Humanitext Reader

阿里斯·台德斯 · 论基齐库斯神庙 §242-243

对二帝共治精神与国家和谐的赞颂

第 4 段,共 6 段 · 希腊语

内容简介

作者赞美了两位皇帝共同执政的精神,论证了这超越了亚历山大独占的野心和波斯国王空洞的制度,给国家带来了真正的和谐。

§242ἔδει προελθεῖν κοινωνίαν·
伙伴关系本应推进到那个限度。
ἀλλʼ ἐπὶ τοσοῦτον τῆς μεγαλοψυχίας ἐλθόντες ὥστε πᾶσαν τὴν γῆν καὶ τὴν θάλατταν τῷ λόγῳ τούτῳ καταλαβεῖν καὶ μηδὲν ἀκοινώνητον τῶν ὄντων αὐτοὺς ἐκφυγεῖν, ὡς ἀληθῶς καθʼ Ὅμηρον κοινὴν τὴν γῆν καταστήσαντες, τῇ προστασίᾳ μὲν αὑτῶν, τῇ δὲ χρείᾳ συμπάντων·
然而,他们达到了如此高尚的气度,以至于用这句话包容了整个陆地与海洋,使得存在的事物中没有一样不被共享而从他们那里漏掉。 他们真正按照荷马所言,将大地变为了共有之物,在保护上归于他们自己,但在使用上归于所有人。
ἃ πρόσθεν εὔξασθαι μὲν ἐξῆν ὑπὲρ δικαιοσύνης, ἐλπίσαι δʼ οὐδαμοῦ περιῆν, ἀλλʼ ὁ τῆς εὐδαιμονίας ὅρος ὥσπερ εὐχή τις ἐφαίνετο.
这些在以前,人们为了正义或许还可以祈求,但却绝无可能抱有希望,相反,幸福的极限似乎只是一种奢望。
στρατηγοὶ μὲν γὰρ ἤδη στρατηγοὺς ἐν κινδύνοις προσείλοντο καὶ πόλεις ἀλλήλας ἐπὶ καιρῶν παρέλαβον καὶ βασιλεῖς πρὸς βασιλέας φιλίας καὶ συνθήκας ἐποιήσαντο, καὶ οὗτοι τῆς χρείας ὡς τὰ πολλὰ ἡττηθέντες, καὶ μέχρι τούτου κοινωνίας ἴσμεν γενομένας·
因为过去将领们在危难中确曾选择其他将领作为同僚,城市之间在关键时刻也曾互相接纳,国王与国王之间也曾建立友谊并缔结条约,而这些大多也是屈服于必然的需要,我们所知道的伙伴关系也仅止于此。
βασιλεὺς δὲ ἑκὼν βασιλέα νῦν δὴ πρῶτον προείλετο κοινωνὸν ἑαυτῷ τῶν ὅλων καὶ μόνος τῶν ἐκ τοῦ παντὸς αἰῶνος οὐκ ἀρχὴν προσλαβεῖν μᾶλλον ἐζήτησεν ἢ βασιλέα προσλαβεῖν ἐπὶ πᾶσι τοῖς ἴσοις.
然而,一位皇帝自愿地,在当今历史上破天荒第一次,选择另一位皇帝作为自己整个领域的合伙人;在有史以来的所有人中,唯有他,不求获取更多的统治权力,而求在完全平等的条件下获得另一位皇帝。
καὶ γάρ τοι καταθεὶς εἰς μέσον τὴν ἀρχὴν οὐκ ἐλάττω ἐποίησε τὸ αὑτοῦ μέρος, ἀλλʼ αὐτῷ τούτῳ μείζω τήν τε αὑτοῦ καὶ τὴν τοῦ συνάρξαντος κατέστησεν.
事实上,他通过将统治权置于共享的中心,并没有减少自己的份额,反而正是通过这一点,使他自己和共同统治者的权力都变得更加伟大。
Ἀλέξανδρος μὲν γὰρ ἐξέπληξε τοὺς ἀνθρώπους, οὐ δεξάμενος τὴν πρὸς Δαρεῖον κοινωνίαν, καὶ ἴσως καλῶς ποιῶν, ἅτε οὐ πρὸς ὁμότιμον τὴν Ἀσίαν μέλλων νέμεσθαι· ὅμως δʼ ἔμοιγε δοκεῖ μηδʼ εἰ πολλῷ τις ἦν Δαρείου βελτίων, μηδʼ ἂν οὕτω δέξασθαι σὺν ἄλλῳ τῶν ἄλλων ἁπάντων κρατεῖν·
因为亚历山大拒绝与大流士共享统治而令世人震惊,这或许是正确的,因为他并不打算与一个地位不相等的人瓜分亚洲;然而在我看来,即使有比大流士优秀得多的人,他也不会接受与另一个人共同统治其余的一切。
οἱ δὲ τὴν βασιλείαν δικαιοσύνης σύμβολον τῆς τελεωτάτης ἐποιήσαντο, ὥσπερ τούτου χάριν παραλαμβάνοντες τὰ τῶν ἀνθρώπων πράγματα, ἵνʼ εἶεν ἅπασιν ἀρετῆς διδάσκαλοι κοινοί.
但他们把君权作为最完美正义的象征,仿佛是为了这个目的才接管人类的事务,以便成为所有人共同的德行导师。
τοῦτο ὑπὲρ πᾶσαν μὲν Καυκάσου περίοδον, τοῦτο δʼ ὑπὲρ Ἰνδοὺς ἁλισκομένους καὶ Κασπίας πύλας, τοῦτο ὑπὲρ πάντα τἀνθρώπεια, τοῦτο τοῖς καλλίστοις ἐστὶ νικώντων καὶ ἃ προσήκει τῇ φύσει.
这超越了高加索的全部边界,超越了被征服的印度人和里海之门,超越了人类的一切,属于那些用最美好的事物去征服的人,以及那些符合其本性的人。
οὔτε γὰρ εἴ τις ἔξω τοῦ Ἀτλαντικοῦ πελάγους ἐστὶ γῆ, ταύτην προσκτησάμενοι, οὔτε ὅσα ἀοίκητα τῶν εἴσω διʼ ὑπερβολὴν ψύχους ἢ §243καύματος, εἰ ταῦτα εὑρόμενοι κραθῆναι παρὰ τῶν θεῶν προσθήκην τῆς ἀρχῆς ἐποιήσαντο ἰδίαν καθʼ ἑαυτόν πως ἑκάτερος, οὐκ ἂν ἔμοιγε ἐπʼ ἀρετῇ τοσούτῳ παρελθεῖν ἅπαντας δοκοῦσιν, ὅσῳ περ νῦν τὰ ὄντα κοινὰ ποιησάμενοι καὶ περὶ πλείονος ἀλλήλους ποιησάμενοι τῶν ὄντων ἁπάντων.
因为,即使在大西洋之外还有什么陆地,通过获取它,或者在内陆由于极度的寒冷或酷热而无法居住的地方,如果他们发现这些地方并由神明赐予而作为统治的私人增加物,每人以某种方式各自为政,在我看来,他们在德行上超越所有人的程度,绝无法与现在他们通过共享一切存在之物、并把彼此看得比一切存在之物更重要所达到的高度相比。
ὢ θαυμαστοῦ μὲν τοῦ μηδὲν δεομένου βασιλεύειν, εἰ μὴ δοκοίη τῷ ἀδελφῷ, θαυμαστοῦ δὲ τοῦ μὴ δεχομένου βασιλεύειν, εἰ μὴ σὺν τῷ ἀδελφῷ.
哦,那位如果兄弟不同意就完全不求统治的奇妙之人! 哦,那位如果不与兄弟一起就不接受统治的奇妙之人!
ὢ τοῖς ἴσοις ἀλλήλους ἀμειψάμενοι, μόνοι μὲν ἀλλήλοις ἐπὶ πλεῖστον παραπλήσιοι, μόνοι δʼ ἁπάντων πλεῖστον διαφέροντες, αὐτοὶ μὲν κοινωνοὶ τῶν μεγίστων, ἑτέρους δὲ οὐκ ἔχοντες τῶν ἴσων κοινωνούς.
哦,你们用对等之物互相报答,唯独彼此最为相似,又唯独与所有人相差最远,你们自己是最大事物的共享者,却不让其他人成为同等地位的共享者!
ὁ μὲν γὰρ τῶν Περσῶν βασιλεὺς ἐδόκει τι διάφορον κεκτῆσθαι τὸν καλούμενον βασιλέως ὀφθαλμὸν καὶ βασιλέως ὦτα· καὶ τοῦτο ἴσως μὲν ἦν τινα καὶ χρείαν παρέχον, τὸ δὲ πλεῖστον ἐμοὶ δοκεῖν ἀλαζόνευμα, ἵνα δὴ διπλᾶ τῶν ἄλλων ἀνθρώπων ὁρᾶν καὶ ἀκούειν δοκοίη.
因为波斯国王曾被认为拥有一种特别的东西,即所谓的“国王之眼”和“国王之耳”;这或许起到了一定的实际作用,但在我看来,这大部分是一种虚张声势,好让他显得比其他人能多看、多听一倍。
οἱ δὲ τοῦτο δὴ κάλλιστον καὶ σοφώτατον εὗρον πρὸς ὑπερβολήν· ἀμφότεροι γὰρ ἀλλήλοις ὦτα καὶ ὀφθαλμοὶ κατέστησαν, καὶ τὴν παρὰ τῆς φύσεως χρείαν ἐδιπλασίασαν, καὶ τὴν φυλακὴν τῆς ἀρχῆς οὐκ ἀλλοτρίαν, ἀλλʼ οἴκοθεν ὡς ἀληθῶς ἐποιήσαντο, κοινώσαντες ἅπαντα.
但他们却在极高程度上找到了这最美丽、最智慧的办法:因为双方都互为彼此的耳朵和眼睛,他们把自然赋予的效能翻了一倍,并且使帝国的防御不是依靠外人,而是真正出自内家,通过共享一切。
καὶ οὐδέν γε μᾶλλον τὸ τῆς μοναρχίας ἀγαθὸν διέφθαρται, ἀλλʼ ἐστὶ μοναρχία θαυμαστὴ δυοῖν σώμασι καὶ δυοῖν ψυχαῖν μιᾶς γνώμης ἐνιδρυμένης, ὥσπερ τινὸς ἁρμονίας διὰ πασῶν τῶν χορδῶν διηκούσης.
而且君主制的优势丝毫没有被破坏,反而是一种奇妙的君主制,它在两个身体和两个灵魂中,确立了单一的意志,就像某种贯穿所有琴弦的和谐旋律。
τίς οὖν γένοιτʼ ἂν ταύτης ἀμείνων μουσική;
那么,还有什么比这更好的音乐呢?
τίς συναυλία φιλτέρα τῷ τε Ἀπόλλωνι καὶ ταῖς Μούσαις;
有什么合奏对阿波罗和缪斯们来说更为亲切呢?
τίς ἁρμονία κοινοτέρα τῷ τῶν ἀνθρώπων γένει;
有什么和谐对整个人类来说更为普遍呢?
τὰ μὲν γὰρ Ἀμφίονος καὶ Ζήθου πρὸς τοσοῦτον ἦλθεν ὅσον πυργῶσαι Θήβας, κἀνταῦθά τινες τὴν τοῦ ἑτέρου μουσικὴν αἰτιῶνται, οἱ δὲ ὑπὲρ πασῶν τῶν πόλεων καὶ πάντων ἀνθρώπων κοινωσάμενοι τὴν μουσικὴν ταυτὸν ᾁδουσι, πατρόθεν μέν που καὶ ἐκ προγόνων τὸ μέλος παραλαβόντες, ἔτι δὲ αὐτὸ τῷ παντὶ λαμπρότερον καταστήσαντες, ὡς ἂν μάλιστα ἐκείνων
因为安菲翁和泽托斯的事迹,不过是到了为底比斯筑起城墙的程度,甚至在那里还有人指责另一方的音乐,但他们为所有的城市和所有的人共享了音乐,唱着同一支歌,他们从父亲和先祖那里继承了这段旋律,并使之变得更加辉煌,仿佛最能体现他们先祖的……

词汇与语法注释

  1. 242ἔδει προελθεῖν κοινωνίαν — 由无人称动词 ἔδει、不定式 προελθεῖν 以及作为其逻辑主语的宾格 κοινωνίαν 构成。承接前文“即便在以前最大的限度上(也未曾达到)”的语境,形成对比或让步:“本应推进到那个限度的伙伴关系(他们却走得更远)”。
  2. 242μηδὲν ἀκοινώνητον τῶν ὄντων αὐτοὺς ἐκφυγεῖν — 这是 ὥστε 引导的结果从句中的不定式结构。主语是中性代词 μηδὲν(存在之物中没有一样不被共享的),宾语是代词 αὐτούς(指皇帝们),动词 ἐκφυγεῖν 意为“逃脱、漏掉”。这表达了极强的整体性,即“没有任何事物在未被共享的情况下从他们那里漏掉”。
  3. 243οὐκ ἂν ἔμοιγε ἐπʼ ἀρετῇ τοσούτῳ παρελθεῖν ἅπαντας δοκοῦσιν — 语气词 ἄν 并不直接修饰主句动词 δοκοῦσιν,而是与不定式 παρελθεῖν 结合,构成条件句的归结从句(过去反事实或潜在虚拟)。主句动词 δοκοῦσιν 表达现在的判断(“在我看来”),整句呈现出一种双重结构:“在我看来,(即使他们获取了其他土地)他们也绝不会像现在这样在美德上超越所有人”。
  4. 243ὢ θαυμαστοῦ μὲν τοῦ μηδὲν δεομένου βασιλεύειν — 由感叹语气词 ὢ 引导的“感叹属格”句式。带冠词的分词 τοῦ μηδὲν δεομένου 呈属格形式,后接不定式 βασιλεύειν(统治)。此句赞美了其中一位共治帝(马可·奥勒留)的高尚姿态,即只要没有另一位(路奇乌斯·维鲁斯)的同意,他就绝不谋求帝位。

引用这一段

阿里斯·台德斯, 论基齐库斯神庙 §242-243. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg016.humanitext-grc2:242-243

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。