- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg016.humanitext-grc2:242-243
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
著者は二人の皇帝による共同統治(共治制)の精神を称賛し、それがアレクサンドロス大王の独占欲を超え、ペルシア王の空虚な制度を超えて、国家を真に調和させる偉大な美徳であることを論じる。
ἔδει προελθεῖν κοινωνίαν·1 ἀλλʼ ἐπὶ τοσοῦτον τῆς μεγαλοψυχίας ἐλθόντες ὥστε πᾶσαν τὴν γῆν καὶ τὴν θάλατταν τῷ λόγῳ τούτῳ καταλαβεῖν καὶ μηδὲν ἀκοινώνητον τῶν ὄντων αὐτοὺς ἐκφυγεῖν,2 ὡς ἀληθῶς καθʼ Ὅμηρον κοινὴν τὴν γῆν καταστήσαντες, τῇ προστασίᾳ μὲν αὑτῶν, τῇ δὲ χρείᾳ συμπάντων· ἃ πρόσθεν εὔξασθαι μὲν ἐξῆν ὑπὲρ δικαιοσύνης, ἐλπίσαι δʼ οὐδαμοῦ περιῆν, ἀλλʼ ὁ τῆς εὐδαιμονίας ὅρος ὥσπερ εὐχή τις ἐφαίνετο. στρατηγοὶ μὲν γὰρ ἤδη στρατηγοὺς ἐν κινδύνοις προσείλοντο καὶ πόλεις ἀλλήλας ἐπὶ καιρῶν παρέλαβον καὶ βασιλεῖς πρὸς βασιλέας φιλίας καὶ συνθήκας ἐποιήσαντο, καὶ οὗτοι τῆς χρείας ὡς τὰ πολλὰ ἡττηθέντες, καὶ μέχρι τούτου κοινωνίας ἴσμεν γενομένας· βασιλεὺς δὲ ἑκὼν βασιλέα νῦν δὴ πρῶτον προείλετο κοινωνὸν ἑαυτῷ τῶν ὅλων καὶ μόνος τῶν ἐκ τοῦ παντὸς αἰῶνος οὐκ ἀρχὴν προσλαβεῖν μᾶλλον ἐζήτησεν ἢ βασιλέα προσλαβεῖν ἐπὶ πᾶσι τοῖς ἴσοις. καὶ γάρ τοι καταθεὶς εἰς μέσον τὴν ἀρχὴν οὐκ ἐλάττω ἐποίησε τὸ αὑτοῦ μέρος, ἀλλʼ αὐτῷ τούτῳ μείζω τήν τε αὑτοῦ καὶ τὴν τοῦ συνάρξαντος κατέστησεν. Ἀλέξανδρος μὲν γὰρ ἐξέπληξε τοὺς ἀνθρώπους, οὐ δεξάμενος τὴν πρὸς Δαρεῖον κοινωνίαν, καὶ ἴσως καλῶς ποιῶν, ἅτε οὐ πρὸς ὁμότιμον τὴν Ἀσίαν μέλλων νέμεσθαι· ὅμως δʼ ἔμοιγε δοκεῖ μηδʼ εἰ πολλῷ τις ἦν Δαρείου βελτίων, μηδʼ ἂν οὕτω δέξασθαι σὺν ἄλλῳ τῶν ἄλλων ἁπάντων κρατεῖν· οἱ δὲ τὴν βασιλείαν δικαιοσύνης σύμβολον τῆς τελεωτάτης ἐποιήσαντο, ὥσπερ τούτου χάριν παραλαμβάνοντες τὰ τῶν ἀνθρώπων πράγματα, ἵνʼ εἶεν ἅπασιν ἀρετῆς διδάσκαλοι κοινοί. τοῦτο ὑπὲρ πᾶσαν μὲν Καυκάσου περίοδον, τοῦτο δʼ ὑπὲρ Ἰνδοὺς ἁλισκομένους καὶ Κασπίας πύλας, τοῦτο ὑπὲρ πάντα τἀνθρώπεια, τοῦτο τοῖς καλλίστοις ἐστὶ νικώντων καὶ ἃ προσήκει τῇ φύσει. οὔτε γὰρ εἴ τις ἔξω τοῦ Ἀτλαντικοῦ πελάγους ἐστὶ γῆ, ταύτην προσκτησάμενοι, οὔτε ὅσα ἀοίκητα τῶν εἴσω διʼ ὑπερβολὴν ψύχους ἢ καύματος, εἰ ταῦτα εὑρόμενοι κραθῆναι παρὰ τῶν θεῶν προσθήκην τῆς ἀρχῆς ἐποιήσαντο ἰδίαν καθʼ ἑαυτόν πως ἑκάτερος, οὐκ ἂν ἔμοιγε ἐπʼ ἀρετῇ τοσούτῳ παρελθεῖν ἅπαντας δοκοῦσιν,3 ὅσῳ περ νῦν τὰ ὄντα κοινὰ ποιησάμενοι καὶ περὶ πλείονος ἀλλήλους ποιησάμενοι τῶν ὄντων ἁπάντων. ὢ θαυμαστοῦ μὲν τοῦ μηδὲν δεομένου βασιλεύειν,4 εἰ μὴ δοκοίη τῷ ἀδελφῷ, θαυμαστοῦ δὲ τοῦ μὴ δεχομένου βασιλεύειν, εἰ μὴ σὺν τῷ ἀδελφῷ. ὢ τοῖς ἴσοις ἀλλήλους ἀμειψάμενοι, μόνοι μὲν ἀλλήλοις ἐπὶ πλεῖστον παραπλήσιοι, μόνοι δʼ ἁπάντων πλεῖστον διαφέροντες, αὐτοὶ μὲν κοινωνοὶ τῶν μεγίστων, ἑτέρους δὲ οὐκ ἔχοντες τῶν ἴσων κοινωνούς. ὁ μὲν γὰρ τῶν Περσῶν βασιλεὺς ἐδόκει τι διάφορον κεκτῆσθαι τὸν καλούμενον βασιλέως ὀφθαλμὸν καὶ βασιλέως ὦτα· καὶ τοῦτο ἴσως μὲν ἦν τινα καὶ χρείαν παρέχον, τὸ δὲ πλεῖστον ἐμοὶ δοκεῖν ἀλαζόνευμα, ἵνα δὴ διπλᾶ τῶν ἄλλων ἀνθρώπων ὁρᾶν καὶ ἀκούειν δοκοίη. οἱ δὲ τοῦτο δὴ κάλλιστον καὶ σοφώτατον εὗρον πρὸς ὑπερβολήν· ἀμφότεροι γὰρ ἀλλήλοις ὦτα καὶ ὀφθαλμοὶ κατέστησαν, καὶ τὴν παρὰ τῆς φύσεως χρείαν ἐδιπλασίασαν, καὶ τὴν φυλακὴν τῆς ἀρχῆς οὐκ ἀλλοτρίαν, ἀλλʼ οἴκοθεν ὡς ἀληθῶς ἐποιήσαντο, κοινώσαντες ἅπαντα. καὶ οὐδέν γε μᾶλλον τὸ τῆς μοναρχίας ἀγαθὸν διέφθαρται, ἀλλʼ ἐστὶ μοναρχία θαυμαστὴ δυοῖν σώμασι καὶ δυοῖν ψυχαῖν μιᾶς γνώμης ἐνιδρυμένης, ὥσπερ τινὸς ἁρμονίας διὰ πασῶν τῶν χορδῶν διηκούσης. τίς οὖν γένοιτʼ ἂν ταύτης ἀμείνων μουσική; τίς συναυλία φιλτέρα τῷ τε Ἀπόλλωνι καὶ ταῖς Μούσαις; τίς ἁρμονία κοινοτέρα τῷ τῶν ἀνθρώπων γένει; τὰ μὲν γὰρ Ἀμφίονος καὶ Ζήθου πρὸς τοσοῦτον ἦλθεν ὅσον πυργῶσαι Θήβας, κἀνταῦθά τινες τὴν τοῦ ἑτέρου μουσικὴν αἰτιῶνται, οἱ δὲ ὑπὲρ πασῶν τῶν πόλεων καὶ πάντων ἀνθρώπων κοινωσάμενοι τὴν μουσικὴν ταυτὸν ᾁδουσι, πατρόθεν μέν που καὶ ἐκ προγόνων τὸ μέλος παραλαβόντες, ἔτι δὲ αὐτὸ τῷ παντὶ λαμπρότερον καταστήσαντες, ὡς ἂν μάλιστα ἐκείνων
共同関係はそこまで進むべきであった。しかし彼らは、これほどまでの気宇壮大さに達したため、この言葉によってすべての陸地と海を包含し、存在するもののうち共有されないものが何一つ彼らから逃れることはなかった。こうして、真にホメロスに従って大地を、支配においては自分たちのものとしながらも、利用においてはすべての人にとって共通のものとしたのである。これらは、以前には正義の名の下に祈ることは許されても、期待することは決してできなかったことであり、むしろ幸福の極致は祈りの一種であるかのように見えていた。というのも、かつて将軍たちが危機において他の将軍たちを同僚として選び、都市同士が危急の際に互いを受け入れ、王たちが王たちに対して友好と条約を結んだことがあり、これらもたいていは必要性に迫られてのことであった。そして、私たちはこの段階までの共同関係が成立したことを知っている。しかし、一人の皇帝が自発的に別の皇帝を、全領域における自らの共同統治者として選んだのは、今まさに初めてのことであり、全歴史を通じて彼だけが、支配領域をさらに獲得することよりも、すべての点において対等な条件で別の皇帝を獲得することを求めたのである。そして実に、彼は支配権を共有の場に投げ出すことによって、自分自身の取り分を減少させたのではなく、まさにこのことによって、自分自身の支配権をも、また共同統治者の支配権をも、より大いなるものとしたのである。アレクサンドロスは、ダレイオスとの共同統治を受け入れなかったことで人々を驚嘆させ、それはおそらく正当なことであった。なぜなら、同等の権利を持つ者ではない者とアジアを分け合うつもりはなかったからである。しかしながら、私には、たとえダレイオスよりはるかに優れた人物が相手であったとしても、彼が他の誰かと共に他のすべてを支配することを受け入れることは決してなかっただろうと思われる。これに対して、彼らは君主権を最も完璧な正義の象徴とし、まるで、すべての人にとって徳の共通の教師となるために、人間の諸事を引き受けているかのようである。これはカウカソスの全周回を超え、これは征服されたインド人たちやカスピ海の門を超え、これは人間のあらゆる営みを超えて、最も美しいものたちによって勝利する者たち、そしてその本性にふさわしい者たちのものである。というのも、もし大西洋の外側に何らかの陸地があり、それを獲得したとしても、あるいは内側の未開地で極度の寒冷や暑さのゆえに住めない場所を神々から授かって治め、それぞれが何らかの形で自分自身の支配領域の追加としたとしても、私には、彼らが徳において、現在、存在するものを共有とし、存在するすべてのものよりも互いを重んじることによってすべての人を凌駕しているその度合いほどに、すべての人を凌駕したであろうとは思われないからである。 おお、兄弟の賛同が得られない限りは支配することを全く求めなかった、あの驚くべき人よ!そして、兄弟と一緒でなければ支配することを受け入れなかった、あの驚くべき人よ!おお、対等なものをもって互いに報い合い、互いに対して最もよく似ており、かつすべての人々から最も大きく異なっている唯一の人々よ!自らは最も偉大なものの共有者でありながら、他に対等な共有者を持たない人々よ!ペルシアの王は、いわゆる「王の目」や「王の耳」と呼ばれる特別なものを所有していると思われていた。これはおそらく何らかの実用的な用をもなしたであろうが、私の見るところ、その大半は虚飾であり、他の人々よりも二倍多く見、聞いているように思わせるためのものであった。しかし、彼らは極めて美しく、極めて賢明な解決策を極限まで見出した。なぜなら、双方が互いにとって耳であり目となり、自然から与えられた能力を二倍にし、支配権の防衛を、他人の手によるものではなく、真に身内から、すべてを共有することによって成し遂げたからである。そして、これによって君主制の利点が損なわれることは全くなく、むしろ、あたかも一本の調和がすべての弦を貫いて響き渡るかのように、一つの意志が二つの身体と二つの魂に宿る、驚くべき君主制が存在しているのである。では、これより優れた音楽があり得ようか。アポロンとムーサたちにとって、これより愛すべき合奏があり得ようか。人類にとって、これより広く共有される調和があり得ようか。というのも、アンフィオンとゼトスの事績は、テーバイに城壁を築くことまでしか至らず、そこでも人々は一方の音楽を非難しているが、彼らはすべての都市とすべての人々のために音楽を共有し、同じ歌を歌っている。彼らは父祖から、そして先祖からその旋律を受け継ぎ、それをさらにいっそう輝かしいものにした。それはまさに彼らの…
- 242ἔδει προελθεῖν κοινωνίαν
非人称動詞 ἔδει と不定詞 προελθεῖν、その意味上の主語としての対格 κοινωνίαν からなる構成。直前の「以前のいかなる最大の規模においても(これ以上進まなかった)」という文脈を引き継ぎ、「共同関係が進むべきであったところを(彼らはそれ以上に達した)」という対比・譲歩を含んだ文脈を示す。
- 242μηδὲν ἀκοινώνητον τῶν ὄντων αὐτοὺς ἐκφυγεῖν
ὥστε 節(結果節)の中の不定詞節。主語は中性名詞の μηδὲν(存在するもののうち共有されない何ものも)、目的語が代名詞の αὐτούς(皇帝たち)であり、動詞 ἐκφυγεῖν は「〜を逃れる、〜から漏れる」を意味する。「何ものも彼らから共有されないまま逃れることがないように」という強い全体性を表す。
- 243οὐκ ἂν ἔμοιγε ἐπʼ ἀρετῇ τοσούτῳ παρελθεῖν ἅπαντας δοκοῦσιν
小辞 ἄν は δοκοῦσιν に直接かかるのではなく、不定詞 παρελθεῖν にかかって帰結節(過去の反実仮想または潜在)を形成している。主節の動詞 δοκοῦσιν は「〜のように思われる」という現在時制の判断を示し、全体として「(仮に〜だったとしても)彼らがすべての人をこれほど凌駕したであろうとは、私には思われない」という二重の構造を持つ。
- 243ὢ θαυμαστοῦ μὲν τοῦ μηδὲν δεομένου βασιλεύειν
感嘆の小辞 ὢ に導かれる「感嘆の属格」構文。冠詞付き分詞 τοῦ μηδὲν δεομένου が属格となっており、その後に不定詞 βασιλεύειν(支配すること)が続く。共治帝の一方(マルクス・アウレリウス)が、他方(ルキウス・ウェルス)の同意がない限り帝位を求めなかった高潔な姿勢を賞賛している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 2 件
