§82οὐδεὶς ἦν ἐκείνων μείζων αὐτοῦ.
他们中没有人比他更伟大。
καὶ μὴν οἱ μὲν ἄλλοι τῶν μεγάλων ὀρεγόμενοι τὰ μικρὰ παριᾶσιν, ὁ δὲ ἀρξάμενος ἐκ τῶν βραχυτάτων ἄχρι τῶν τελεωτάτων διεξῆλθεν, ὥσπερ φασὶ καὶ μυεῖσθαι θεμιτὸν εἶναι τὰ μικρὰ πρῶτον.
不仅如此,其他人往往追求大事而忽略小事,但他却从最微小的、初步的事物开始,一直贯穿到最完善的奥义,正如人们所说,首先发起小神秘仪式是合乎神律的。
ἕτεροι δὲ τὰ μὲν ἴχνη καὶ τὰς ἀρχὰς μέχρι πολλοῦ διηρευνήσαντο, μᾶλλον δὲ καὶ κατέτριψαν ἐν τούτοις τὸν ἑαυτῶν βίον, ὧν δὲ ἕνεκα ταῦτα ἐξευρεῖν ἄξιον οἱ μὲν ὅλως οὐκ εἶδον, οἱ δʼ οὐκ ἐφίκοντο, ὡς ἔοικεν·
而其他人虽然长期探求事物的痕迹和开端,或者不如说在这些事上耗尽了自己的一生,但对于那些为了其目的而值得去发现这些(基础)事物的终极目标,有些人完全看不见,有些人则似乎未能达到。
ὁ δʼ ὥσπερ ὁδόν τινα ἐξ ἀρχῆς εἰς τέλος ἠρευνήσατο, οὐδὲν οὐδαμοῦ παριεὶς τῶν σχολῆς καὶ ὁποσηστινοσοῦν ἀξίων.
但他就像沿着一条从起点到终点的道路进行探究,在任何地方都没有忽略任何稍微值得学术探讨的事物。
καὶ γάρ τοι κατέστη τοῖς Ἕλλησιν ἀντὶ ταμιείου κοινοῦ· ἦν γὰρ ὅτου τις δέοιτο τῶν εἰς παιδείαν παρʼ ἐκείνου λαμβάνειν, ὥσπερ ἐκ πηγῶν ἀρυόμενον.
也正因如此,他确实成为了希腊人的共同宝库;因为无论谁在教养方面需要什么,都可以从他那里获得,如同从泉水中汲取一般。
τὸ δὲ δὴ μέγιστον τῶν ἐκείνου καὶ μάλιστα ἄξιον ἐπισημήνασθαι, ὃ καὶ πρὸς αὐτὸν ἔγωγέ ποτε εἶπον διαλεγόμενος· πάντα γὰρ ὥσπερ λέγω διεξελθὼν τὰ μαθήματα καὶ οὐδὲν ἔσθʼ ὅ τι οὐκ ἀκριβέστερον τῶν ἐφʼ ἑκάστῳ καθημένων, οὔτε τὸ σοβαρώτατον αὑτῷ τῶν ὀνομάτων ἐπεγράψατο, ἀλλʼ ἔμεινεν ἐπὶ τοῦ ἀρχαίου, καὶ τοὺς ἄλλους οὐκ ἀπεστέρει τῶν διατριβῶν, ἀλλὰ συμπράττων ἑκάστοις ἦν φανερὸς καὶ συναύξων κατὰ δύναμιν ἀεί.
而关于他的最伟大、最值得指出的一点(这也是我曾经在与他交谈时亲口对他说的):尽管他如我所说通晓了所有的学问,且没有一样学问是他不比各领域的专门学者掌握得更精确的,他却既没有为自己冠上最傲慢的名号,反而留在了古老谦逊的称谓上,也没有剥夺其他人研究的机会,反而显然一直在尽力协助每一个人,并始终致力于共同提升。
καὶ γὰρ οὖν οἱ μὲν ἄλλοι μείζους διὰ τὰς τέχνας γίγνονται, ὁ δὲ καὶ τὴν τέχνην αὐτὴν μείζω τῷ παρʼ ἑαυτοῦ μέρει κατέστησε· πολλαχόθεν γὰρ αὐτὴν ἦρεν, ὥστʼ ἀπʼ ἐκείνου τὸ σχῆμα ἔχειν.
因此,其他人因其技术而变得更伟大,但他却通过他自己那部分(贡献)使技术本身也变得更加伟大;因为他从许多方面提升了技术,以至于技术从他那里获得了它的形态。
τοῖς μὲν γὰρ ἄλλοις ἐξαρκεῖ τῶν καθʼ αὑτοὺς ὑπερσχεῖν, ὁ δὲ συμπάσης ἁπλῶς τῆς τέχνης πρωτεύσας φαίνεται.
对其他人来说,超越与自己同代的人就足够了,但他显然在整个技术上毫无疑问地独占鳌头。
τῶν γὰρ ἄλλων τῶν ἐνταῦθα παιδείας ταχθέντων τῶν μὲν κρίσεως εὖ σχεῖν δοξάντων, φωνὴν δὲ οὐδένων γενομένων, τῶν δʼ εἰπεῖν μὲν ἐξικνουμένων, τῇ δʼ ἐπιστήμῃ οὐ πολλὰ ὡμιληκότων, τῶν δʼ αὖ πολυμάθειαν ἀσκησάντων, ὑπὸ δʼ αὐτῆς ταύτης εἰς τὰ κρείττω τυφλωθέντων καὶ μεθέντων τὸ βέλτιστον, πάντα δὴ συλλαβὼν εἷς ἀνὴρ εἶχε.
因为在其他投身于这一教育领域的人当中,有些人虽被认为有良好的判断力,但在言辩上却无足轻重;有些人虽能言善辩,但在知识上却无甚交往;还有些人致力于博学,却恰恰被这博学蒙蔽了双眼,看不到更好的事物,从而放弃了最优秀的东西;然而,这所有的一切,唯有他一人兼收并蓄。
καὶ μὴν τό γε φωνῆς οὕτως ἔχοντα μὴ εἰς συγγραφάς τε καὶ τοιοῦτον σχῆμα ἀναχωρῆσαι, ἀλλʼ ἑλέσθαι τὴν τοῖς παλαιοῖς Ἕλλησι διακονίαν, πῶς οὐχ §83ὅμοιον τῷ πρὸς τοὺς φοιτῶντας ἀφθόνῳ καὶ ἀφειδεῖ;
而且,他在言辩上如此卓越,却不退隐于著书立说和类似的形式,反而选择了服务于古希腊人,这怎能不类似于他对待那些求学者时慷慨而无私的态度呢?
διὸ τῶν τε μαθημάτων εὐθέως ἐνεπίμπλη καὶ ὅσους ἑώρα βίου δεομένους συστάσεις αὐτοῖς καὶ τάξεις ἐπορίζετο· ὥστε πλείστους δὴ εἷς ἀνὴρ οὗτος παιδεύσας τε καὶ διαδοὺς φαίνεται καὶ γενόμενος ἀκριβῶς τοῖς Ἕλλησιν ἀντʼ οἰκιστοῦ.
因此,他立刻用学问填满他们,并且只要他看到有人需要谋生,他就会为他们提供推荐和职位;所以,显然是这一人教育并输送了最多的人,对希腊人而言,他确实成为了一个殖民城邦创建者般的存在。
εἰκάσαι δὲ ἔξεστι τὸ κατʼ αὐτὸν καὶ ταῖς μητροπόλεσιν.
而且也可以将他的行为与母邦相类比。
ἄλλους γὰρ ἄλλοθι τῆς γῆς κατῴκισεν, ἐπʼ ὠφελείᾳ αὐτῶν τε ἐκείνων καὶ τῶν χρωμένων.
因为他在世界各处安置了其他人,这既造福了他们自己,也造福了雇用他们的人。
μόνος δὲ καὶ τὸν Ἡσίοδον ἤλεγξεν ἔργῳ ψευδόμενον ποιήσαντα ὅτι καὶ ἀοιδὸς ἀοιδῷ φθονέει.
也唯有他用事实证明了赫西俄德在诗中写下“歌者也嫉妒歌者”是虚假的。
ἦν γὰρ τῶν ὁμοτέχνων οἷον πατὴρ κοινὸς, καὶ πάντες ἐπʼ ἐκείνῳ πλείους ἐλπίδας εἶχον ἢ ἕκαστος ἑαυτῷ.
因为他是同行们共同的父亲,所有人寄托在他身上的希望,都超过了每个人对自己所抱有的希望。
μόνος δʼ ἰδιώτας τε οὐκ ἤλεγχε καὶ παρὰ τοῖς δεξιοῖς εἰς τὰ πρῶτα ἐθαυμάζετο.
而且也唯有他不指责外行,并在有才华的人中被推崇为最优秀者。
καὶ μόνος πλήθει τε καὶ ἀκριβείᾳ μαρτύρων ἐνίκα.
他也唯有他凭着证人的数量和准确性而胜出。
ἦν δὲ καὶ τοῖς περὶ τοὺς λόγους φιλοτιμία ἐκείνῳ συγγεγονέναι καὶ τοῖς ἄλλως ἐνδόξοις τε καὶ λαμπροῖς ἀντʼ ἄλλου τινὸς τῶν εἰς τὸ ὑπερέχειν τὸ ἐκείνῳ χρωμένους φαίνεσθαι.
对于从事言辞的人来说,与他交往过是一种荣幸;而对于在其他方面名声显赫的人来说,被看作是与他亲近的人,胜过任何其他追求卓越的手段。
ὥστʼ ἦν ἅπασιν ἀσπαστὸς, καὶ ὁπότε μὴ δημοσιεύοι, ἢ παρὰ τοῖς δυνάσταις ἂν ἦν, ἢ ἐν αὐτῷ τῷ βασιλέως οἴκῳ.
所以他受到所有人的欢迎,每当他不公开活动时,要么在权贵那里,要么就在皇帝自己的宫殿里。
καὶ μὴν καὶ τὰς μετὰ τῶν βασιλέων διατριβὰς ὥσπερ ὁδῷ τινι χρησάμενος οὕτως ἐποιήσατο, διὰ παντὸς γὰρ τοῦ Ἑλληνικοῦ πρωτεύσας καὶ πεῖραν ἑαυτοῦ παρασχὼν μυρίαν, οὕτως καὶ εἰς βασιλέως αὐλάς τε καὶ ἀκοὰς ἀφίκετο.
不仅如此,他与皇帝们的交往,也如同遵循某种正道一般建立起来;因为在整个希腊世界独占鳌头并提供了无数次对自己的检验之后,他才得以进入皇帝的宫廷和听闻之中。
ἐκ δὲ τούτου ἕτερος παρʼ ἑτέρου παραλαμβάνων αὐτὸν εἶχεν ἀντʼ ἄλλου κόσμου τῶν βασιλικῶν.
此后,他们一个接一个地接纳他,将他视为超越任何其他皇室装饰的存在。
γενόμενος τοίνυν ἐπʼ ἐξουσίας καὶ δυνάμεως τοσαύτης ὥστε καὶ τροφέως χώραν, οὐχὶ διδασκάλου μόνον τῶν παίδων ἔχειν, τὴν μὲν ἄλλην σωφροσύνην καὶ κοσμιότητα ὅσην παρέσχετο οὐ φαῦλον ἔργον διηγήσασθαι.
因此,他获得了如此巨大的权势,以至于不仅能担任孩子们(皇子们)的教师,甚至占据了养育者的地位。 要叙述他所展现的其他节制和端庄,决不是一件容易的事。
ἔπραττε δὲ ταυτὸν ὅπερ καὶ περὶ τὰς ἀρχαίας διατριβάς.
但他所做的事,却与在过去的学术交往中完全相同。
ἔν τε γὰρ ταῖς διατριβαῖς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε τῶν πάντων αἴτιος γενέσθαι λέγεται, ἀγαθοῦ δὲ ἀεί τινος καὶ μαθηταῖς αὐτοῖς καὶ παιδαγωγοῖς αὐτῶν.
因为据说在那些学术交往中,他从未给任何人带来任何不快,反而总是给弟子们以及他们的启蒙教师带来某种益处。
καὶ γὰρ ἐλευθέρους ἀφεθῆναι καὶ
因为确实,有被释放为自由人的,也有……