Humanitext Reader

阿里斯·台德斯 · 论基齐库斯神庙 §238-239

库齐科斯的得天地理与繁荣城貌

第 2 段,共 6 段 · 希腊语

内容简介

演讲者描述了马尔马拉海(普罗蓬提斯)以及围绕库齐科斯的广袤而多样化的陆地带来的恩泽,赞美其作为半岛兼岛屿的壮丽地理位置。他还赞美了该市公共建筑的美丽、众神仿佛为其救赎而竞争的神圣性,以及其超越其他一切地区的巨大财富和影响力。

§238δʼ εἰπεῖν οὐ πολλὴν αὐτῇ μόνον εἶναι τὴν θάλατταν, ἀλλὰ καὶ πολλαπλῆν, τὸ μὲν πρὸς βορέαν ἄνω πηγήν τινα καὶ ἀφορμὴν ἁπάσης τῆς πλοΐμου, τὸ δʼ αὖ πρὸς ἑσπέραν πορθμὸν τὸν μήκιστον καὶ χαριέστατον, τρίτον δὲ μέσον τούτων ἀμφοτέρων καὶ φύσει καὶ τόπῳ τοῦτο ὃ δὴ Προποντίδα κληθῆναι, πᾶν ὡς εἰπεῖν αὐτὴ πεπλήρωκε.
可以说,对她而言,海洋不仅广阔,而且是多重的;一方面,北面深处的那片海域是所有航行的某种源泉和起点;另一方面,西面的那片海域是最漫长、最美丽的峡湾;第三,在自然和位置上都处于这两者之间的、正是被称为马尔马拉海的这片海域,可以说,她自身已将其完全填满。
καὶ τὰ μὲν ἐκ θαλάττης τοιαῦτα· τὰ δʼ αὖ παρὰ τῆς γῆς ἀδελφά τε τούτων καὶ ἀντίρροπα.
以上是来自海洋的恩赐;而来自陆地的恩惠,也与这些相似并与之相称。
πολλὴ μὲν γῆ πᾶσα καὶ ἄφθονος, καὶ ὡς ἄν τις ἀξιώσειε κατʼ ἐπωνυμίαν τὴν ἤπειρον εἶναι τὸ μέγεθος, πολλαὶ δὲ αἱ φύσεις καὶ πλεῖστον ἀλλήλων κεχωρισμέναι καὶ πᾶσαι νεύουσαι πρὸς τὸ βέλτιστον.
所有的陆地都广阔而富饶,其规模之大,以至于人们会认为它名副其实地配得上“大陆”这一称呼,其自然特征也多种多样,彼此截然不同,且全部趋向于最完美的状态。
ὄρη τε γὰρ ἐνταῦθα ἡμερώτερα τῶν παρʼ ἄλλοις πεδίων, πεδία τε ἀποχρῶντα οὐ πόλεως, ἀλλʼ ἐθνῶν εἶναι, καὶ ποταμοὶ καὶ λίμναι καὶ ἕλη καὶ νάπαι καὶ μακάρων δή τινες εὐθυμίαι.
因为这里的山峦比别处的平原更为温和宜人,平原之辽阔不仅足够一座城市,甚至足够容纳整个民族,还有河流、湖泊、沼泽、山谷,以及堪称极乐之境的种种怡人景致。
ὥστε εἴ τις βούλοιτο πάντας οἰκίζειν τοὺς τόπους, πολλὰς μὲν ἂν τὰς περὶ τὰς λίμνας γενέσθαι πόλεις, πολλὰς δʼ ἐπὶ ταῖς ἀκταῖς τῆς θαλάττης, οὐκ ὀλίγας δὲ ἐν τῇ μεσογείᾳ, καὶ ταῖς πολλαῖς ἂν ὑπάρχειν ἀγνοεῖν ἀλλήλας, ὅσαι μὴ πόλεις πόλεων ἑξῆς τύχοιεν οὖσαι.
因此,如果有人想要在所有这些地方建立家园,那么在湖泊周围会兴起许多城市,在海岸上也会有许多,在内陆同样为数不少,而且其中的大多数城市都将处于互不相知的状态,除非它们碰巧是紧邻邻城的城市。
καὶ τὰ μὲν ἐκ γῆς καὶ θαλάττης τῇ πόλει τοιαῦτα, ἀλλήλοις τε ἐφάμιλλα καὶ παραδείγμασιν οὐ πολλοῖς ἐνεχόμενα.
这些便是来自陆地和海洋给这座城市的恩赐,它们彼此竞争,且几乎没有先例可循。
ἀλλὰ μὴν αὐτήν γε τὴν πόλιν καὶ ὡς νῆσον προσείποις ἂν καὶ ὡς χερρόνησον καὶ εἴ τι ἐπέκεινα χερρονήσου πρὸς ἤπειρον.
但是,对于这座城市本身,你既可以称它为岛屿,也可以称它为半岛,或者称它为介于半岛与大陆之间的某种连接。
διὰ γὰρ τὸ μὴ κατʼ αὐχένα εἶναι διαβατὴν μηδὲ ἀπὸ στενοῦ τινος ὡρμῆσθαι, ἀλλʼ ἐπὶ μήκους παρατείνουσαν τὴν ἤπειρον, κατʼ ἄμφω τὼ σκέλη συνεχῆ πρὸς αὐτὴν εἶναι, τό τε τῆς Σκύρου παράδειγμα ὑπερβέβληκε καὶ εἰ δή τις ἄλλη πόλις ἢ νῆσος παρὰ μικρὸν ἤπειρός ἐστι.
因为它既不是通过窄颈相通,也不是起自某个狭窄之所,而是大陆沿着其长度延伸,并沿着双足与它相连,因此它已经超越了斯库罗斯的先例,甚至超越了其他任何几乎与大陆无异的城市或岛屿。
καίτοι Θουκυδίδης γε ἐπαινεῖ Σικελίαν, ὅτι εἴκοσι σταδίους ἀπέχει τῆς ἠπείρου τοὐλάχιστον· ἡ δὲ τοσοῦτον ἄρα ἀπέχει τῆς ἠπείρου ὥστʼ ἐξεῖναι καὶ λαθεῖν τὸ μὴ νῆσον εἶναι, κἂν εἴ τις τὰ χώματα §239ἀνέλοι καὶ τὰς γεφύρας, ἐξεῖναι νήξασθαι πρὸς αὐτὴν ἐκ τῆς ἠπείρου.
然而,修昔底德曾赞美西西里岛,因为它距离大陆至少有二十斯塔迪亚之遥;但这座城市距离大陆竟是如此之近,以至于人们甚至不会注意到它其实是一座岛屿,即便有人拆除了堤坝和桥梁,人们也完全可以从大陆直接游到她那里。
οὕτως καὶ ἡ νῆσος ἅπασα καὶ ἡ πόλις οὐδὲν ἀτιμοτέρα τὴν φύσιν τῶν μεγίστων νήσων Κρήτης καὶ Σικελίας.
因此,无论整座岛屿还是这座城市,在自然禀赋上都绝不逊色于克里特和西西里这两座最大的岛屿。
κάλλη τοίνυν δημοσίων οἰκοδομημάτων καὶ τὴν ἅπασαν κατασκευὴν καὶ μέγεθος τῆς πόλεως οὔτʼ ἄπορος λόγων οὕτως οὐδεὶς ὥστε μὴ ἂν ἔχειν ἐπαινεῖν οὔθʼ οὕτω λέγειν ἱκανὸς ὥστε ῥᾳδίως ἂν ἐνδείξασθαι.
至于公共建筑的美丽、整体的规划以及城市的规模,既没有一个人会因词穷而无法赞美,也没有一个人能言善辩到可以轻易将其展现得淋漓尽致。
ἐγὼ δὲ ἅπαντα τἄλλα παρεὶς, οὗ μάλιστα ἐμοὶ προσήκει μνημονεῦσαι, τοῦτο ἐκλέξομαι.
但我将略去所有其他事物,挑选出对我而言最适合提及的那一点。
δοκεῖ γάρ μοι κάλλιστα δὴ τοῦτο συμβόλων δεικνύναι τὸν οἰκιστὴν, καὶ ὅτι τῶν κρειττόνων τινός ἐστι ποίημα· ἔοικε γάρ τις ἁπάντων εἶναι τῶν θεῶν ἱερὰ, ὥσπερ ἣν καλοῦσιν οὕτως ἀγοράν.
因为在我看来,这一点是以最精美绝伦的证据昭示了其建立者,并证明它是某种神圣力量的杰作;因为她似乎成了所有神明共同的圣殿,恰如人们以此称呼的“阿哥拉”。
ὥσπερ γὰρ κατὰ κλήρους ἅπασι θεοῖς ἐξῃρημένη πᾶσα δὴ μεμέρισται, καὶ αὐτὴν οἱ νεῲ διειλήφασιν ὥσπερ ἁμιλλωμένων θεῶν πρὸς ἀλλήλους ὑπὲρ σωτηρίας τῆς πόλεως.
因为整座城市仿佛是通过抽签分拨并割让给所有神明的一样,各个神殿将她瓜分,就好像众神在为了这座城市的救赎而相互竞争一般。
θυσίαι δὲ καὶ πομπαὶ καὶ πρόσοδοι καὶ θεραπεῖαι θεῶν μετὰ τῶν καθεστηκότων θεσμῶν οὐ πόρρω τῆς Ἀθηναίων πόλεως, τὸ μὴ τῇ συγγενείᾳ χρῆσθαι πρὸς τὸ βέλτιστον.
此外,祭祀、游行、朝圣和对神明的崇敬,伴随着确立的规章,均与雅典人的城市相去不远,唯独在不为了最优化而利用血缘关系这一点上有所不同。
καὶ μὴν ἥ γε ἄλλη δύναμις τούτων ἀκόλουθος.
而且,他们其他的实力也与这些相符。
τοσοῦτον γὰρ τῇ πόλει περίεστιν ὥστε καὶ τῶν ἑτέρωθι ναῶν καὶ ἄλλων κόσμων δημοσίων εἴ τις φαίη ταύτην εἶναι τὴν χορηγὸν, οὐκ ἂν αἰσχυνθείη· οὕτω λαμπρά τε καὶ κοινὰ πᾶσι τὰ ὄντα κέκτηται, καὶ οὔτε Ἰταλία τῶν ταύτης κτημάτων ὑπερορᾷ οὔτε Αἴγυπτος οὕτω πόρρω οὔτε Τυρρηνικὸν πέλαγος οὔτε Σύρων καὶ Κιλίκων, ποιητὴς ἂν εἴποι τις, ἐνστροφαὶ, οὔτε ἔθνος οὐδὲν ὡς ἔπος εἰπεῖν οὔτε κατʼ ἤπειρον οὔτʼ ἐν νήσοις, ὃ μὴ παρὰ τῆς πόλεως ταύτης κεκόσμηται.
因为这座城市拥有如此丰厚的富余,以至于如果有人说她是他处神庙及其他公共装饰的赞助者,那人也绝不会感到羞愧;她所拥有的资产是如此辉煌且为所有人共享,以至于意大利不曾轻视她的资产,远方的埃及没有,第勒尼安海没有,正如某位诗人所说“叙利亚人和基利家人的海湾回旋之处”没有,甚至可以说,无论在大陆还是在岛屿上,没有任何一个民族不曾受到这座城市的装点。
Ἴωνας δὲ καὶ Αἰολέας καὶ τὰς πρὸ ποδῶν νήσους τε καὶ πόλεις τί τις ἂν λέγοι;
至于伊奥尼亚人、埃奥利斯人,以及近在眼前的岛屿和城市,人们又何必多言呢?
καὶ τὸ δὴ νεανικώτατον, ὥσπερ γὰρ οἱ ἀγαθοὶ δρομεῖς ἐκ πολλοῦ προέμενοι ῥᾳδίως αἱροῦσιν, οὕτως ἄρα καὶ ὑμεῖς πᾶσιν ἀνθρώποις ὧν ἐδεήθησαν παρασχόντες ἐπιστάντες αὐτοὶ τελευταῖοι.
而最令人赞叹的是:正如优秀的跑者在让对手领先很远之后仍能轻松超越一样,你们也同样在满足了所有人类的需求之后,最终亲自站在了他们的顶点。
πρὸς αὐτό γε ἥκω τὸ κλυδώνιον, πῶς ἂν εἴποιμι
我已经来到了这风浪的最核心,我该如何言说?

词汇与语法注释

  1. 238δʼ εἰπεῖν — 此不定式与前一章节末尾的无人称动词 `ἔξεστι` 相连,跨越句子边界构成了“可以说……”的主句结构。接续词 `δέ` 表明了与前文之间紧密的语义连续性。
  2. 238ἂν ... γενέσθαι — 在表示结果的 `ὥστε` 从句内部,嵌套了一个带有条件从句(`εἴ τις βούλοιτο`,希求语气)的潜在条件句。带有 `ἂν` 的不定式 `γενέσθαι` 和 `ὑπάρχειν` 是由于受 `ὥστε` 控制,将原虚拟语气或希求语气的归结句(`ἂν γένοιτο / ἂν ὑπάρχοι`)转为了不定式结构。
  3. 238τὸ μὴ νῆσον εἶναι — 冠词加不定式短语,作为动词 `λαθεῖν`(未被察觉)的宾语。否定小词 `μή` 否定该不定式,用以表达“其非岛屿这一事实未被察觉”(即实际上是一座岛屿却不显眼)的情况。
  4. 239ἐκ πολλοῦ προέμενοι — 中动相分词 `προέμενοι` 在此处意为“让(竞争对手)大幅领先”。它与 `ἐκ πολλοῦ`(从很远的地方)结合,构成了优秀跑者在让对手先行之后仍能轻松超越的比喻。

引用这一段

阿里斯·台德斯, 论基齐库斯神庙 §238-239. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg016.humanitext-grc2:238-239

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。