将祖先追溯至波塞冬和赫尔墨斯,前者提供了显正官,后者提供了持炬者。
καὶ τὰ μὲν εἰς μύθους ἀνήκοντα τοιαῦτα.
属于神话的事迹大致如此。
τὰ δʼ ὕστερον Ἡρακλειδῶν εἰς Πελοπόννησον κατελθόντων καὶ χρόνου διαγενομένου Δωριεῖς ἐπʼ Ἀθήνας ἐστράτευον.
此后的事情则是,在赫拉克勒斯后裔回到伯罗奔尼撒且经过一段时间之后,多利亚人向雅典进军。
ὡς δʼ Ἐλευσῖνι γίγνονται, καταισχυνθέντες, εἴτε καὶ δείσαντες χρὴ λέγειν, ἀπιόντες ᾤχοντο τὴν αὐτήν.
当他们到达埃莱夫西斯时,不知是出于羞愧,还是该说是出于恐惧,他们转身沿着原路撤回。
ἡ δʼ ἐκείνων τότε κίνησις Ἰωνίαν οἰκίζει παρʼ ἡμῖν.
而他们那时的举动,导致了我们当中爱奥尼亚的开拓。
γενομένου δὲ τοῦ Μηδικοῦ στόλου καὶ μεγίστων δὴ πραγμάτων καὶ κινδύνων οὐ μόνον τὴν Ἑλλάδα, ἀλλὰ καὶ πᾶν ὅσον ἔξω τῆς
当波斯舰队来临,巨大的变故和危险不仅笼罩了希腊,也笼罩了所有境外...