§256ὦ πάλαι ποτὲ ἡδίων ᾁδειν Ἐλευσὶς ἐμοὶ τίς Ὀρφεὺς ἢ Θάμυρις ἢ ποῖος Ἐλευσίνιος οἰκήτωρ Μουσαῖος ἀρκέσει τοσούτῳ πράγματι;
おお、かつて私にとって歌うにこれほど甘美なものはなかったエレウシスよ。 いかなるオルペウス、タミュリス、あるいはエレウシスの住人たるいかなるムサイオスが、これほど重大な事柄に対して十分でありえようか。
ποίαις κιθάραις ἢ λύραις τὸ κοινὸν πτῶμα, τὸ κοινὸν τῆς γῆς, ἀνακλαύσεται;
いかなるキタラやリュラが、全地の共通の没落、共通の破滅を、ともに哀悼するのだろうか。
τίνα ταύτην προὔβαλες ὦ Ζεῦ τὴν ὑπόθεσιν;
ゼウスよ、あなたは私どもの前にいかなる主題を提示されたのか。
ἐγὼ μὲν καὶ προσάγων ἐμαυτὸν τῷ λόγῳ ναρκῶ καὶ ἀναστρέφω καὶ καθʼ ἓν τοῦτο λέγειν ἀναγκάζομαι, ὅτι σιγᾶν οὐκ ἔχω.
私自身、この弁論に身を寄せるにつれて、麻痺し、引き返し、ただこの一点だけを言うことを余儀なくされている。 すなわち、沈黙していることができない、と。
τίς γὰρ Ἑλλήνων ἢ τίς βαρβάρων οὕτω σκαιὸς ἢ ἀνήκοος, ἢ τίς οὕτω σφόδρα ἔξω τῆς γῆς ἢ θεῶν, ἢ συλλήβδην εἰπεῖν καλῶν ἀναίσθητος, πλὴν τῶν κάκιστʼ ἀπολουμένων, οἳ ταῦτʼ ἔδρασαν, ὅστις οὐ κοινόν τι τῆς γῆς τέμενος τὴν Ἐλευσῖνα ἡγεῖτο, καὶ πάντων ὅσα θεῖα ἀνθρώποις, ταυτὸν φρικωδέστατόν τε καὶ φαιδρότατον;
ギリシア人のうち、あるいは異民族のうちに、これほど愚かで無知な者が、あるいは大地の外、あるいは神々の外にこれほどかけ離れた者が、あるいは一言で言えば、美しいものに対してこれほど無感覚な者が、これら(の暴挙)を行った、もっとも忌まわしく滅びるべき者たちを除いて、いったい誰がいようか。 エレウシスを大地の共通の聖域とみなさず、人間に与えられたあらゆる神聖なもののうちで、最も畏怖すべきであると同時に最も輝かしいものとみなさない者など、誰がいようか。
τίνι δʼ ἄλλῳ χωρίων ἢ μύθων φῆμαι θαυμαστότερα ἐφύμνησαν, ἢ τὰ δρώμενα μείζω ἔσχε τὴν ἔκπληξιν, ἢ μᾶλλον εἰς ἐφάμιλλον §257κατέστη ταῖς ἀκοαῖς τὰ ὁρώμενα;
他のいかなる土地や神話の風評が、より驚嘆すべき事柄を歌い上げただろうか。 あるいは、そこで執り行われる儀式が、より大きな驚愕をもたらしただろうか。 あるいは、目にする光景が、耳にする噂とこれほどまでに競い合うことになっただろうか。
ὅσα μὲν δὴ θέας ἐχόμενα εἶδον γενεαὶ παμπληθεῖς εὐδαιμόνων ἀνδρῶν καὶ γυναικῶν ἐν τοῖς ἀρρήτοις φάσμασιν·
確かに、目に見えるものに関わるすべての事柄については、幸いなる男たちや女たちの数限りない世代が、あの口にすべからざる幻影の中で目にしてきた。
ἃ δʼ εἰς τὸ μέσον ποιηταὶ καὶ λογοποιοὶ καὶ συγγραφεῖς πάντες ὑμνοῦσι, κόρην τὴν Δήμητρος ἀφανῆ γενέσθαι χρόνον ἔστιν ὃν, Δήμητρα δʼ ἐπέρχεσθαι γῆν πᾶσαν καὶ θάλατταν ζητοῦσαν τὴν θυγατέρα, τέως μὲν οὖν οὐχ οἵαν τε εἶναι εὑρεῖν, ἐλθοῦσαν δʼ εἰς Ἐλευσῖνα τήν τε ἐπωνυμίαν δοῦναι τῷ τόπῳ καὶ τὴν κόρην εὑροῦσαν ποιῆσαι τὰ μυστήρια· καὶ γενέσθαι δὴ τὸν σῖτον παρὰ μὲν ταῖν θεαῖν τοῖς Ἀθηναίοις, παρὰ δὲ τῶν Ἀθηναίων καὶ Ἕλλησι καὶ βαρβάροις·
他方で、詩人や散文作家や歴史家たちがみな、公に歌い讃えていることといえば、デメテルの娘がある期間行方不明になり、デメテルが娘を捜して全陸地と海を巡り歩いたこと、初めは発見できなかったものの、エレウシスに至ってその地に名前を与え、娘を見出すと神秘儀礼を創始したこと、そして穀物が、あの二柱の女神からアテナイ人へ、さらにアテナイ人からギリシア人と異民族の双方に与えられたことである。
—καὶ τούτοις Κελεός τε καὶ Μετάνειρα καὶ Τριπτόλεμος ἐπιφημίζονται καὶ ἅρματα δὴ δρακόντων ὑπόπτερα ὑπὲρ πάσης γῆς καὶ θαλάττης φερόμενα·
――そしてこれらのことについては、ケレオス、メタネイラ、トリプトレモスが名高く取り沙汰され、翼のある竜の戦車がすべての陸と海の上を運ばれていったとされる。
— μυηθῆναι δὲ ξένων πρώτους Ἡρακλέα καὶ Διοσκούρους, ἀγῶνά τε γυμνικὸν γενέσθαι πρῶτον Ἐλευσῖνι τῆς Ἀττικῆς, καὶ τὸ ἆθλον εἶναι τοῦ καρποῦ τοῦ φανθέντος, πειρωμένων τῶν ἀνθρώπων ὅσον εἰς ἰσχὺν ἐκ τῆς ἡμέρου τροφῆς ἐπέδοσαν·
――また、異邦人のうち最初に秘儀を授けられたのはヘラクレスとディオスクロイであり、最初の体育競技がアッティカのエレウシスで開催され、その賞品は、人間が飼い慣らされた食物によってどれほど力強く成長したかを競う中で、姿を現したその穀物であったこと。
ἀπάγειν δὲ καὶ τοὺς Ἕλληνας ἀπαρχὰς τῶν καρπῶν ἑκάστοτε Ἀθήναζε ὡς μητροπόλει σφῶν τε αὐτῶν καὶ τῶν καρπῶν τῶν Ἀθηναίων τῇ πόλει.
また、ギリシア人たちも常に穀物の初穂を、自らと穀物の母市としてのアテナイに、アテナイ人の都市へと携えていったことである。
Εὐμολπίδαι δὲ καὶ Κήρυκες εἰς Ποσειδῶ τε καὶ Ἑρμῆν ἀναφέροντες οἱ μὲν ἱεροφάντας, οἱ δὲ δᾳδούχους παρείχοντο.
他方、エウモルピダイとケリュケスは、それぞれポセイドンとヘルメスに自らの祖を求め、前者はヒエロパンテスを、後者はダドゥコスを送り出した。
καὶ τὰ μὲν εἰς μύθους ἀνήκοντα τοιαῦτα.
そして、神話に属する事柄は以上の通りである。
τὰ δʼ ὕστερον Ἡρακλειδῶν εἰς Πελοπόννησον κατελθόντων καὶ χρόνου διαγενομένου Δωριεῖς ἐπʼ Ἀθήνας ἐστράτευον.
その後のこととしては、ヘラクレイダイがペロポネソスに帰還し、時が流れた後、ドリア人がアテナイに対して遠征を行った。
ὡς δʼ Ἐλευσῖνι γίγνονται, καταισχυνθέντες, εἴτε καὶ δείσαντες χρὴ λέγειν, ἀπιόντες ᾤχοντο τὴν αὐτήν.
彼らはエレウシスに至ったとき、恥じたのか、あるいは恐れたと言うべきか、来た道をそのまま引き返していった。
ἡ δʼ ἐκείνων τότε κίνησις Ἰωνίαν οἰκίζει παρʼ ἡμῖν.
そのときの彼らの移動が、私たちの間におけるイオニア移住をもたらしたのである。
γενομένου δὲ τοῦ Μηδικοῦ στόλου καὶ μεγίστων δὴ πραγμάτων καὶ κινδύνων οὐ μόνον τὴν Ἑλλάδα, ἀλλὰ καὶ πᾶν ὅσον ἔξω τῆς
ペルシアの艦隊が襲来し、ギリシアのみならず、その外にあるすべての...