§236ἅπασι μὲν, ὡς ἐγὼ νομίζω, προφάσεις ἱκαναὶ τοῦ λέγειν ὡς ἐν τῷ παρόντι· ἥ τε γὰρ πόλις ἀξία σπουδῆς, εἰ δή τις ἄλλη τῶν Ἑλληνίδων, τό τʼ ἔργον ἐφʼ ᾧ τὴν ἱερομηνίαν ποιεῖται μέγιστον τῶν εἰς ὄψιν ἐλθόντων ἀνθρώποις, οἵ τε καιροὶ τῶν πώποτε ἄριστοι καὶ τελεώτατοι·
正如我认为,在目前的情况下,所有人都有充足的理由来发言;因为这座城市值得倾注热忱,如果说希腊其他城市中有哪一座值得的话;而它为其举行神圣节日的那项工程,是人类亲眼目睹过的最伟大的工程,时机也是有史以来最好、最完美的。
ἐμοὶ δὲ καὶ μάλιστα ἐναργὴς ἡ πρόφασις καὶ τῆς συνηθείας τοῦ βίου τοῦ ἡμετέρου.
但对我来说,这个理由尤为清晰,且源于我们生活的惯常方式。
ὁ γὰρ Ἀσκληπιὸς κελεύει λέγειν· ὥστʼ οὔτʼ ἀσθένειαν σώματος οἷόν τε ὑπολογίσασθαι πρός γε αὐτὸν τὸν σωτῆρα οὔτε τῆς ὑποθέσεως τὸ μέγεθος καταδεῖσαι μὴ οὐ ῥᾴδιον ᾖ τυχεῖν· ἀλλʼ ὥσπερ ἔφη Πίνδαρος, θεοῦ δείξαντος ἀρχὴν οὐδὲν δὴ τὸ κωλῦον, ἄλλως τε καὶ οὐ νῦν πρῶτον αὐτοῦ πειρώμεθα, ἀλλʼ ἐν πολλοῖς τε καὶ μεγάλοις καὶ πρόσθεν ἔγνωμεν ἐφʼ ἡμῶν αὐτῶν, οὐχ ἑτέρων, ὁπόσον τὸ τῆς ῥᾳστώνης αὐτῷ περίεστι κἀν τοῖς καθάπαξ ἀπόροις εἶναι δοκοῦσι, καὶ μὴ ὅτι τοῖς χαλεποῖς μὲν, ἀπογνῶναι δʼ οὐκ ἀναγκαίως ἔχουσιν.
因为阿斯克勒庇俄斯命令我发言;因此,在救主本人面前,既不可能去计较身体的虚弱,也不可能畏惧题材的宏大,以至于担心无法轻易成功;正如品达所说,神既指明了开端,就确实没有任何阻碍,况且我们现在并非第一次经历他,而是在以往许多重大的事情中,从我们自身的经历(而非听信他人)就已经得知,即便在那些看似完全陷入绝境的情况下,他所拥有的解困能力是多么充裕,更不用说那些虽然艰难、但不必令人绝望的情况了。
ἔγωγʼ οὖν πρὸς τοσοῦτον ἥκω τοῦ πιστεύειν ἑτέρῳ μελήσειν, ὥστʼ οὐκ οἶδʼ ὅντινα τρόπον αὐτοσχεδιάζω, πλὴν ὅσον οὐκ ἀπὸ στόματος παντελῶς, ἀλλὰ γράφων ἔτι.
我至少已经达到了如此信任“另有其人(神)会照料此事”的程度,以至于我不知怎么地竟然是在即兴发挥,只是我并非完全脱口而出,而是依然在书写。
οὔτε γὰρ πρόσθεν ἔγνων ὅ τι χρὴ λέγειν, πρὶν ἔδει λέγειν ἤδη, ὅ τε προστάξας μείζων ἁπάσης ἔμοιγε παρασκευῆς.
因为在必须发言的时刻到来之前,我预先并不知道该说些什么,而那位下达命令的主,对于我来说,远比一切准备工作更为伟大。
ἡγοῦμαι δὲ οὐ τὸν αὐτὸν τρόπον περὶ τῶν πραγμάτων τῶν μεγάλων ἔχειν καὶ τῶν πελαγῶν· τὰ μὲν γὰρ ὅσῳ μείζω, τοσούτῳ παρέχει πλείω τὸν φόβον, τὰ δʼ ἔστιν ὅπη καὶ βοηθεῖ, ἔστι γὰρ ὥσπερ ὅρμου λαβέσθαι πολλαχόθεν· ὥστʼ εἰ μὴ παντάπασί τις εἴη δυστυχὴς, τό γε τοῦ παντὸς §237δοκεῖν διαμαρτεῖν διαφεύξεται.
但我认为,重大事务的情况与汪洋大海并不相同;因为海洋越是大,带来的恐惧也越多;但重大的事务在某些方面反而有所帮助,因为我们好比可以从许多地方找到停泊的港湾;所以,除非一个人极其不幸,否则至少…… 完全失败的印象是可以避免的。
πεπύσθαι δέ τινα ἤδη καὶ τῶν ἐν Ὑπερβορέοις οἶμαι τὸν περὶ Κυζίκου χρησμὸν καὶ τὸν μάρτυρα τῆς εὐδαιμονίας τῇ πόλει, ὃς ταῖς μὲν ἄλλαις πόλεσιν ἐξηγητής ἐστι, τῇ δὲ πόλει ταύτῃ καὶ ἀρχηγέτης.
我认为,甚至连远在北方极地的人中,也已经有人听说过关于库齐科斯的神谕,以及那座城市幸福的见证者,他对其余城市是神意阐释者,而对这座城市,他更是奠基始祖。
τὰς μὲν γὰρ ἄλλας πόλεις διὰ τῶν οἰκιστῶν ᾤκισεν οὓς ἀπέστειλεν ἑκασταχόσε, ταύτης δὲ ἐκ τοῦ εὐθέος αὐτὸς γέγονεν οἰκιστής.
因为他建立其他城市是通过他派往各地的开拓者,而对于这座城市,他是直接由自己担任了建立者。
ὥστε πῶς οὐκ εὐδαίμων Κύζικος, ἀπὸ τοιαύτης τε ἀρχῆς ἀρξαμένη εἰς τοιοῦτόν τε ἅμα τὸν οἰκιστὴν καὶ μάρτυρα ἀναφέρουσα;
因此,库齐科斯怎能不享有福泽? 它既始于如此不凡的开端,又将自身追溯到如此伟大的建立者与见证者身上。
γνοίη δʼ ἄν τις καὶ πρὸς τὴν θέσιν εὐθὺς αὐτῆς ἀποβλέψας καὶ τὴν φύσιν τὴν ὅλην, ὅτι γιγνομένην αὐτῇ τὴν ἐπωνυμίαν ἔθετο ὁ θεός· οὕτως καὶ τὰ ἀπὸ τῆς γῆς καὶ τὰ ἀπὸ τῆς θαλάττης συμβαίνει.
任何人只要直接审视其地理位置和整体自然状况,也能领会到这一点,即神为它起了一个完全名实相符的名字;陆路与水路的汇聚情况也正是如此。
πρόκειται γὰρ τῆς Ἀσίας, ἀρχομένη μὲν ἐκ νήσου, καθισταμένη δʼ εἰς τὴν ἤπειρον, ἔνθεν μὲν τὸν Εὔξεινον πόντον προβεβλημένη, ἑτέρωθεν δὲ τὸν Ἑλλήσποντον, σύνδεσμός τις οὖσα τῆς θαλάττης ἑκατέρας, μᾶλλον δὲ ἁπάσης ἣν ἄνθρωποι πλέουσι.
因为它矗立在亚细亚的前沿,起初是一座岛屿,最后却与大陆相连,一侧面临着黑海,另一侧依傍着赫勒斯滂,成为这两片海域——或者更确切地说,是人类航行的一切海域——之间的某种纽带。
παράπλοι δὲ αὐτὴν καὶ περίπλοι καὶ εἴσπλοι ναυτῶν ἁπάντων οὔποτε λείπουσιν, ἀλλʼ οἱ μὲν τὰ νῶτα κομίζονται οὐρίᾳ ἐφέντες εἰς τὸ πέλαγος διὰ νήσων τῆς πόλεως, οἱ δʼ εἰς αὐτὴν καταθέουσί τε καὶ ἀναθέουσι.
所有航海者在它旁边的沿岸航行、环岛航行以及驶入其中,从未间断,有的人乘着顺风,穿过该市的岛群驶向外海,在其后方运送货物;有的人则驶入或驶离该市本身。
καίτοι εἰ τὴν Κορινθίων πόλιν εὐδαίμονα τοῖς ποιηταῖς ἔδοξε προσειπεῖν, ὅτι ἐπὶ τῷ Ἰσθμῷ κειμένη τοὺς ἐφʼ ἑκάτερα τῆς Πελοποννήσου βαδίζοντας ὑποδέχεται, ἦ που λαμπρῶς ταύτῃ γε προσήκει τῆς προσηγορίας.
然而,如果诗人们认为有理由称科林斯人的城市为幸福,是因为它坐落在地峡上,接待着前往伯罗奔尼撒半岛两侧的行者,那么这称号无疑更应当光耀地属于这座城市。
τῆς γὰρ θαλάττης ἐν μέσῳ κειμένη συνάγει πάντας ἀνθρώπους εἰς ταυτὸν, τούς τε ἀπὸ τῆς εἴσω πρὸς τὴν ἔξω παραπέμπουσα καὶ τοὺς ἔξωθεν πρὸς τὰ εἴσω, ὥσπερ τις ὀμφαλὸς τοῦ μεταξὺ τόπου Γαδείρων καὶ Φάσιδος.
因为她坐落在海中央,将所有人聚集到同一地方,引导内海的人走向外海,又引导外海的人走向内海,就如同是加德伊拉与法西斯之间区域的某种“肚脐”。
ἔστι μὲν δὴ καὶ ἑτέραις, οἶμαι, νήσοις συμβεβηκὸς ἐν ἀφθόνῳ τῇ κύκλῳ θαλάττῃ κεῖσθαι, καὶ Κρήτην Ὅμηρος σεμνύνων ἔφη κεῖσθαι μέσην ἐνὶ οἴνοπι πόντῳ· τὸ δὲ τῆσδε σεμνότερον.
固然,我想其他岛屿也同样处于四周辽阔的海洋包围之中,荷马在赞美克里特岛时也说过它“坐落在酒色的大海中央”;但这一座岛的地位却更为崇高。
οὐ γὰρ ἑνὸς πελάγους τὸ μέσον κατείληφεν· ἔξεστι
因为她占领的并不仅仅是单单一座海洋的中央;……