Humanitext Reader

阿里斯·台德斯 · 论基齐库斯神庙 §244-245

普遍共同统治与对神明秩序的效法

第 5 段,共 6 段 · 希腊语

内容简介

赞美两位共同皇帝符合罗马政制的普遍统治与友爱美德,论证他们的和谐合作效法了神明的宇宙秩序和救世神祇的协同,造福全人类。

§244παῖδες κατʼ εὐχὴν ἐγένοντο.
确实成为了最符合他们期望的子嗣。
πρέποντα δέ μοι δοκοῦσι καὶ τῷ τύπῳ τῆς πολιτείας διανοηθῆναι·
在我看来,他们也构想出了符合这一政体特征的事物。
μόνη γὰρ αὕτη πόλεων μετέβαλε τὸν νόμον.
因为在所有的城市中,唯有这座城市改变了律法。
οἱ μὲν γὰρ ἄλλοι πάντες καὶ Ἕλληνες καὶ βάρβαροι ὅσοι κατὰ μικρὸν δυναστείας προσήψαντο, ἓν τοῦτο ἐσκέψαντο, ὅπως μηδεὶς τῶν αὐτῶν ἀπολαύσεται, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἅπαντες ἀπελαθήσονται.
因为其他所有的人,无论是希腊人还是蛮族,只要稍微掌握了统治权,就只考虑一件事,即如何让别人无法享受同样的益处,而是尽可能把所有人都排斥在外。
μόνοι δὲ πάντων οὗτοι κοινὰ τἀγαθὰ προὔθεσαν εἰς μέσον, ὥσπερ ἆθλα τοῖς βελτίστοις, καὶ οὔτε Εὐρώπην ἢ Ἀσίαν ἢ Λιβύην οἰκεῖν διαφέρει οὔτε ἔστιν ὅρος διείργων οὐδεὶς, οὐ Τάναϊς, οὐ λίμνη Μαιῶτις, οὐκ Ἀτλαντὶς νῆσος, οὐχ ὅ τι εἴποι τις, ἀλλὰ πάντες ἄνθρωποι καὶ πάντα γένη προσήκει τῇ πόλει, καὶ πᾶσιν ἔξεστιν ἄρχειν τὰ γιγνόμενα.
然而,唯独他们在所有人中将公共的福祉呈现在中间,如同给最优秀之人的奖赏,居住在欧洲、亚洲还是利比亚并无分别,也没有任何阻隔的疆界,无论是顿河、亚速海、亚特兰蒂斯岛,还是任何人所能提起的任何事物,相反,所有的人类和所有的种族都属于这座城市,并且所有人都有权治理所发生的一切事务。
ὥσπερ οὖν τῶν ἐν μέρει κοινὴν τὴν μετουσίαν ἅπασι καταστησαμένους ᾔδεσαν τοὺς προγόνους τοῖς ἀξίοις, οὕτως αὐτοὶ πλεῖστον ὑπερφέροντες ἁπάντων εἰς ἀρετὴν κοινὴν τὴν ἀρχὴν τῶν ὅλων ἐποιήσαντο.
因此,正如他们知道,祖先们曾为合宜之人确立了人人共享轮流担任之公职的权利,他们自己也同样在美德上远远超越众人,将整个世界的统治权变为了共有之物。
καὶ τό γε ἥδιστον τῆς ἐπινοίας, ὥσπερ γὰρ πρότερον τοὺς κατʼ ἐνιαυτὸν ἄρχοντας κατὰ συζυγίαν παρείχοντο ὀνομάζειν τοῖς ἔξω, οὕτω νῦν τοὺς διηνεκεῖς ἔξεστιν ὁμοῦ πατρόθεν τε καὶ σὺν ἀλλήλοις ὀνομάζειν.
而这一构想最令人愉悦之处在于,正如以前人们向外界提供成对命名的年度执政官一样,如今人们也可以将这些终身的统治者,结合其父名,并与彼此联系在一起共同命名。
οὕτως καὶ τῆς πάσης πολιτείας ἀκόλουθα ἐσκέψαντο καὶ τὴν ὑπερβολὴν ἐλπίδος κρείττω παρέσχοντο.
如此,他们考量了与整个国家体制相符的事物,并带来了超越期望的极致。
καὶ μὴν Ὅμηρος μὲν ἔφη που σεμνύνων τοὺς βασιλέας "θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων· " οἱ δὲ οὐ θυμοῦ ῥώμην οὐδὲ ὀργῆς ἀμετρίαν τὰ ἐπίσημα τῆς ἀρχῆς ἐποιήσαντο, ἀλλὰ φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα εἰσηνέγκαντο, καὶ τῷ ὄντι ἐδήλωσαν τὴν τροφὴν θείαν οὖσαν ἑαυτῶν.
况且,荷马曾在某处尊崇国王们说: “受宙斯哺育的国王们,其愤怒是伟大的”;但他们并未将愤怒的力量或无度的暴躁作为统治的标志,反而带来了仁爱与宽宏大度的最杰出表现,并真实地证明了他们自己的养育是具有神性的。
ὁ γοῦν λογισμὸς αὐτῶν θεῖος καὶ ὡς ἀληθῶς ἄνωθεν ἔχων τὸ παράδειγμα καὶ πρὸς ἐκείνην ὁρῶν τὴν πολιτείαν, εἰ δεῖ κεφάλαιον εἰπεῖν· ἐπεὶ καὶ θεοὺς αὐτοὺς καὶ τὸν σύμπαντα δὴ κόσμον τε καὶ οὐρανὸν φιλίαν καὶ κοινωνίαν φασὶν εἶναι τὴν συνέχουσαν, καὶ διὰ τούτων τὸν ἀεὶ χρόνον ἀσφαλῶς ἅπαντα §245πορεύεσθαι, φθόνον δὲ καὶ δυσμένειαν ἐν θεῶν οἴκοις οὐδʼ ἐν ἤθεσιν οὔτε εἶναί ποτε οὔτε γίγνεσθαι.
总之,如果要概括地说,他们的理智是神性的,真正从上天获得其模范,并注视着那座天上的城邦;因为人们说,即使是众神自己以及整个宇宙和天空,也是由友谊与共同体所维系,且通过这些,万物在永恒的时间里安全地运行,而嫉妒与敌意在众神的居所和性情中,既不曾存在,也绝不会产生。
οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι.
因此,那些增加壕沟和城墙的人,是用真正微小且凡俗的手段来扩张统治,而他们通过向所有人展示如此辉煌且令人赞叹的美德、正义与友谊的典范,真正从神明那里获得了胜利,并佩戴着不朽的冠冕;他们理所当然被视为神明之友,正如他们彼此是朋友一样,并且被纯粹地视为人类的恩人。
ὥσπερ γὰρ οἱ γράφειν ἀγαθοὶ διὰ τῶν πινάκων τῶν ὑπὲρ κορυφῆς μεθʼ ὑπερβολῆς δεικνύουσι τὰ γράμματα ὡς μέγιστα καὶ ὡς κάλλιστα γραφόμενοι τοῖς παισὶ μιμεῖσθαι τὸ εἰς δύναμιν τὴν ἑαυτῶν, οὕτως οὗτοι τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις διὰ τοῦ μεγίστου τῶν παραδειγμάτων ἐξέφηναν, ὥστʼ ἔχειν ἕκαστον εἰς δύναμιν εἶναι μιμεῖσθαι καὶ καθάπερ διδασκάλων τῶν βασιλέων ἀπολαύειν εἰς τὰ αὑτῶν πράγματα.
因为正如优秀的写字教师在写字板的顶端,以夸张的方式,写下尽可能大且美丽的字母展示给孩子们,好让他们尽其力去模仿,他们也通过最伟大的典范展现了人类中最美好的事物,使得每个人都能够尽力模仿,并将国王们视作教师,使之有益于自己的事务。
ποῖαι ταῦτα Σεσώστριδος στῆλαι δύναιντʼ ἂν ὑπερβαλέσθαι, ἃς ἐκεῖνος ἐπʼ ἀμφοτέραις ἵστη περιιὼν, μᾶλλον δὲ τούτων ἐγγὺς εἶναι δόξαι;
塞索斯特里斯巡游时在大陆两端设立的哪些纪念柱能超越这些,或者说,能被认为接近这些?
τίς ἀνθρώπων ἅμα τοσοῦτόν τε ἐνίκησε καὶ οὕτω λυσιτελῆ τοῖς νικωμένοις;
在人类中,有谁能同时赢得如此巨大的胜利,又对被征服者如此有益?
καὶ γάρ τοι τοῖς μὲν ἄλλοις ὁ φόβος οἰκειοῖ τοὺς ἀρχομένους, ὑπὲρ δὲ τούτων εὐχαὶ καὶ χάριτες κοιναὶ παρὰ πάντων οὐκ εὐπρεπείᾳ μόνον εἰς τὸ μέσον γιγνόμεναι, ἀλλʼ ἀπὸ τοῦ καθαρωτάτου τῆς γνώμης.
因为对其他统治者而言,是恐惧拉近了臣民的距离,而对他们,所有人都献上共同的祈祷与感谢,这不仅是为了表面上的体面而呈现在中间,而是源于最纯洁的内心意愿。
εἰσέρχεται δὲ ἔμοιγε καὶ τὰ τῶν δύο τῶν σωτήρων θεῶν, οἳ τὴν γῆν ἅπασαν κατειληφότες σώζουσι κοινῇ καὶ συνεργάζονται, παρʼ ἀλλήλους τε πέμποντες καὶ τὰς εὐεργεσίας τὰς παρʼ ἑαυτῶν καὶ τὰς παρὰ τῶν ἀνθρώπων εὐχαριστίας κοινὰς ποιούμενοι·
在我心中也浮现出两位救世神明的事迹,他们包容了整个大地,共同予以救助并协同工作,彼此派遣使者,并将他们自己的恩泽与人类的感谢变为共有。
παρʼ οἷς τίνας μᾶλλον τούτων εἰκὸς εὐδοκιμεῖν, ἢ τίνας ἐν πλείονι τῆς σωτηρίας εἶναι λόγῳ, οἵτινες ὥσπερ προφῆται καὶ μίμημα τῆς ἐκείνων γνώμης γεγόνασι, τὴν καλλίστην φιλίαν ἐπʼ ὠφελείᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων συνθέμενοι γένους;
在他们面前,还有谁比他们更配受尊崇,或者谁能在救世的考量中占有更大的分量? 他们就像是那些神明意志的代言人和模仿者,为了人类共同种族的利益,建立了最美丽的友谊。
ἄξιον οὖν τοῖς μὲν θεοῖς χάριν εἰδέναι, τοῖς δὲ
因此,理当向神明表示感谢,而向……

词汇与语法注释

  1. p.244πρέποντα δέ μοι δοκοῦσι καὶ τῷ τύπῳ τῆς πολιτείας διανοηθῆναι — πρέποντα 是中性复数宾格,作为不定式 διανοηθῆναι(此处具有主动意义,“构想”)的直接宾语。虽然它容易被误认为是与 δοκοῦσι(“他们似乎”)连用的主格表语,但句意为“他们在我看来构想了符合……的事物”。τῷ τύπῳ τῆς πολιτείας 是由 πρέποντα 所支配的与格。
  2. p.244ὥσπερ οὖν τῶν ἐν μέρει κοινὴν τὴν μετουσίαν ἅπασι καταστησαμένους ᾔδεσαν τοὺς προγόνους τοῖς ἀξίοις — ᾔδεσαν(οἶδα 的直说过去完成时,“他们知道”)支配着一个分词结构,其主语为宾格的 τοὺς προγόνους(“先祖”),伴随不定过去时分词 καταστησαμένους(“确立”)。τῶν ἐν μέρει 是属格,指代“轮流担任的事物”(即轮值公职),修饰 μετουσίαν(“分享/参与”)。
  3. p.244καὶ τό γε ἥδιστον τῆς ἐπινοίας — 整个短语起名词性或副词性绝对格(或副词性宾格)的作用,稍微独立于主句,起引导作用:“而这一构想最令人愉悦之处在于”。
  4. p.245εἰσέρχεται δὲ ἔμοιγε καὶ τὰ τῶν δύο τῶν σωτήρων θεῶν — εἰσέρχεται 的作用类似于无人称动词,意为“(在心中)浮现/产生”,伴随与格代词 ἔμοιγε(“在我”)。主语是中性复数短语 τὰ τῶν δύο τῶν σωτήρων θεῶν(“关于两位救世神明的事迹”),单数动词 εἰσέρχεται 与中性复数主语一致。

引用这一段

阿里斯·台德斯, 论基齐库斯神庙 §244-245. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg016.humanitext-grc2:244-245

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。