§240ὅσον βούλομαι;
私が望むほどに語ることができるだろうか。
ἀλλὰ τοσοῦτον ἂν εἴποιμι ὅσον εἰπὼν συγγνοίην ἐμαυτῷ.
いや、私はただ、語ることで自分自身に対して申し訳が立つ程度のことを語るにとどめよう。
πάντας γὰρ μικροῦ δέω λέγειν ὅσοι τοῖς ὁμοίοις ἐνεχείρησαν ὡσπερεὶ παῖδας ἀπεφήνατε, τοσοῦτον ἔργον ἐγείραντες, ὅσον ἐνθυμηθῆναι μὲν ἂν μανίας ἔργον εἶναι ἔδοξεν, ἐκτελέσαι δὲ κρεῖττον ἢ κατὰ ἄνθρωπον.
というのも、皆さんはこれほど巨大な作品を建立することによって、同様の試みをしたほぼすべての人々を、まるで子供のように見せてしまったからである。 そのような作品は、構想するだけでも狂気の沙汰であると思われたであろうし、完成させることは人間の能力を超えている。
ἀπορήσαι τις ἂν πότερον ἐνταυθοῖ μετενήνεκται τῆς νήσου τὸ πλεῖστον ἢ κατὰ χώραν μένει.
人は、その島の大部分がここに移されたのか、それとも元の場所にとどまっているのか、疑うかもしれない。
οἶμαι δʼ ἂν ἅπαντας συμφῆσαι μήτε πόλεως ἂν ἄλλης εἶναι τὸ ἀνάθημα μήτε λιθοτομίας ἑτέρας ἢ τῆς ὑμετέρας·
そして私は、この献納物が他の都市のものであるはずもなく、また皆さんのもの以外の石切場から来たものであるはずがないということに、誰もが同意すると思う。
οὐ γὰρ ἂν ἀρκέσαι τὴν φύσιν.
なぜなら、他の自然では十分ではなかったであろうから。
πρότερον μὲν γὰρ τῶν νήσων ταῖς κορυφαῖς ἐτεκμαίροντο οἱ πλέοντες, Κύζικος ἥδε, Προκόννησος αὕτη, τῶν ἄλλων ἣν ἴδοι τις·
かつては、航海者たちは島の頂を目印にしていた。 「ここがキュジコス、あれがプロコンネソス、あるいは他に見える島だ」と。
νῦν δὲ ὁ νεὼς ἀντὶ τῶν ὀρῶν ἀρκεῖ, καὶ μόνοις ὑμῖν οὐδὲν δεῖ λαμπτήρων οὐδὲ πυρσῶν οὐδὲ πύργων πρὸς τοὺς καταίροντας, ἀλλʼ ὁ νεὼς πληρῶν ἅπαν τὸ ὁρώμενον τήν τε πόλιν καὶ τὴν μεγαλοψυχίαν τῶν ἐχόντων αὐτὴν ὁμοῦ δηλοῖ, καὶ τοσοῦτος ὢν καλλίων ἐστὶν ἢ μείζων.
しかし今や、山々の代わりにこの神殿が十分であり、入港する者たちにとって、皆さんだけに灯火も松明も塔も全く必要ない。 むしろ、この神殿が見える限りの全視野を満たし、都市とその所有者たちの偉大な精神を同時に示しており、これほど巨大でありながら、その大きさ以上に美しいのである。
εἰ δʼ ἔτυχον παριόντες Ὅμηρος καὶ Ἡσίοδος, ῥᾳδίως ἄν μοι δοκοῦσιν εἰπεῖν τὸ περὶ τοῦ τείχους τοῦ Τρωικοῦ μυθολόγημα μεταθέντες, ὡς ἄρα Ποσειδῶν καὶ Ἀπόλλων κοινῇ φιλοτεχνήσαντες ἀπειργάσαντο τὸ ἔργον τῇ πόλει, ὁ μὲν τὴν πέτραν παρασχὼν ἐκ τοῦ βυθοῦ τῆς θαλάττης καὶ ἅμα ποιήσας δυνατὴν εἶναι κομισθῆναι, ὁ δʼ ὥσπερ εἰκὸς οἰκιστὴν βουληθεὶς τὴν ἑαυτοῦ πόλιν κοσμῆσαι προσθήκῃ τηλικαύτῃ.
もしホメロスとヘシオドスがたまたま通りかかったなら、彼らはトロイアの壁に関する神話を移し替えて、次のように容易に言ったであろうと思われる。 すなわち、ポセイドンとアポロンが共同で技を凝らし、この都市のためにこの作品を作り上げたのだと。 一方は海の底から岩を提供し、同時にそれを運搬可能にし、他方は、当然のことながら創設者として、自らの都市をこれほど巨大な建造物によって装飾することを望んだのだ、と。
φαίης ἂν τῶν μὲν λίθων ἕκαστον ἀντὶ νεὼ τοῦ παντὸς εἶναι, τὸν δὲ νεὼν ἀντὶ τοῦ παντὸς περιβόλου, τὸν δʼ αὖ περίβολον τοῦ νεὼ πόλεως ἀποχρῶντα γίγνεσθαι.
人は、石の一つ一つが神殿全体に匹敵し、この神殿全体は城壁全体に匹敵し、また神殿の周壁は一つの都市として十分な規模になっている、と言うかもしれない。
εἰ δὲ βούλει τὰ τῆς ῥᾳστώνης καὶ τρυφῆς, ἀντὶ γὰρ τῶν οἰκιῶν τῶν τριωρόφων καὶ τῶν τριήρων πάρεστιν ὁρᾶν νεὼν τὸν μέγιστον, τῶν μὲν ἄλλων πολλαπλασίονα, αὐτὸν δὲ τριπλοῦν τῇ φύσει.
もしあなたが安楽や贅沢について望むなら、3階建ての家々や三段櫂船の代わりに、この最大の神殿を見ることができる。 それは他の神殿の何倍もの大きさであり、それ自体が構造において3重になっている。
τὰ μὲν γὰρ αὐτοῦ κατάγειός ἐστι θέα, τὰ δʼ ὑπερῶος, μέση δὲ ἡ νενομισμένη.
というのも、その一部は地下の光景であり、別の一部は2階であり、中間は通常の地上階だからである。
δρόμοι δὲ §241ὑπὸ γῆν τε καὶ κρεμαστοὶ διʼ αὐτοῦ διήκοντες κύκλῳ, ὥσπερ οὐκ ἐν προσθήκης μέρει, ἀλλʼ ἐξεπίτηδες εἶναι δρόμοι πεποιημένοι.
そして、通路が地下や宙に浮いた状態で神殿を貫いて円状に伸びており、あたかも後から追加された部分としてではなく、最初から通路として意図的に造られたかのようである。
ταῦτα μὲν οὖν οὐδὲν δεῖ λόγῳ κοσμεῖν, ἀλλʼ εἰς τοὺς γεωμέτρας καὶ ἐπαινέτας ἀποθέσθαι, καὶ τούτων ὅσοι τέλειοι καὶ ἱκανοὶ μετρῆσαι πρᾶγμα τοσοῦτον·
これらの一連のことは言葉で飾る必要は全くなく、幾何学者たちや賞賛者たちに委ねるべきである。 それも、これほど巨大な事物を測定するのに十分な能力を持ち、完璧な者たちに。
ὡς ἐγὼ καὶ τοῦτο ὀρρωδῶ, μὴ οὐδὲ τούτοις πᾶσιν ᾖ τὴν ἀκρίβειαν ἐξευρεῖν.
なぜなら、私はこの点についても、彼らすべてにとってもその正確な測定値を見出すことは不可能なのではないかと恐れているからである。
εἰ γάρ τις ἀποσταίη τῶν λόγων τῶν περὶ αὐτοῦ τοῦ νεὼ, ἱκανὸν καὶ τὰ μηχανήματα καὶ τὰ ὀχήματα θαυμάσαι, ἃ πρόσθεν οὐκ ὄντα κατʼ ἀνθρώπους ἐξεῦρεν ἡ χρεία τοῦ νεώ.
なぜなら、もし誰かが神殿自体に関する議論から離れたとしても、神殿の必要性が、かつて人間界には存在しなかったものとして発明した、あの機械類や輸送用車両を賞賛するだけでも十分だからである。
ἄξιον δὲ καὶ τῆς τύχης ἕνεκα ὑμῖν συνησθῆναι.
また、皆さんの幸運を共に喜ぶことも価値がある。
ἐπεγράψασθε μὲν γὰρ τὸν ἄριστον τῶν εἰς ἐκεῖνον τὸν χρόνον βασιλέων·
というのも、皆さんはその時代における最善の皇帝たちを仰いだ(その名のもとに着工した)からである。
ἥκει δὲ ὑμῖν τὸ ἔργον πρὸς τέλος ἐν τοῖσδε τοῖς καιροῖς, οἳ τὰ καλῶν αὖ κάλλιστα εἰλήχασι καὶ ὑπὲρ ὧν δικαιότατʼ ἂν χαριστήριον τοσοῦτον ἑστηκὸς εἴη τοῖς θεοῖς, ἐπειδήπερ οὐ ῥᾴδιον ἦν μεῖζον ἐξευρεῖν.
そして、皆さんのためのこの作品は、美しきものの中でも最も美しいものを分け持っており、また、それに対して、これほど偉大な感謝の捧げ物が神々に向けて建てられるのが最も正当であるような、まさにこのような時代において完成に至ったのである。 なぜなら、これ以上に偉大なものを見出すことは容易ではなかったからである。
ὅτι μὲν δὴ πλείστους οὗτοι τῶν πρὸ αὐτῶν βασιλέων προγόνους βασιλέας παρέσχοντο καὶ ὁποία τις ἡ τοῦ γένους αὐτοῖς ἀμφοτέρωθεν ἐξ ἀρχῆς κατασκευὴ, καὶ τροφὴν ἥντινα ἐτράφησαν καὶ ἐφʼ οἷστισι, καὶ τῆς παιδείας τῆς συμπάσης τὴν περιούσιαν, μακρός τε λόγος διεξιέναι καὶ οὐδαμῶς πληρῶσαι ῥᾴδιος·
実際、彼らが、彼ら以前の皇帝たちの誰よりも多くの先祖としての皇帝たちを擁しており、彼らの家系の構成が双方の側から当初からどのようなものであったか、また彼らがどのような養育を受け、どのような原則の下で育ち、また彼らの教育全体の卓越性がどのようなものであったかについては、詳細に語るには長い話になり、決して語り尽くすのは容易ではない。
ὃ δὲ τῇ τε παρούσῃ συνόδῳ μάλιστα πρέπειν ἀκοῦσαί μοι δοκεῖ καὶ αὐτῶν ἰδιαιότατον ἐγκώμιον καὶ τῶν εἰς μνήμην ἡκόντων ἐν λόγῳ θαυμαστότατον καὶ πᾶσαν τὴν εὐγένειάν τε καὶ παιδείαν ἔχει συλλαβὸν καὶ οὔτʼ ἰδιώτης οὐδεὶς δύναται σιωπᾶν πόλις τε ἅπασα καὶ γένη ἅπαντα ἀνθρώπων ἐκπέπληκται, περὶ τοῦτο εἰς ὅσον ἔξεστι διατρίψομεν.
しかし、現在の集まりにとって聞くのが最もふさわしいと私に思われ、また彼ら自身にとって最も固有な賛辞であり、言葉において記憶に値するものの中で最も驚異的であり、彼らのすべての高貴な生まれと教養を包括しており、市井のいかなる者も沈黙していることができず、すべての都市とすべての人類が驚嘆している、まさにその事柄について、私たちは許される限り時間を費やすことにしよう。
οὗτοι γάρ εἰσιν οἱ τὴν παροιμίαν ἐπὶ πλεῖστον ἄραντες καὶ διὰ τῶν μεγίστων ἔργων ὅρον δείξαντες ὅτι τῷ ὄντι κοινὰ τὰ φίλων, οὐχ ἵππων ἀγέλης, οὐδὲ σκευῶν, οὐδὲ πλέθρων τινῶν γῆς κοινωνήσαντες, οὐδʼ εἰς ὅσον πρόσθεν μήκιστον
なぜなら、彼らこそが、あの諺を最大限に高め、最も偉大な行為を通じて「友のものは真に共有である」という定義を示した人々だからである。 彼らは馬の群れや、道具や、いくらかの土地の区画を共有しただけでなく、以前のいかなる最大の規模においても…