← アイリオス・アリステイデス

エレウシス演説

§256-257

エレウシスの破壊への嘆きとその神聖さ

語り手は破壊されたエレウシスの偉大さを嘆き、そこにまつわるデメテルとコレの神話、農耕の起源、そして歴史的なドリア人の撤退など、エレウシスの神聖さと名声を数々のエピソードとともに讃える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§256

ὦ πάλαι ποτὲ ἡδίων ᾁδειν1 Ἐλευσὶς ἐμοὶ τίς Ὀρφεὺς ἢ Θάμυρις ἢ ποῖος Ἐλευσίνιος οἰκήτωρ Μουσαῖος ἀρκέσει τοσούτῳ πράγματι; ποίαις κιθάραις ἢ λύραις τὸ κοινὸν πτῶμα, τὸ κοινὸν τῆς γῆς, ἀνακλαύσεται; τίνα ταύτην προὔβαλες ὦ Ζεῦ τὴν ὑπόθεσιν; ἐγὼ μὲν καὶ προσάγων ἐμαυτὸν τῷ λόγῳ ναρκῶ καὶ ἀναστρέφω καὶ καθʼ ἓν τοῦτο λέγειν ἀναγκάζομαι, ὅτι σιγᾶν οὐκ ἔχω.2 τίς γὰρ Ἑλλήνων ἢ τίς βαρβάρων οὕτω σκαιὸς ἢ ἀνήκοος, ἢ τίς οὕτω σφόδρα ἔξω τῆς γῆς ἢ θεῶν, ἢ συλλήβδην εἰπεῖν καλῶν ἀναίσθητος, πλὴν τῶν κάκιστʼ ἀπολουμένων, οἳ ταῦτʼ ἔδρασαν, ὅστις οὐ κοινόν τι τῆς γῆς τέμενος τὴν Ἐλευσῖνα ἡγεῖτο, καὶ πάντων ὅσα θεῖα ἀνθρώποις, ταυτὸν φρικωδέστατόν τε καὶ φαιδρότατον; τίνι δʼ ἄλλῳ χωρίων ἢ μύθων φῆμαι θαυμαστότερα ἐφύμνησαν, ἢ τὰ δρώμενα μείζω ἔσχε τὴν ἔκπληξιν, ἢ μᾶλλον εἰς ἐφάμιλλον κατέστη ταῖς ἀκοαῖς τὰ ὁρώμενα; ὅσα μὲν δὴ θέας ἐχόμενα3 εἶδον γενεαὶ παμπληθεῖς εὐδαιμόνων ἀνδρῶν καὶ γυναικῶν ἐν τοῖς ἀρρήτοις φάσμασιν· ἃ δʼ εἰς τὸ μέσον ποιηταὶ καὶ λογοποιοὶ καὶ συγγραφεῖς πάντες ὑμνοῦσι, κόρην τὴν Δήμητρος ἀφανῆ γενέσθαι χρόνον ἔστιν ὃν,4 Δήμητρα δʼ ἐπέρχεσθαι γῆν πᾶσαν καὶ θάλατταν ζητοῦσαν τὴν θυγατέρα, τέως μὲν οὖν οὐχ οἵαν τε εἶναι εὑρεῖν, ἐλθοῦσαν δʼ εἰς Ἐλευσῖνα τήν τε ἐπωνυμίαν δοῦναι τῷ τόπῳ καὶ τὴν κόρην εὑροῦσαν ποιῆσαι τὰ μυστήρια· καὶ γενέσθαι δὴ τὸν σῖτον παρὰ μὲν ταῖν θεαῖν τοῖς Ἀθηναίοις, παρὰ δὲ τῶν Ἀθηναίων καὶ Ἕλλησι καὶ βαρβάροις· —καὶ τούτοις Κελεός τε καὶ Μετάνειρα καὶ Τριπτόλεμος ἐπιφημίζονται καὶ ἅρματα δὴ δρακόντων ὑπόπτερα ὑπὲρ πάσης γῆς καὶ θαλάττης φερόμενα· — μυηθῆναι δὲ ξένων πρώτους Ἡρακλέα καὶ Διοσκούρους, ἀγῶνά τε γυμνικὸν γενέσθαι πρῶτον Ἐλευσῖνι τῆς Ἀττικῆς, καὶ τὸ ἆθλον εἶναι τοῦ καρποῦ τοῦ φανθέντος, πειρωμένων τῶν ἀνθρώπων ὅσον εἰς ἰσχὺν ἐκ τῆς ἡμέρου τροφῆς ἐπέδοσαν· ἀπάγειν δὲ καὶ τοὺς Ἕλληνας ἀπαρχὰς τῶν καρπῶν ἑκάστοτε Ἀθήναζε ὡς μητροπόλει σφῶν τε αὐτῶν καὶ τῶν καρπῶν τῶν Ἀθηναίων τῇ πόλει.5 Εὐμολπίδαι δὲ καὶ Κήρυκες εἰς Ποσειδῶ τε καὶ Ἑρμῆν ἀναφέροντες οἱ μὲν ἱεροφάντας, οἱ δὲ δᾳδούχους παρείχοντο. καὶ τὰ μὲν εἰς μύθους ἀνήκοντα τοιαῦτα. τὰ δʼ ὕστερον Ἡρακλειδῶν εἰς Πελοπόννησον κατελθόντων καὶ χρόνου διαγενομένου Δωριεῖς ἐπʼ Ἀθήνας ἐστράτευον. ὡς δʼ Ἐλευσῖνι γίγνονται, καταισχυνθέντες, εἴτε καὶ δείσαντες χρὴ λέγειν, ἀπιόντες ᾤχοντο τὴν αὐτήν. ἡ δʼ ἐκείνων τότε κίνησις Ἰωνίαν οἰκίζει παρʼ ἡμῖν. γενομένου δὲ τοῦ Μηδικοῦ στόλου καὶ μεγίστων δὴ πραγμάτων καὶ κινδύνων οὐ μόνον τὴν Ἑλλάδα, ἀλλὰ καὶ πᾶν ὅσον ἔξω τῆς

おお、かつて私にとって歌うにこれほど甘美なものはなかったエレウシスよ。いかなるオルペウス、タミュリス、あるいはエレウシスの住人たるいかなるムサイオスが、これほど重大な事柄に対して十分でありえようか。いかなるキタラやリュラが、全地の共通の没落、共通の破滅を、ともに哀悼するのだろうか。ゼウスよ、あなたは私どもの前にいかなる主題を提示されたのか。私自身、この弁論に身を寄せるにつれて、麻痺し、引き返し、ただこの一点だけを言うことを余儀なくされている。すなわち、沈黙していることができない、と。ギリシア人のうち、あるいは異民族のうちに、これほど愚かで無知な者が、あるいは大地の外、あるいは神々の外にこれほどかけ離れた者が、あるいは一言で言えば、美しいものに対してこれほど無感覚な者が、これら(の暴挙)を行った、もっとも忌まわしく滅びるべき者たちを除いて、いったい誰がいようか。エレウシスを大地の共通の聖域とみなさず、人間に与えられたあらゆる神聖なもののうちで、最も畏怖すべきであると同時に最も輝かしいものとみなさない者など、誰がいようか。他のいかなる土地や神話の風評が、より驚嘆すべき事柄を歌い上げただろうか。あるいは、そこで執り行われる儀式が、より大きな驚愕をもたらしただろうか。あるいは、目にする光景が、耳にする噂とこれほどまでに競い合うことになっただろうか。確かに、目に見えるものに関わるすべての事柄については、幸いなる男たちや女たちの数限りない世代が、あの口にすべからざる幻影の中で目にしてきた。他方で、詩人や散文作家や歴史家たちがみな、公に歌い讃えていることといえば、デメテルの娘がある期間行方不明になり、デメテルが娘を捜して全陸地と海を巡り歩いたこと、初めは発見できなかったものの、エレウシスに至ってその地に名前を与え、娘を見出すと神秘儀礼を創始したこと、そして穀物が、あの二柱の女神からアテナイ人へ、さらにアテナイ人からギリシア人と異民族の双方に与えられたことである。――そしてこれらのことについては、ケレオス、メタネイラ、トリプトレモスが名高く取り沙汰され、翼のある竜の戦車がすべての陸と海の上を運ばれていったとされる。――また、異邦人のうち最初に秘儀を授けられたのはヘラクレスとディオスクロイであり、最初の体育競技がアッティカのエレウシスで開催され、その賞品は、人間が飼い慣らされた食物によってどれほど力強く成長したかを競う中で、姿を現したその穀物であったこと。また、ギリシア人たちも常に穀物の初穂を、自らと穀物の母市としてのアテナイに、アテナイ人の都市へと携えていったことである。他方、エウモルピダイとケリュケスは、それぞれポセイドンとヘルメスに自らの祖を求め、前者はヒエロパンテスを、後者はダドゥコスを送り出した。 そして、神話に属する事柄は以上の通りである。その後のこととしては、ヘラクレイダイがペロポネソスに帰還し、時が流れた後、ドリア人がアテナイに対して遠征を行った。彼らはエレウシスに至ったとき、恥じたのか、あるいは恐れたと言うべきか、来た道をそのまま引き返していった。そのときの彼らの移動が、私たちの間におけるイオニア移住をもたらしたのである。ペルシアの艦隊が襲来し、最大の出来事と危機がギリシアのみならず、その外にあるすべての...

構文注5 件
  1. 256ᾁδειν

    比較級形容詞 ἡδίων に伴う制限(観点)の不定詞。ここでは「歌うにおいてより快い」の意味。

  2. 256ὅτι σιγᾶν οὐκ ἔχω

    接続詞 ὅτι に導かれる節で、直前の指示代名詞 καθʼ ἓν τοῦτο(この一点だけを)と同格(説明的)に置かれている。ἔχω は不定詞 σιγᾶν を伴って「〜できる」の能力の意味。

  3. 257ὅσα μὲν δὴ θέας ἐχόμενα...

    文頭の ὅσα μὲν δὴ... から ἃ δʼ εἰς τὸ μέσον... への対比構造において、前者 ὅσα は関係代名詞対格として宙に浮いた状態(破格、anacoluthon)になっている。後者の ἃ δʼ は関係代名詞中性複数であり、これに続く一連の対格不定詞句(γενέσθαι, ἐπέρχεσθαι等)を導く。

  4. 257χρόνον ἔστιν ὃν

    熟語的な表現で、「ある期間の間」(ἔστιν ὅτε 「ある時には」等と同様の構成)を意味し、時間の継続を表す対格。

  5. 257ὡς μητροπόλει σφῶν τε αὐτῶν καὶ τῶν καρπῶν τῶν Ἀθηναίων τῇ πόλει

    ὡς μητροπόλει... (〜の母市として)はアテナイ(Ἀθήναζε)を修飾する同格表現。τῶν Ἀθηναίων τῇ πόλει(アテナイ人の都市へ)は Ἀθήναζε(アテナイへ)あるいは μητροπόλει をさらに換言・詳述する与格の同格表現。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0284.tlg019.humanitext-grc2:256-257