§238δʼ εἰπεῖν οὐ πολλὴν αὐτῇ μόνον εἶναι τὴν θάλατταν, ἀλλὰ καὶ πολλαπλῆν, τὸ μὲν πρὸς βορέαν ἄνω πηγήν τινα καὶ ἀφορμὴν ἁπάσης τῆς πλοΐμου, τὸ δʼ αὖ πρὸς ἑσπέραν πορθμὸν τὸν μήκιστον καὶ χαριέστατον, τρίτον δὲ μέσον τούτων ἀμφοτέρων καὶ φύσει καὶ τόπῳ τοῦτο ὃ δὴ Προποντίδα κληθῆναι, πᾶν ὡς εἰπεῖν αὐτὴ πεπλήρωκε.
この都市にとって、海は単に広大であるだけでなく、多重でもあると言うことができる。 すなわち、北の向こうにある一方は、航行可能なすべての海のいわば源泉であり起点であり、他方、西にあるもう一方は、最も長く最も美しい海峡であり、第三に、自然的にも位置的にもこれら両者の中間に位置し、まさにプロポンティスと呼ばれるようになったこの海を、言ってみれば彼女自身が完全に満たしている。
καὶ τὰ μὲν ἐκ θαλάττης τοιαῦτα·
そして海からの恩恵はこのようである。
τὰ δʼ αὖ παρὰ τῆς γῆς ἀδελφά τε τούτων καὶ ἀντίρροπα.
他方、陸地からの恵みもまた、これらと双子のように似通っており、等しく釣り合っている。
πολλὴ μὲν γῆ πᾶσα καὶ ἄφθονος, καὶ ὡς ἄν τις ἀξιώσειε κατʼ ἐπωνυμίαν τὴν ἤπειρον εἶναι τὸ μέγεθος, πολλαὶ δὲ αἱ φύσεις καὶ πλεῖστον ἀλλήλων κεχωρισμέναι καὶ πᾶσαι νεύουσαι πρὸς τὸ βέλτιστον.
陸地はすべて広大で豊かであり、人がまさにその名の通りにふさわしいと見なすほどに「大陸(ヘイペイロス)」としての規模を備えており、またその性質は多様で、互いに大きく異なっており、すべてが最善の状態へと向かっている。
ὄρη τε γὰρ ἐνταῦθα ἡμερώτερα τῶν παρʼ ἄλλοις πεδίων, πεδία τε ἀποχρῶντα οὐ πόλεως, ἀλλʼ ἐθνῶν εἶναι, καὶ ποταμοὶ καὶ λίμναι καὶ ἕλη καὶ νάπαι καὶ μακάρων δή τινες εὐθυμίαι.
というのも、当地の山々は他国における平野よりも穏やかであり、平野は一都市のためではなく諸民族のために十分な広さがあり、川や湖、沼地や谷間、そしていわば至福の者たちの楽しみそのものがあるからである。
ὥστε εἴ τις βούλοιτο πάντας οἰκίζειν τοὺς τόπους, πολλὰς μὲν ἂν τὰς περὶ τὰς λίμνας γενέσθαι πόλεις, πολλὰς δʼ ἐπὶ ταῖς ἀκταῖς τῆς θαλάττης, οὐκ ὀλίγας δὲ ἐν τῇ μεσογείᾳ, καὶ ταῖς πολλαῖς ἂν ὑπάρχειν ἀγνοεῖν ἀλλήλας, ὅσαι μὴ πόλεις πόλεων ἑξῆς τύχοιεν οὖσαι.
したがって、もし誰かがこれらの地域すべてに入植させようと望むなら、湖の周りには多くの都市が、海辺にも多くの都市が、内陸にも少なからぬ都市ができることになり、互いに隣り合う都市でない限り、その多くの都市は互いの存在を知らないままでいることになるだろう。
καὶ τὰ μὲν ἐκ γῆς καὶ θαλάττης τῇ πόλει τοιαῦτα, ἀλλήλοις τε ἐφάμιλλα καὶ παραδείγμασιν οὐ πολλοῖς ἐνεχόμενα.
このように、陸と海からこの都市にもたらされる恩恵は、互いに競い合っており、類例がほとんどないほどのものである。
ἀλλὰ μὴν αὐτήν γε τὴν πόλιν καὶ ὡς νῆσον προσείποις ἂν καὶ ὡς χερρόνησον καὶ εἴ τι ἐπέκεινα χερρονήσου πρὸς ἤπειρον.
だがしかし、この都市そのものについて言えば、人はそれを島と呼ぶことも、半島と呼ぶことも、あるいは半島を超えて大陸にきわめて近い何かと呼ぶこともできるだろう。
διὰ γὰρ τὸ μὴ κατʼ αὐχένα εἶναι διαβατὴν μηδὲ ἀπὸ στενοῦ τινος ὡρμῆσθαι, ἀλλʼ ἐπὶ μήκους παρατείνουσαν τὴν ἤπειρον, κατʼ ἄμφω τὼ σκέλη συνεχῆ πρὸς αὐτὴν εἶναι, τό τε τῆς Σκύρου παράδειγμα ὑπερβέβληκε καὶ εἰ δή τις ἄλλη πόλις ἢ νῆσος παρὰ μικρὸν ἤπειρός ἐστι.
なぜなら、この地は細い首によって渡れるようになっているのではなく、狭い場所から始まっているわけでもなく、大陸がその長さに沿って伸びており、両方の脚において大陸と連続しているためであり、スキュロスの例をも凌駕しており、あるいは、ほとんど大陸と言ってよい他のいかなる都市や島をも凌いでいるからである。
καίτοι Θουκυδίδης γε ἐπαινεῖ Σικελίαν, ὅτι εἴκοσι σταδίους ἀπέχει τῆς ἠπείρου τοὐλάχιστον·
とはいえ、トゥキュディデスは、シケリアが大陸から少なくとも二十スタディオン離れていることを称賛している。
ἡ δὲ τοσοῦτον ἄρα ἀπέχει τῆς ἠπείρου ὥστʼ ἐξεῖναι καὶ λαθεῖν τὸ μὴ νῆσον εἶναι, κἂν εἴ τις τὰ χώματα §239ἀνέλοι καὶ τὰς γεφύρας, ἐξεῖναι νήξασθαι πρὸς αὐτὴν ἐκ τῆς ἠπείρου.
しかし、この都市は、島ではないという事実が気づかれないほど、大陸からそれほどわずかしか離れておらず、たとえ誰かが土手や橋を取り去ったとしても、大陸から彼女へと泳いで渡ることができるほどなのである。
οὕτως καὶ ἡ νῆσος ἅπασα καὶ ἡ πόλις οὐδὲν ἀτιμοτέρα τὴν φύσιν τῶν μεγίστων νήσων Κρήτης καὶ Σικελίας.
このように、その島全体も、また都市も、その自然において、最大の島々であるクレタやシケリアに比べて少しも劣っていない。
κάλλη τοίνυν δημοσίων οἰκοδομημάτων καὶ τὴν ἅπασαν κατασκευὴν καὶ μέγεθος τῆς πόλεως οὔτʼ ἄπορος λόγων οὕτως οὐδεὶς ὥστε μὴ ἂν ἔχειν ἐπαινεῖν οὔθʼ οὕτω λέγειν ἱκανὸς ὥστε ῥᾳδίως ἂν ἐνδείξασθαι.
さて、公共の建造物の美しさ、全体の構造、そして都市の規模については、言葉に窮するあまり称賛できないというような人は一人もいないし、また、容易にそれを描き出せるほど十分に語る能力のある者もいない。
ἐγὼ δὲ ἅπαντα τἄλλα παρεὶς, οὗ μάλιστα ἐμοὶ προσήκει μνημονεῦσαι, τοῦτο ἐκλέξομαι.
しかし、私は他のすべての事柄を脇に置いて、私にとって言及することが最もふさわしいこと、これを選ぶことにしよう。
δοκεῖ γάρ μοι κάλλιστα δὴ τοῦτο συμβόλων δεικνύναι τὸν οἰκιστὴν, καὶ ὅτι τῶν κρειττόνων τινός ἐστι ποίημα·
というのも、私には、このことが創設者を最も美しく示す証拠であり、またこれがより優れた存在の作品であることを示していると思われるからである。
ἔοικε γάρ τις ἁπάντων εἶναι τῶν θεῶν ἱερὰ, ὥσπερ ἣν καλοῦσιν οὕτως ἀγοράν.
なぜなら、この都市全体が、人々がまさにその名で呼ぶあの「広場」のように、すべての神々の神域であるかのように見えるからである。
ὥσπερ γὰρ κατὰ κλήρους ἅπασι θεοῖς ἐξῃρημένη πᾶσα δὴ μεμέρισται, καὶ αὐτὴν οἱ νεῲ διειλήφασιν ὥσπερ ἁμιλλωμένων θεῶν πρὸς ἀλλήλους ὑπὲρ σωτηρίας τῆς πόλεως.
あたかも、すべてがくじ引きに従ってすべての神々のために取り分けられ、分配されているかのようであり、神々がこの都市の救済をめぐって互いに競い合っているかのように、神殿がこの都市を分け合っているのである。
θυσίαι δὲ καὶ πομπαὶ καὶ πρόσοδοι καὶ θεραπεῖαι θεῶν μετὰ τῶν καθεστηκότων θεσμῶν οὐ πόρρω τῆς Ἀθηναίων πόλεως, τὸ μὴ τῇ συγγενείᾳ χρῆσθαι πρὸς τὸ βέλτιστον.
また、犠牲式、行列、参詣、神々への礼拝は、定められた法度に従って行われており、血縁関係を最善のために用いないという点を除けば、アテナイ人の都市に決して引けを取らない。
καὶ μὴν ἥ γε ἄλλη δύναμις τούτων ἀκόλουθος.
そして、その他の実力もまた、これらのことに伴っている。
τοσοῦτον γὰρ τῇ πόλει περίεστιν ὥστε καὶ τῶν ἑτέρωθι ναῶν καὶ ἄλλων κόσμων δημοσίων εἴ τις φαίη ταύτην εἶναι τὴν χορηγὸν, οὐκ ἂν αἰσχυνθείη·
というのも、この都市にはあまりに多くの富があるため、他の場所にある神殿やその他の公共の装飾について、もし誰かが「この都市がその資金提供者である」と言ったとしても、恥じることはないほどだからである。
οὕτω λαμπρά τε καὶ κοινὰ πᾶσι τὰ ὄντα κέκτηται, καὶ οὔτε Ἰταλία τῶν ταύτης κτημάτων ὑπερορᾷ οὔτε Αἴγυπτος οὕτω πόρρω οὔτε Τυρρηνικὸν πέλαγος οὔτε Σύρων καὶ Κιλίκων, ποιητὴς ἂν εἴποι τις, ἐνστροφαὶ, οὔτε ἔθνος οὐδὲν ὡς ἔπος εἰπεῖν οὔτε κατʼ ἤπειρον οὔτʼ ἐν νήσοις, ὃ μὴ παρὰ τῆς πόλεως ταύτης κεκόσμηται.
この都市はそれほどまでに輝かしく、すべての人に共有される財産を所有しており、イタリアもこの都市の所有物を無視することはできず、これほど遠く離れたエジプトも、ティレニア海も、詩人が言うかもしれない「シリア人とキリキア人の海の湾曲」も、そして言ってみれば、大陸であれ島々であれ、この都市によって装飾を受けていない民族は、いかなる民族も存在しないのである。
Ἴωνας δὲ καὶ Αἰολέας καὶ τὰς πρὸ ποδῶν νήσους τε καὶ πόλεις τί τις ἂν λέγοι;
では、イオニア人やアイオリス人、そして目の前にある島々や都市について、人がいまさら何を言う必要があろうか。
καὶ τὸ δὴ νεανικώτατον, ὥσπερ γὰρ οἱ ἀγαθοὶ δρομεῖς ἐκ πολλοῦ προέμενοι ῥᾳδίως αἱροῦσιν, οὕτως ἄρα καὶ ὑμεῖς πᾶσιν ἀνθρώποις ὧν ἐδεήθησαν παρασχόντες ἐπιστάντες αὐτοὶ τελευταῖοι.
そして最も見事なことには、優れた走者が、相手をはるか前に先行させておきながらも容易に追いつき追い越すように、あなた方もまた、すべての人々に彼らが求めたものを提供しておきながら、自らは最後に頂点に立っているのである。
πρὸς αὐτό γε ἥκω τὸ κλυδώνιον, πῶς ἂν εἴποιμι
私はまさにその荒波に到達した、どのように言えばよいだろうか。