§240ὅσον βούλομαι;
正如我所希望的那样去说吗?
ἀλλὰ τοσοῦτον ἂν εἴποιμι ὅσον εἰπὼν συγγνοίην ἐμαυτῷ.
但我只想说到,通过说出这些,我可以让自己问心无愧的程度。
πάντας γὰρ μικροῦ δέω λέγειν ὅσοι τοῖς ὁμοίοις ἐνεχείρησαν ὡσπερεὶ παῖδας ἀπεφήνατε, τοσοῦτον ἔργον ἐγείραντες, ὅσον ἐνθυμηθῆναι μὲν ἂν μανίας ἔργον εἶναι ἔδοξεν, ἐκτελέσαι δὲ κρεῖττον ἢ κατὰ ἄνθρωπον.
因为,通过建造如此伟大的杰作,你们让几乎所有尝试过类似事物的人,都显得像小孩子一样,可以说是如此——建造这样一件作品,仅仅是构思,在过去都会被认为是疯狂的举动,而将其完成更是超越了人类的力量。
ἀπορήσαι τις ἂν πότερον ἐνταυθοῖ μετενήνεκται τῆς νήσου τὸ πλεῖστον ἢ κατὰ χώραν μένει.
人们可能会纳闷,这座岛屿的大部分是被运到了这里,还是留在了原地。
οἶμαι δʼ ἂν ἅπαντας συμφῆσαι μήτε πόλεως ἂν ἄλλης εἶναι τὸ ἀνάθημα μήτε λιθοτομίας ἑτέρας ἢ τῆς ὑμετέρας· οὐ γὰρ ἂν ἀρκέσαι τὴν φύσιν.
我想所有人都会同意,这件献纳物不可能属于其他城市,也不可能来自除了你们的石矿以外的其他地方;因为自然本身是不够的。
πρότερον μὲν γὰρ τῶν νήσων ταῖς κορυφαῖς ἐτεκμαίροντο οἱ πλέοντες, Κύζικος ἥδε, Προκόννησος αὕτη, τῶν ἄλλων ἣν ἴδοι τις· νῦν δὲ ὁ νεὼς ἀντὶ τῶν ὀρῶν ἀρκεῖ, καὶ μόνοις ὑμῖν οὐδὲν δεῖ λαμπτήρων οὐδὲ πυρσῶν οὐδὲ πύργων πρὸς τοὺς καταίροντας, ἀλλʼ ὁ νεὼς πληρῶν ἅπαν τὸ ὁρώμενον τήν τε πόλιν καὶ τὴν μεγαλοψυχίαν τῶν ἐχόντων αὐτὴν ὁμοῦ δηλοῖ, καὶ τοσοῦτος ὢν καλλίων ἐστὶν ἢ μείζων.
过去,航行者们是以岛屿的山峰来做标记的,“这是基齐库斯,那是普罗科涅索斯,或者人们能看到的其他岛屿”;但现在,这座神殿代替了山峦而绰绰有余,只有对你们而言,对于入港的人完全不需要灯盏、火把或塔楼,相反,这座神殿填满了所有可见的空间,同时展现了这座城市和拥有它的人们的宽宏气度,它如此宏伟,以至于它比其庞大更加美丽。
εἰ δʼ ἔτυχον παριόντες Ὅμηρος καὶ Ἡσίοδος, ῥᾳδίως ἄν μοι δοκοῦσιν εἰπεῖν τὸ περὶ τοῦ τείχους τοῦ Τρωικοῦ μυθολόγημα μεταθέντες, ὡς ἄρα Ποσειδῶν καὶ Ἀπόλλων κοινῇ φιλοτεχνήσαντες ἀπειργάσαντο τὸ ἔργον τῇ πόλει, ὁ μὲν τὴν πέτραν παρασχὼν ἐκ τοῦ βυθοῦ τῆς θαλάττης καὶ ἅμα ποιήσας δυνατὴν εἶναι κομισθῆναι, ὁ δʼ ὥσπερ εἰκὸς οἰκιστὴν βουληθεὶς τὴν ἑαυτοῦ πόλιν κοσμῆσαι προσθήκῃ τηλικαύτῃ.
如果荷马和赫西俄德碰巧路过,在我看来,他们很容易会把关于特洛伊城墙的神话改换过来,说海神波塞冬和阿波罗共同施展技艺,为这座城市完成了这件杰作:一个从海底提供岩石,并同时使其能够被运输,另一个则理所当然地作为建立者,希望用如此宏伟的附加建筑来装点他自己的城市。
φαίης ἂν τῶν μὲν λίθων ἕκαστον ἀντὶ νεὼ τοῦ παντὸς εἶναι, τὸν δὲ νεὼν ἀντὶ τοῦ παντὸς περιβόλου, τὸν δʼ αὖ περίβολον τοῦ νεὼ πόλεως ἀποχρῶντα γίγνεσθαι.
你可能会说,每一块石头都相当于一整座神殿,而这座神殿本身相当于一整圈城墙,神殿的城墙本身又足以成为一座城市。
εἰ δὲ βούλει τὰ τῆς ῥᾳστώνης καὶ τρυφῆς, ἀντὶ γὰρ τῶν οἰκιῶν τῶν τριωρόφων καὶ τῶν τριήρων πάρεστιν ὁρᾶν νεὼν τὸν μέγιστον, τῶν μὲν ἄλλων πολλαπλασίονα, αὐτὸν δὲ τριπλοῦν τῇ φύσει.
如果你想要考虑安乐与奢华的事物,因为代替了三层楼房和三段桨战船,人们可以看见这座最大的神殿,它比其他神殿大许多倍,其自身在结构上是三重性的。
τὰ μὲν γὰρ αὐτοῦ κατάγειός ἐστι θέα, τὰ δʼ ὑπερῶος, μέση δὲ ἡ νενομισμένη.
因为其中一部分是地下的景观,另一部分是二层,中间则是通常的地面层。
δρόμοι δὲ §241ὑπὸ γῆν τε καὶ κρεμαστοὶ διʼ αὐτοῦ διήκοντες κύκλῳ, ὥσπερ οὐκ ἐν προσθήκης μέρει, ἀλλʼ ἐξεπίτηδες εἶναι δρόμοι πεποιημένοι.
而通道无论是在地下还是悬空地贯穿其中并呈环状延伸,仿佛不是作为附加的部分,而是特意被建造为通道的。
ταῦτα μὲν οὖν οὐδὲν δεῖ λόγῳ κοσμεῖν, ἀλλʼ εἰς τοὺς γεωμέτρας καὶ ἐπαινέτας ἀποθέσθαι, καὶ τούτων ὅσοι τέλειοι καὶ ἱκανοὶ μετρῆσαι πρᾶγμα τοσοῦτον· ὡς ἐγὼ καὶ τοῦτο ὀρρωδῶ, μὴ οὐδὲ τούτοις πᾶσιν ᾖ τὴν ἀκρίβειαν ἐξευρεῖν.
因此,这些事情完全不需要用语言来装饰,而应该留给几何学家和赞美者们,并且是留给他们当中那些完美且有能力测量如此伟大事物的人;因为我也害怕这一点,即对他们所有人来说,可能也无法找出其精确度。
εἰ γάρ τις ἀποσταίη τῶν λόγων τῶν περὶ αὐτοῦ τοῦ νεὼ, ἱκανὸν καὶ τὰ μηχανήματα καὶ τὰ ὀχήματα θαυμάσαι, ἃ πρόσθεν οὐκ ὄντα κατʼ ἀνθρώπους ἐξεῦρεν ἡ χρεία τοῦ νεώ.
因为如果有人避开关于神殿本身的话题,仅去赞叹那些器械和运输车辆就足够了,这些是以前在人间不曾存在过,因建造神殿的需要而被发明出来的。
ἄξιον δὲ καὶ τῆς τύχης ἕνεκα ὑμῖν συνησθῆναι.
由于你们的幸运,也值得与你们共同庆祝。
ἐπεγράψασθε μὲν γὰρ τὸν ἄριστον τῶν εἰς ἐκεῖνον τὸν χρόνον βασιλέων· ἥκει δὲ ὑμῖν τὸ ἔργον πρὸς τέλος ἐν τοῖσδε τοῖς καιροῖς, οἳ τὰ καλῶν αὖ κάλλιστα εἰλήχασι καὶ ὑπὲρ ὧν δικαιότατʼ ἂν χαριστήριον τοσοῦτον ἑστηκὸς εἴη τοῖς θεοῖς, ἐπειδήπερ οὐ ῥᾴδιον ἦν μεῖζον ἐξευρεῖν.
因为你们登记了那个时代最优秀的皇帝;而这件作品在这些时期为你们落成,这些时期分得了美好事物中最美好的部分,并且为了这些恩惠,在神明面前竖立起如此宏伟的感谢献礼是极为公正合理的,因为要找到比这更伟大的礼物绝非易事。
ὅτι μὲν δὴ πλείστους οὗτοι τῶν πρὸ αὐτῶν βασιλέων προγόνους βασιλέας παρέσχοντο καὶ ὁποία τις ἡ τοῦ γένους αὐτοῖς ἀμφοτέρωθεν ἐξ ἀρχῆς κατασκευὴ, καὶ τροφὴν ἥντινα ἐτράφησαν καὶ ἐφʼ οἷστισι, καὶ τῆς παιδείας τῆς συμπάσης τὴν περιούσιαν, μακρός τε λόγος διεξιέναι καὶ οὐδαμῶς πληρῶσαι ῥᾴδιος· ὃ δὲ τῇ τε παρούσῃ συνόδῳ μάλιστα πρέπειν ἀκοῦσαί μοι δοκεῖ καὶ αὐτῶν ἰδιαιότατον ἐγκώμιον καὶ τῶν εἰς μνήμην ἡκόντων ἐν λόγῳ θαυμαστότατον καὶ πᾶσαν τὴν εὐγένειάν τε καὶ παιδείαν ἔχει συλλαβὸν καὶ οὔτʼ ἰδιώτης οὐδεὶς δύναται σιωπᾶν πόλις τε ἅπασα καὶ γένη ἅπαντα ἀνθρώπων ἐκπέπληκται, περὶ τοῦτο εἰς ὅσον ἔξεστι διατρίψομεν.
事实上,这些皇帝提供了比在他们之前的皇帝们更多的皇帝先祖,以及他们双方家族从一开始的世系结构是怎样的,他们接受了怎样的抚养以及基于什么原则,还有他们整个教育的卓越成果,这些要详细叙述话就长了,且绝非易事能说尽;但在我看来,最适合当前集会聆听的、也是对他们自身最独特的赞辞,以及口头记忆中最为神奇的、包含并囊括了他们所有高贵出身与教养的,且没有任何普通人能保持沉默、每一个城市和整个人类种族都为之震惊的事情,在这个事情上,我们将在允许的范围内多花些时间。
οὗτοι γάρ εἰσιν οἱ τὴν παροιμίαν ἐπὶ πλεῖστον ἄραντες καὶ διὰ τῶν μεγίστων ἔργων ὅρον δείξαντες ὅτι τῷ ὄντι κοινὰ τὰ φίλων, οὐχ ἵππων ἀγέλης, οὐδὲ σκευῶν, οὐδὲ πλέθρων τινῶν γῆς κοινωνήσαντες, οὐδʼ εἰς ὅσον πρόσθεν μήκιστον
因为正是他们,将那句谚语提升到了极点,并通过最伟大的功绩展示了其定义:朋友之物确为共有,他们不仅共享了马群,或器皿,或某些土地,而且甚至在以前最大的限度上……