§80Ἀριστείδης τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Κοτυαέων χαίρειν.
阿里斯泰德向科提埃昂的议会与人民致敬。
εἰκὸς μὲν ἦν καὶ ἀπὸ πάσης τῆς Ἑλλάδος ὡς ὑμᾶς ἰέναι συναχθεσθησομένους ἐπὶ τοιαύτῃ συμφορᾷ καὶ κοσμήσοντας ἄνδρα τῶν Ἑλλήνων τοσοῦτον πρῶτον·
面对如此灾祸,本应有来自全希腊的人们前往你们那里,共同分担这一不幸的哀痛,并去尊崇这位在希腊人中如此卓越、首屈一指的人物。
ἐγὼ δʼ οὖν πέμπων καὶ τάττων ἐμαυτὸν εἰς τοὺς οἰκεῖον τὸ συμβεβηκὸς νομίζοντας οὐκ ἄν μοι περιεργάζεσθαι δοκῶ.
然而,我派遣信使,并将自己列入那些将所发生之事视为自身至亲变故的人之中,我想自己不会被认为是在多管闲事。
ὅσα γὰρ νομίζεται κατʼ ἀνθρώπους καλὰ καὶ ἔντιμα ὀνόματα καὶ παισί τε ἡδονὴν ἔχοντα καὶ πρεσβυτέροις αἰδέσιμα, οὐδὲν τούτων ἀνὴρ ἐλλελοιπὼς ἦν ἐμοί.
因为在世人眼中被视为美好而尊贵的一切名分中,无论是带给孩子快乐的,还是令长者心生敬意的,那个人对我而言没有留下任何一件未尽之事。
ἀλλὰ καὶ τραφεὶς ὑπʼ ἐκείνῳ καὶ παιδευθεὶς καὶ ὅσων ἡ τύχη παρέσχε μετὰ ταῦτα κοινωνήσας πάντων διὰ σπουδῆς, τροφέα, διδάσκαλον, πατέρα, ἑταῖρον, πάντʼ εἶχον καλεῖν.
相反,我由他抚养、受他教育,且此后凡是命运所赐予的一切事物,我都热切地与他共享,因此我完全可以称他为养育者、教师、父亲、挚友,以及一切。
μέγιστον δʼ ἦν ἡμῖν πρὸς ἀλλήλους ὅτι ἴσον φρονῆσαι ἐπʼ ἀλλήλοις εἴχομεν, ἐγὼ μὲν ἐκείνῳ διδασκάλῳ φιλοτιμούμενος, ὁ δʼ §81ἐν οἰκείας δόξης μέρει τὸ καθʼ ἡμᾶς τιθέμενος.
而我们彼此之间最伟大的地方在于,我们能够因彼此而感到同样的自豪,我为他这位老师而自豪,而他则将关乎我的事视为他自己名誉的一部分。
ἕως μὲν οὖν ἐξῆν ὡς ἐκεῖνον πέμπειν, ἐποίουν τοῦτο, καί τις ἦν ἡμῖν οὐκ ἄμουσος διατριβὴ περὶ λόγους διὰ γραμμάτων.
因此,只要还能向他寄送信件,我便一直这样做,我们之间也有过通过书信进行学术言论的、颇具高雅情趣的交往。
ἐπειδὴ δʼ οὐκέτʼ ἔξεστιν ἐκείνῳ διαλέγεσθαι καὶ οὐδʼ ἃ πρώην ἔτυχον πέμψας ἀπεδέξατο ταῖς ἡδίσταις ἐμοὶ χερσὶν, ὑπόλοιπον ἦν ὡς ὑμᾶς ἀποστεῖλαι τὴν τῆς πόλεως ἑστίαν ἀντʼ ἐκείνου θέμενον.
然而,既然现在已无法再与他对话,而且就连我日前碰巧寄去的东西,他也没能用那双对我而言最亲切的手亲自收下,那么剩下的选择便是寄给你们,将你们城邦的炉灶视为他的替代。
ἐδόκουν γὰρ οὕτως Ἀλέξανδρόν τε διπλῇ τιμῇ τιμῆσαι, ἅμα μὲν αὐτοῦ μεμνημένος τὰ πρέποντα, ἅμα δὲ ὑμᾶς οἰκειούμενος διʼ ἐκεῖνον, ὑμῖν τε δὶς ἂν ποιεῖν κεχαρισμένα, δημοσίᾳ τε θαρρῶν ὑμῖν καὶ μεμνημένος ἀνδρὸς οὗ πλεῖστον λόγον ποιεῖσθε·
因为我觉得,这样做一方面可以双重地尊崇亚历山大——既以合宜的方式缅怀他,同时又因他而与你们建立亲近的关系——另一方面也为你们做了双重令人愉悦的事:既在公事上信任你们,又缅怀了你们最看重的那个人。
οἶμαι δʼ οὐχ ὑμεῖς μόνον, ἀλλὰ καὶ πάντες ὅσοι καὶ ὁπωσοῦν τελοῦσιν εἰς Ἕλληνας.
我想不仅是你们,所有以任何方式列入希腊人之列的人也都会这样想。
συμβαίνει δʼ ἐμοὶ τῇ μὲν μνήμῃ πάντων ἐφικνεῖσθαι τῶν ἐκείνου καλῶν, τῷ λόγῳ δὲ ἀπόρως ἔχειν ἐπεξελθεῖν.
然而对我而言,虽然在记忆中能触及他所有的美德,但在言辞上却难以一一阐述。
ἀθρόα γὰρ πάντα ἐπέρχεται, ἃ καθʼ ἕκαστον μὲν εἰπεῖν ἀδύνατον, ἀρχὴν δὲ οὐδὲ πειρᾶσθαι καιρὸν ἔχειν μοι δοκεῖ· ἀπὸ μέρους δʼ εἰ λέγοιμι, δέδοικα μὴ βελτίων ὦ σιωπῶν.
因为一切都在瞬间涌上心头,若要逐一说明是不可能的,而且在我看来,现在甚至连尝试开始都不是合适的时机;但如果我只讲述其中一部分,我担心自己还不如保持沉默。
ἐκεῖνος γὰρ ἓν μὲν καὶ πρῶτον ἁπάντων μετέθηκε τὸ γιγνόμενον περὶ τοὺς ἐπαίνους.
因为他,作为所有事情中的第一件,彻底改变了关于赞美的常规。
τοσοῦτον γὰρ ἀπέσχε τοῦ διὰ κοινότητα γένους εὐδοκιμεῖν, οἷον ἔθνει προσφεύγων ἢ πόλει, ὥστε παλαιότατον μὲν δή που γενῶν τὸ ὑμέτερον καὶ ἐν τῷ κοινῷ γένει τῶν Φρυγῶν ἡ πόλις αὖ, καθά φασιν, ἡ ὑμετέρα, ὁ δὲ καὶ τῇ πόλει καὶ τῷ γένει σύμπαντι τὴν φιλοτιμίαν αὑτοῦ κατέστησε, καὶ πᾶσιν ὑμῖν οὐ μικρὸν καύχημα πρὸς τοὺς Ἕλληνας ἐκείνου πολίτας εἶναι.
因为他决非通过血统的共同性来获得名望——就好像是在依仗某个民族或城邦——以至于,虽然你们的民族无疑是诸民族中最古老的,而且如人们所说,你们的城邦也属于弗里吉亚人的共同血统,但他却使自己的抱负成为了城邦以及整个民族的荣誉源泉,对你们所有人来说,能作为他的同胞,在希腊人面前是莫大的骄傲。
διδασκάλοις δὲ χρήσασθαι μὲν λέγεται τοῖς ἀρίστοις, ὑπερβαλόμενος δʼ ὅσον παῖδας ἅπαντας φαίνεται.
据说他曾师从最优秀的教师,但他显然远远超越了所有的同窗。
ἐφαψάμενος δὲ τοῖς χρόνοις τῆς ἡλικίας ἁπάντων τῶν ἐνδοξοτάτων τῶν μὲν ἀρχαιοτάτων μαθητὴς, τῶν δʼ ἐπὶ τούτοις ἁπάντων τῶν μὲν διδάσκαλος, τῶν δὲ συνεργὸς κατέστη.
在他人生的各个时期,他与所有最显赫的人物都有所接触,对于最古老的一代人,他是学生,而对于其后的所有人,他要么成为他们的老师,要么成为他们的合作伙伴。
καὶ ὁποίους μέν τινας ἀπειργάσατο ἐροῦσιν ἕτεροι, οἷς δʼ αὖ συνεπαίδευσεν
至于他培养出了怎样的人,其他人将会说明,或者他转而共同教育了哪些人。