§88εἰς παιδείας λόγον.
就教养而言。
ὦ σχῆμα κάλλιστον.
啊,最美妙的身影!
ὦ τῶν Ἑλλήνων πρεσβύτατε.
啊,希腊人中最尊贵的长者!
ὦ διὰ βίου θαυμασθείς.
啊,一生受人景仰的人!
ὦ ποθεινὸς μὲν τοῖς ἐντυχοῦσι, ποθεινὸς δὲ τοῖς ἄλλοις ἐντυχεῖν, μακαριστὸς δὲ καὶ τῆς τελευτῆς ἧς πυνθανόμεθα, ὃς οὐκ ἐν νόσοις ἀναλωθεὶς οὐδὲ ὀδύναις πληγεὶς, ἀλλὰ διημερεύσας ἐν τοῖς εἰωθόσιν, ὥσπερ κληθεὶς ὑπὸ τοῦ δαίμονος μεθῆκας ἐπὶ τῷ βιβλίῳ τὴν ψυχὴν, καὶ κατʼ ἐπωνυμίαν ἐτελεύτησας τὸν βίον, ὥσπερ οἵ τι ἄλλο ἐξειργασμένοι διʼ ἀκριβείας εἰς τέλος, ἅπασαν δὴ τὴν πορείαν τοῦ βίου διεξελθὼν καὶ τὰ σαυτοῦ πράξας εἰς τὸ ἔσχατον τῆς δυνάμεως.
啊,见过你的人无不思念你,未见过你的人无不渴望见你,而在我们所听闻的你的生命终点里,你也是备受祝福的;你没有被疾病消磨,也没有被痛苦击倒,而是在习惯的日常中度过一天,仿佛受到神明的召请,在书本上安详地献出了灵魂,并正如其名地结束了生命,就像那些将其他事情精确地完成到最后的人一样,走完了人生的全部旅程,并在自己的力量极限内尽了最大的努力。
εἰ δὲ ἀληθεῖς οἱ Πινδάρου λόγοι καὶ Πλάτωνος καὶ παντὸς τοῦ περὶ Ἀλέξανδρον ἐργαστηρίου καὶ διατριβαί τινές εἰσι τῶν ἐν Ἅιδου, ἦ που νῦν ποιητῶν τε χοροὺς εἰκὸς ἵστασθαι περὶ ἐκεῖνον ἀρχομένων ἀπὸ Ὁμήρου τὴν δεξιὰν προτεινόντων καὶ λογοποιῶν καὶ συγγραφέων καὶ ἁπάντων ὡς αὑτὸν ἑκάστου καλοῦντος καὶ μεθʼ αὑτοῦ σκηνοῦσθαι κελεύοντος, ταινιούντων, ἀναδούντων, καὶ οὐ δή τοι μετὰ κρίσεώς τε καὶ ἀμφισβητήσεως πρὸς ἕτερον, ἀλλʼ ἀπὸ τῆς πρώτης βοῆς·
如果平达罗和柏拉图的言论,以及围绕亚历山大的整个学派的言论是真实的,且在冥界确实有亡者的一些交游,那么现在,诗人们的合唱队想必会围绕着他,以荷马为首向他伸出右手,散文作家、历史学家以及所有的人,都纷纷将他召至自己身边,邀请他与自己同住,为他戴上头带和花冠。 而且,这绝不是通过对他人的审判和争论,而是从一开始的欢呼声中决定的。
οἶμαι δὲ οὐδὲ καταβήσεσθαι πολλῶν ἐτῶν κεφαλὴν ἀξιόχρεω πρὸς τοῦτον ἀγωνίσασθαι, ἀλλʼ εἶναι διηνεκῆ τὸν θρόνον αὐτοῦ ὡς ἀρίστου κήρυκος τῶν Ἑλλήνων καὶ προηγητοῦ.
我想,在许多年内,也不会有任何具有足够分量的人降临冥界与他竞争,而作为希腊人最杰出的先驱和引导者,他的宝座将永远延续。
μηδεὶς δʼ ὑμῶν νεμεσήσῃ, εἰ μεταξὺ γράφων πρὸς ὑμᾶς ταῦτα ἀπεφθεγξάμην, ἐπεὶ καὶ αὐτῆς τῆς ἐπιστολῆς αἴτιον τὸ βούλεσθαι περὶ ἐκείνου καὶ ἀκούειν καὶ λέγειν.
当我在给你们写信的过程中,说出这些话时,请你们中不要有人感到愤慨,因为这封信本身的起因,就是想要听闻和谈论关于他的事。
οὐ μὴν οὐδὲ δάκνεσθαί γε ἐπὶ τῷ ἀνδρὶ ἔγκλημα, οὐδʼ εἰ τηλικοῦτος ὢν οἴχεται· μάλιστα μὲν γὰρ οὐ τὰ νεώτατα εἰκὸς ἀσπάζεσθαι, ἀλλὰ τὰ σπουδαιότατα.
诚然,为这位伟人深感悲痛并不能算是一项指控,即使他是在如此高龄逝世的;因为首先,我们应当欢迎的不是最年轻的新鲜事物,而是最庄重、最有价值的事物。
ἔπειτα καὶ ἡ ζημία τοσούτῳ μείζων ὅσῳ μεῖζον καὶ σπανιώτερον τὸ ἕρμαιον ἄνδρα ἐν τούτῳ γήρως ἰδεῖν οὕτω τοῖς πᾶσι πράττοντα, καὶ διὰ πάντων σώζοντα τὴν ἕξιν ὑγιείας, μνήμης, συνέσεως, φαιδρότητος,
其次,当我们看到一位处于如此暮年的男子,在所有事情上都如此安康,并在一切事情中保持着健康、记忆、智慧、爽朗的良好状态时,这种损失就显得更大,因为这曾是一个多么巨大而罕见的恩赐,超越了其他人。
§89τῶν ἄλλων. πολὺ γὰρ μᾶλλον ἔτι ζῶντος εἰκὸς ἀγωνιᾶσαι μή ποτε ἀπαλλαγείη καὶ προσορᾶν, ἕως ἐνῆν, ὥσπερ ἄλλο τι ἀγαπητὸν ἢ τελευτήσαντος τὴν ἡλικίαν ὑπολογίζεσθαι.
因为在他还活着的时候,去担心他是否会离去,并在可能的情况下像对待其他珍爱之物一样注视着他,比起在他去世后去计算他的年龄,要自然得多。
ἀλλὰ ταῦτα μὲν οὐ δέος μή τις ὑμῶν ἐπιτιμήσῃ, οὓς ἅπαν ἀκούω καὶ ποιεῖν καὶ λέγειν.
但这些事情不必担心你们中会有人指责,因为我听说你们所有人都在这样做、这样说。
ἐπιστρέψω δὲ πρὸς ὑμᾶς αὖθις τῷ λόγῳ, βραχέα δʼ ἔσται τὰ λοιπά.
我会再次将我的话语转向你们,剩下的部分将会很简短。
φημὶ γὰρ ὑμᾶς τοῖς τε ἄλλοις ἅπασι δικαίως ἐκεῖνον τιμᾶν καὶ τῶν οἰκείων αὐτοῦ μεμνημένους ὀρθότατα ποιεῖν καὶ προσήκοντα τῇ πάσῃ γνώμῃ, γυναῖκα μὲν τὴν ἐκείνου καθάπερ τινὰ ἱερὰν νομίζοντας καὶ ἀγαθοῦ τινος δαίμονος λῆξιν, εἰ θέμις εἰπεῖν, συγγενεῖς δὲ τοὺς ἐκείνου κάλλιστα ὑπομνήματα ἐκείνου νομίζοντας, παῖδας δὲ τοὺς μὲν πρεσβυτέρους διʼ αἰδοῦς ἁπάσης ἄγοντας, τὸν δὲ νεώτατον ἐκτρέφοντας τέως προθυμότατα καὶ ἐπιτροπεύοντας δημοσίᾳ.
因为我可以说,你们在其他所有事情上都公正地敬重他,并且在怀念他的家人时,正以最正确、最符合你们全部心意的方式行事,即:将他的妻子视为某种神圣的存在,仿佛是某种善神所赐予的福分(如果允许这样说的话);将他的亲属视为关于他最美丽的纪念;对他的长子们怀着无比的敬意对待;并公开放心地扶养并监护他的幼子。
συμβέβηκε δὲ αὐτῷ πάθος οὐ φαυλότατον· πλείστους γὰρ Ἑλλήνων παιδεύσας ὁ πατὴρ αὐτοῦ καὶ παῖδάς τε ὧν ἐπαίδευσε παιδεῦσαι ἐφικόμενος τὸν υἱὸν οὐκ ἐξίκετο τὸν αὑτοῦ, ἀλλʼ ἑτέρου δεῖται διδασκάλου ὁ τοῦ κοινοῦ τῶν Ἑλλήνων.
然而,他身上发生了一件绝非轻微的憾事:他的父亲虽然教育了极多希腊人,并且能够教育那些曾受他教育之人的子女,却未能亲自教育自己的儿子,反而这位希腊人共同导师的儿子,现在需要他人的教师。
ὑμεῖς δὲ καὶ ταύτην τὴν συμφορὰν καὶ πᾶσαν τὴν περὶ τὸ συμβεβηκὸς δυσχέρειαν ἀνασώσασθε, ὡς ἐν πατέρων μοίρᾳ προεστῶτες, συνελόντι δʼ εἰπεῖν τὴν ἑστίαν τὴν Ἀλεξάνδρου δημοσίαν ὑμῶν νομίζοντες· παρακελεύσασθαι δέ μοι ταῦτα ἀναγκαῖον, ὅπερ γε καὶ ἐν ἀρχῇ τῆς ἐπιστολῆς εἶπον, ἢ ὅ τι βούλεσθε καλεῖν τὸ βιβλίον, πολλαχῆ μοι τἀκείνου προσῆκεν· ἐπεὶ καὶ τῆς φιλίας ἣν ἐφίλουν ἐκεῖνον πρέποντας τοὺς καρποὺς ἐκομιζόμην· οὗτοι δʼ ἦσαν οὐχ ἧττον φιλοῦντα ἐφίλουν, ἔδειξε δὲ χωρὶς τῶν ἄλλων καὶ οἷς ὅτε ἐνόσουν ἐν Ῥώμῃ ἔπραξεν, οὐδὲν ὅ τι οὐ γιγνόμενος τῶν εἰς σωτηρίαν ἔμοιγε, καὶ τοῦ γε εἰς τὴν οἰκείαν σωθῆναι μετὰ §90τοὺς θεοὺς αὐτὸς αἰτιώτατος κατέστη.
但你们应当像承担父亲的职责那样,去挽救这一不幸以及围绕这一事件的所有困难,简而言之,将亚历山大的家园视为你们公有的关怀;而我必须提出这一劝告,正如我在信的开头——或者无论你们想把这本小册子称称为什么——所说的那样,他的事情在许多方面都与我密切相关;因为我也从我爱他的那份友谊中,收获了应得的果实:这些果实就是他同样深爱着我,除了其他事情之外,他在我在罗马生病时所做的一切也表明了这一点,为我做尽了所有有助于痊愈的事,在神明之后,他本人成为了我得以平安返回故里的最主要原因。
καὶ μὴν τά γε ὕστερον τί τις ἂν λέγοι;
更何况,后来的那些事,谁又需要多说什么呢?
ἠνίασε δέ με καὶ ἡ παράκλησις αὐτοῦ, μυρία γὰρ δὴ ἐπὶ μυρίοις καὶ αὐτὸς παρὼν καὶ διὰ γραμμάτων ὕστερον ᾔτει με τῶν συγγραμμάτων τῶν ἐμῶν ἀναθεῖναι μετὰ τῶν ἄλλων βιβλίων ὑμῖν, ἐπαγγελλόμενος τάξιν αὐτοῖς τὴν πρώτην.
然而,他的恳求也使我感到痛苦,因为他不仅在生前亲自请求,后来也通过信件,无数次地请求我将我的著作与其他书籍一起献给你们,并向我许诺给它们最首要的地位。
ἐγὼ δʼ ἔτι ἐπισκέψασθαι αὐτὰ χρῄζων οὐκ εἶχον ὑπακοῦσαι.
但我当时仍需对它们进行修改,因而无法遵从。
οὕτως οὔτε ἀνέγραψεν Ἀλέξανδρος βιβλία ἡμέτερα οὔτε ἔγνω τὰ πλείω.
就这样,亚历山大既未能将我们的书登记入藏,也未能了解其中的大部分。
ἀλλὰ μὴν τήν γε ψῆφον ἣν ἤνεγκεν ἀεὶ περὶ τῶν λόγων τῶν ἡμετέρων, φθόνου μὲν οὐκ οἶδα εἰ κρείττω, μείζω δὲ ὑπερβολῆς ἤνεγκεν· ἃ πάντα καὶ μεμνῆσθαί με ἐκείνου καὶ συμφορὰν οὐ φαύλην ἄγειν τὸ συμβεβηκὸς ποιεῖ, καὶ προσέτι μὴ δοκεῖν πολυπραγμονεῖν πρὸς ὑμᾶς νυνὶ διαλεγόμενον.
然而,他始终对我们的言论所做出的评价,我虽不知是否超脱了嫉妒,但确实是无比崇高的,超出了所有的夸张;这一切都使我怀念他,并将这件发生的事视为绝非轻微的灾祸,此外也使我不至于在现在向你们倾诉时,显得过于多管闲事。
ἐβουλόμην δʼ ἂν καὶ τὸ σῶμα βέλτιον ἔχειν μοι τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως κἀμοί τι ἔχοιτε χρῆσθαι· ὡς ἐγὼ τοὺς ἐκείνῳ προσήκοντας ἴσον ἐμαυτῷ προσήκειν ὑπολαμβάνω.
我也希望我的身体能更好一些,这不仅是为了其他缘故,也是为了让你们能对我有所托付;因为我认为那些属于他的人,同样等同于属于我自己的人。