§244παῖδες κατʼ εὐχὴν ἐγένοντο.
まさに望み通りの彼らの子らとなったのである。
πρέποντα δέ μοι δοκοῦσι καὶ τῷ τύπῳ τῆς πολιτείας διανοηθῆναι·
また彼らは、この国制のあり方にふさわしい事柄を構想したと私には思われる。
μόνη γὰρ αὕτη πόλεων μετέβαλε τὸν νόμον.
なぜなら、この都市だけが諸都市の中で法を変えたからである。
οἱ μὲν γὰρ ἄλλοι πάντες καὶ Ἕλληνες καὶ βάρβαροι ὅσοι κατὰ μικρὸν δυναστείας προσήψαντο, ἓν τοῦτο ἐσκέψαντο, ὅπως μηδεὶς τῶν αὐτῶν ἀπολαύσεται, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἅπαντες ἀπελαθήσονται.
というのも、ギリシア人であれ蛮族であれ、少しでも支配権を手にした他のすべての者たちは、自分たちと同じ恩恵を他の誰も享受しないように、むしろできる限りすべての者が排除されるように、ということだけを考えたからである。
μόνοι δὲ πάντων οὗτοι κοινὰ τἀγαθὰ προὔθεσαν εἰς μέσον, ὥσπερ ἆθλα τοῖς βελτίστοις, καὶ οὔτε Εὐρώπην ἢ Ἀσίαν ἢ Λιβύην οἰκεῖν διαφέρει οὔτε ἔστιν ὅρος διείργων οὐδεὶς, οὐ Τάναϊς, οὐ λίμνη Μαιῶτις, οὐκ Ἀτλαντὶς νῆσος, οὐχ ὅ τι εἴποι τις, ἀλλὰ πάντες ἄνθρωποι καὶ πάντα γένη προσήκει τῇ πόλει, καὶ πᾶσιν ἔξεστιν ἄρχειν τὰ γιγνόμενα.
しかし、彼らだけはすべての人の中で唯一、公共の善を、最も優れた者たちへの賞品のように中央に提示し、ヨーロッパやアジアやリビアに住むことに違いはなく、隔てる境界も存在しない。 タナイス川も、マイオティス湖も、アトランティス島も、人が口にするいかなるものも境界ではなく、むしろすべての人間とすべての民族がこの都市に所属し、生じるすべての事において支配することがすべての人に許されているのである。
ὥσπερ οὖν τῶν ἐν μέρει κοινὴν τὴν μετουσίαν ἅπασι καταστησαμένους ᾔδεσαν τοὺς προγόνους τοῖς ἀξίοις, οὕτως αὐτοὶ πλεῖστον ὑπερφέροντες ἁπάντων εἰς ἀρετὴν κοινὴν τὴν ἀρχὴν τῶν ὅλων ἐποιήσαντο.
それゆえ彼らは、祖先たちがふさわしい人々に対して、交代で行われる職務への共同のあずかりを万人に対して確立したことを知っていたように、そのように彼ら自身も、徳においてすべての人々をはるかに凌駕して、万物の支配権を共同のものとしたのである。
καὶ τό γε ἥδιστον τῆς ἐπινοίας, ὥσπερ γὰρ πρότερον τοὺς κατʼ ἐνιαυτὸν ἄρχοντας κατὰ συζυγίαν παρείχοντο ὀνομάζειν τοῖς ἔξω, οὕτω νῦν τοὺς διηνεκεῖς ἔξεστιν ὁμοῦ πατρόθεν τε καὶ σὺν ἀλλήλοις ὀνομάζειν.
そしてこの考案の最も喜ばしい点として、かつては年ごとの執政官たちをペアで外部の人々に名乗らせていたように、今や、終身の支配者たちを、父祖の名と共に、また互いに関連づけて同時に呼ぶことができるのである。
οὕτως καὶ τῆς πάσης πολιτείας ἀκόλουθα ἐσκέψαντο καὶ τὴν ὑπερβολὴν ἐλπίδος κρείττω παρέσχοντο.
このように彼らは国制全体のあり方にも合致することを考慮し、希望を超えるほどの極致をもたらした。
καὶ μὴν Ὅμηρος μὲν ἔφη που σεμνύνων τοὺς βασιλέας
"θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων· "
οἱ δὲ οὐ θυμοῦ ῥώμην οὐδὲ ὀργῆς ἀμετρίαν τὰ ἐπίσημα τῆς ἀρχῆς ἐποιήσαντο, ἀλλὰ φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα εἰσηνέγκαντο, καὶ τῷ ὄντι ἐδήλωσαν τὴν τροφὴν θείαν οὖσαν ἑαυτῶν.
さらに、ホメロスはどこかで王たちを敬って "ゼウスに育まれし王たちの怒りは偉大なり" と言ったが、彼らは怒りの力や無秩序な憤怒を支配の象徴とせず、むしろ人類愛と気宇の大きさの最も優れた部分をもたらし、自らの育ちが本当に神聖なものであることを示したのである。
ὁ γοῦν λογισμὸς αὐτῶν θεῖος καὶ ὡς ἀληθῶς ἄνωθεν ἔχων τὸ παράδειγμα καὶ πρὸς ἐκείνην ὁρῶν τὴν πολιτείαν, εἰ δεῖ κεφάλαιον εἰπεῖν·
要約して言わねばならぬなら、彼らの理性は神聖であり、真に天上からその範例を得て、あの天上の国制を見つめているのである。
ἐπεὶ καὶ θεοὺς αὐτοὺς καὶ τὸν σύμπαντα δὴ κόσμον τε καὶ οὐρανὸν φιλίαν καὶ κοινωνίαν φασὶν εἶναι τὴν συνέχουσαν, καὶ διὰ τούτων τὸν ἀεὶ χρόνον ἀσφαλῶς ἅπαντα §245πορεύεσθαι, φθόνον δὲ καὶ δυσμένειαν ἐν θεῶν οἴκοις οὐδʼ ἐν ἤθεσιν οὔτε εἶναί ποτε οὔτε γίγνεσθαι.
なぜなら、神々自身をも、そして全世界と天をも維持しているのは友愛と共同関係であると人々は言っているからであり、これらを通じて永遠の時を通じてすべてのものが安全に運行するのであり、嫉妬や敵意は神々の家にもその気風の中にも、かつて存在したこともなく、生じることもないからである。
οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι.
それゆえ、ある者たちは堀や城壁を追加することによって、真に取るに足らない、朽ちるべき手段で支配領域を拡大するが、彼らは、徳と正義と友愛という、これほど輝かしく驚くべき模範をすべての人々が目にするために提示することによって、真に神々からの勝利を獲得し、不滅の冠で飾られているのである。 彼らこそ、互いの友人であるのと同様に神々の友人であり、人間の純粋な恩人であるとみなされるのが当然である。
ὥσπερ γὰρ οἱ γράφειν ἀγαθοὶ διὰ τῶν πινάκων τῶν ὑπὲρ κορυφῆς μεθʼ ὑπερβολῆς δεικνύουσι τὰ γράμματα ὡς μέγιστα καὶ ὡς κάλλιστα γραφόμενοι τοῖς παισὶ μιμεῖσθαι τὸ εἰς δύναμιν τὴν ἑαυτῶν, οὕτως οὗτοι τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις διὰ τοῦ μεγίστου τῶν παραδειγμάτων ἐξέφηναν, ὥστʼ ἔχειν ἕκαστον εἰς δύναμιν εἶναι μιμεῖσθαι καὶ καθάπερ διδασκάλων τῶν βασιλέων ἀπολαύειν εἰς τὰ αὑτῶν πράγματα.
というのも、優れた書き方の教師たちが、手習い板の最上部に誇張して、できるだけ大きく最も美しい文字を書いて子供たちに示し、自らの能力の及ぶ限りそれを模倣させるように、彼らもまた、人間における最も美しいものを、最も大いなる範例を通じて示し、それによって各人が能力の限り模倣し、王たちを教師として自らの諸事に役立てることができるようにしたからである。
ποῖαι ταῦτα Σεσώστριδος στῆλαι δύναιντʼ ἂν ὑπερβαλέσθαι, ἃς ἐκεῖνος ἐπʼ ἀμφοτέραις ἵστη περιιὼν, μᾶλλον δὲ τούτων ἐγγὺς εἶναι δόξαι;
セソストリスが諸国を巡って世界の(東西)両端に建てたいかなる記念柱が、これらを凌駕し、あるいはこれらに近いとみなされることができようか。
τίς ἀνθρώπων ἅμα τοσοῦτόν τε ἐνίκησε καὶ οὕτω λυσιτελῆ τοῖς νικωμένοις;
人間のうち、これほど大いなる勝利を収めると同時に、征服された者たちにこれほど有益であった者が他にいるだろうか。
καὶ γάρ τοι τοῖς μὲν ἄλλοις ὁ φόβος οἰκειοῖ τοὺς ἀρχομένους, ὑπὲρ δὲ τούτων εὐχαὶ καὶ χάριτες κοιναὶ παρὰ πάντων οὐκ εὐπρεπείᾳ μόνον εἰς τὸ μέσον γιγνόμεναι, ἀλλʼ ἀπὸ τοῦ καθαρωτάτου τῆς γνώμης.
なぜなら、他の支配者たちにとっては恐怖が被支配者たちを従わせるのに対し、彼らに対しては、すべての人々から共通の祈りと感謝が、ただ表向きに公に示されるだけでなく、最も純粋な内意から湧き起こるからである。
εἰσέρχεται δὲ ἔμοιγε καὶ τὰ τῶν δύο τῶν σωτήρων θεῶν, οἳ τὴν γῆν ἅπασαν κατειληφότες σώζουσι κοινῇ καὶ συνεργάζονται, παρʼ ἀλλήλους τε πέμποντες καὶ τὰς εὐεργεσίας τὰς παρʼ ἑαυτῶν καὶ τὰς παρὰ τῶν ἀνθρώπων εὐχαριστίας κοινὰς ποιούμενοι·
そして、私には二人の救済神のことも心に浮かぶ。 彼らは全大地を包み込み、共同で救い、協力し合い、互いのもとに使者を送り合い、自らからの恩恵と人間からの感謝を共有のものとしているのである。
παρʼ οἷς τίνας μᾶλλον τούτων εἰκὸς εὐδοκιμεῖν, ἢ τίνας ἐν πλείονι τῆς σωτηρίας εἶναι λόγῳ, οἵτινες ὥσπερ προφῆται καὶ μίμημα τῆς ἐκείνων γνώμης γεγόνασι, τὴν καλλίστην φιλίαν ἐπʼ ὠφελείᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων συνθέμενοι γένους;
彼らのもとで、これら(皇帝たち)よりも誰が愛されるにふさわしく、あるいは誰がその救済の配慮においてより大きな重きを置かれるに値しようか。 彼らはまるで、人類という共通の種族の益のために最も美しい友愛を結び、あの神々の意志の代弁者であり模倣者となったのであるから。
ἄξιον οὖν τοῖς μὲν θεοῖς χάριν εἰδέναι, τοῖς δὲ
それゆえ、神々には感謝を捧げ、他方には