Humanitext Reader

阿里斯·台德斯 · 埃特奥纽斯悼词 §77-78

埃特奥纽斯对学问的专注与哀痛化为赞颂

第 2 段,共 3 段 · 希腊语

内容简介

文中描述了埃特奥纽斯对学问的热切追求,并对其英年早逝表达了深切的哀悼,最后由神降的声音将悲痛化为赞美。

§77Ὁμηρικὸν τὸ οὐκ ἀγαθὸν πολυκοιρανίη, καὶ τοὺς διδασκάλους τοὺς πολλοὺς εἰς ἀμαθίαν μᾶλλον φέρειν, προείλετο μὲν διδάσκαλον ἐξ ἁπάντων ὅντινα δὴ καὶ προείλετο, οὐ γὰρ ἔμοιγε εὐπρεπέστατόν ἐστι λέγειν, τούτῳ δʼ οὕτως προσέκειτο ὥστε ἅπαντα πράττων ὅσα τὸν φιλομαθέστατον καὶ φιλοστοργότατον προσῆκεν οὐδεπώποτε ἔδοξεν ἑαυτῷ τῆς ἀξίας ἐγγὺς εἶναι.
荷马的名言“多头政治非善事”,以及多位教师反而会引导人走向无知(的想法),使得他从所有教师中,选出了一位他确实选中的老师(至于那是谁,对我而言说出来并不最合适)。 他对这位老师如此专注,以至于虽然他做了所有最渴望求知和最富有深情的人所应做的一切,但他从未觉得自己接近了应有的价值。
καὶ συνὼν μέν γε οὕτως ἔχαιρεν ὡς μόνον τοῦτον βιώσιμον ὄντα αὑτῷ τοῦ βίου τὸν χρόνον· εἰ δέ τι κωλύσειεν, ἠνιᾶτο μὲν, ᾐτιᾶτο δʼ οὐδεπώποτε.
与老师相处时,他感到无比快乐,仿佛这段时光是他一生中唯一值得活下去的时间;如果有什么事情阻碍了相聚,他固然感到痛苦,但绝不抱怨老师。
ἀκροώμενος τοίνυν οὕτως σφόδρα τῶν λόγων ἦν ὥστʼ οὐκ ἐσχόλαζεν ἐπαινεῖν, ἀλλʼ ὥσπερ οἱ διψῶντες σιωπῇ πίνουσιν, οὕτως ἐκείνῳ ἤρκει δέχεσθαι τὰ λεγόμενα, τῷ σχήματι καὶ τῷ νεύματι καὶ τῇ φαιδρότητι τὴν χαρὰν ἐμφανίζοντι, ἣν ἐπὶ τοῖς λόγοις εἶχεν.
因此,他是如此全神贯注地听课,以至于没有闲暇去赞美。 相反,就像口渴的人在沉默中饮水一样,对我来说,接受所说的话就已经足够,他用姿态、点头和明朗的表情显露出他对这些话语所怀有的喜悦。
ἀεὶ δʼ ἂν εὗρες αὐτὸν ἢ βιβλίον μεταχειριζόμενον, ἢ λόγους ποιοῦντα, ἢ τὴν μητέρα εὐφραίνοντα οἷς διηγεῖτο, ἢ οἷς ἐπεδείκνυτο, πάντως δʼ ἐν τούτῳ τῷ σχήματι πᾶν πράττοντα ὃ καὶ γραφῇ μιμήσασθαι κάλλιστον ἦν.
你总会发现他要么手捧书本,要么撰写文章,要么用自己讲述或展示的东西取悦母亲,总之他以那种即使在画作中描绘也最为美丽的姿态做着每件事。
ἃ δὲ τοῖς ἐνταῦθα ἥκουσιν ἡλικίας ἐφʼ ἡμέρᾳ καὶ νυκτὶ ἑκάστῃ παίζεται, ταῦτʼ ἐκείνῳ καθάπερ μῦθοί τινες ἦσαν.
在这个年纪的年轻人们日夜玩耍的游戏,对他来说就像是某种神话故事。
ἀλλὰ γυναικῶν μὲν μία σύσσιτος ἦν ἡ μήτηρ, παίδων δὲ εἷς ἀδελφὸς, φίλοι δὲ οἱ ταὐτὰ προῃρημένοι καὶ κατὰ τοὺς αὐτοὺς συνιόντες λόγους·
然而,在女性中,他唯一的同餐者是母亲;在孩子中,唯一的同伴是弟弟;而在朋友中,则是那些志同道合、为了相同的学业而聚集的人。
ὁ δʼ ἔπρεπε καὶ διὰ πάντων.
而他在所有人中都出类拔萃。
ἄγαλμα δʼ ἄν τις ἔφησε τῆς Αἰδοῦς αὐτὸν εἶναι, ᾧ γε τὰ μὲν πολλὰ σιωπᾶν ἐξήρκει, εἰ δέ τι φθέγγοιτο, ἔδει φλέγεσθαι.
人们会说他是“谦逊”的化身,对他而言,大多数时候保持沉默便已足够,但如果他开口说话,就必定会面红耳赤。
οὔκουν ἄλλως γʼ ἂν ἤκουσας αὐτοῦ φωνὴν, ἀλλὰ χρῆν ἢ ἐρυθριάσαντα εἰπεῖν, ἢ εἰπόντα ἐρυθριᾶν·
事实上,你绝不会听到他以其他方式发出声音,他要么在脸红之后说话,要么在说话之后脸红。
οὕτως ἀθέατος καὶ ἀνήκοος καὶ ἄπειρος ἁπάντων τῶν αἰσχίστων διεβίω.
他就这样在不曾看见、不曾听闻、也未曾经历过一切最可耻之事的情况下度过了一生。
λόγους δὲ καὶ παιδείαν εἶδε μόνα, ὃς καὶ τελευτῶν εἰς ταῦτα ἐτελεύτησεν, πανηγυρικὸν καὶ μελέτας βοῶν.
他眼中只有学问和教养,直至临终时,他也在这两样事物中离世,口中呼喊着节日颂词与修辞练习。
ὦ πάντα σὺ κάλλιστε παίδων, ὦ τῆς μὲν
噢,在一切事物上你都是孩子们中最美丽的!
§78προσηκούσης ἡλικίας οὐκ ἐπιλαβόμενος, τῆς δʼ ὑπαρχούσης σεμνότερος καὶ πρεσβύτερος φανεὶς, σὲ ποθοῦσι μὲν ἡλικιωτῶν χοροὶ, ποθοῦσι δὲ πρεσβύτεροι, ποθεῖ δὲ ἡ τὰ μέγιστα ἐπὶ σοὶ πόλις ἐλπίσασα, ἣν σὺ πρώην πρῶτα δὴ καὶ τελευταῖα εὔφρανας.
噢,你未能达到应有的年龄,却显得比实际年龄更为庄重和年长! 同龄人的舞队渴望着你,年长者们渴望着你,那对你寄予最大希望的城邦也渴望着你——你不久前才第一次、也是最后一次让这城邦欢欣鼓舞。
μητρὶ δὲ ποῖαι νύκτες, ἢ τίνες ἡμέραι λοιπὸν, ἣ πρὶν μὲν ὡς καλλίπαις ᾔδετο, νῦν δʼ ἐξελήλεγκται ὡς δυστοκήσασα.
而对于母亲来说,今后还剩下怎样的夜晚,或者怎样的白昼呢? 她以前曾被歌颂为拥有俊美之子的母亲,如今却被证实为遭遇不幸分娩的人。
ὦ κύκλοι μὲν ὀφθαλμῶν ἐκείνων κεκλειμένοι τὸν ἅπαντα ἤδη χρόνον, κεφαλὴ δὲ ἡ πρότερον χαριεστάτη νῦν ἐν κόνει. χεῖρες δὲ ἀφανεῖς.
噢,那一双如今已永远闭合的眼眶,那颗以前最可爱如今却没入尘土的头颅,以及那已然消失的双足。
ὦ πόδες οἷον φέροντες τὸν δεσπότην ὑπεδώκατε.
噢,双脚啊,你们在承载主人时是如何支撑不住的啊!
ὦ νυμφίου τʼ ἐλεινότερος ἄρτι καομένου καὶ στεφάνοις μᾶλλον πρέπων ἢ θρήνοις, οἵαν ἐν ὥρᾳ τὴν ἀωρίαν ἐκίνησας, ὡς πρὶν ὑμέναιον ᾀσθῆναί σοι καιρὸν εἶναι τοὺς θρήνους ᾁδειν κατέλαβεν.
噢,你比那正在被火化的新郎更令人怜悯,比起哀歌,你更配得上冠冕,你在青春的盛期引起了何等不合时宜的夭折,以至于在为你唱起婚礼赞歌之前,唱起哀歌的时刻便已降临到我们身上。
ὦ σχῆμα κάλλιστον.
噢,最美丽的形体!
ὦ φθέγμα κοινὸν τοῖς Ἕλλησιν αὐξανόμενον, οἴχει δὴ προοιμιασάμενος, τοσοῦτον εὐφράνας ὅσον λυπῆσαι μειζόνως.
噢,那在希腊人中共同成长起来的声音,你仅仅奏响了序曲便已离去,给我们带来了多大的欢乐,就带来了多么沉重的悲伤!
ἐπέρχεταί μοι τὸ τοῦ Πινδάρου προσθεῖναι, Ἄστρα τε καὶ ποταμοὶ καὶ κύματα πόντου τὴν ἀωρίαν τὴν σὴν ἀνακαλεῖ.
我脑海中浮现出平达的一句话,想要将其加上:“星辰、河流与海洋的波涛都在呼唤着你那不合时宜的夭折。
ὢ τοῦ δευτέρου πτώματος, οἷος ἐφʼ οἵῳ τῷ νέῳ κεῖσαι.
”噢,第二次坠落,一个怎样的青年竟躺在另一个怎样的青年之上!
ὢ τῆς ἐπιθήκης, οἷον αὖ τὸ δεύτερον ἡμῖν ἔσεισεν.
噢,这追加的打击,这第二次震荡又如何再次摇撼了我们!
ὢ τοῦ τραγικοῦ δαίμονος, ὃς προδείξας ἀρτίως βουλευτήρια καὶ λόγους καὶ ζῆλον καὶ χαρὰν πόρρω τούτων ἐν βραχεῖ τὸ δρᾶμα κατέκλεισεν.
噢,悲剧之神,你刚才还展示了议事厅、演说、热忱与喜悦,却在短时间内,让戏剧在远离这些的地方匆匆谢幕。
ὦ συμφοραὶ κοιναὶ λογίων καὶ χθονίων θεῶν.
噢,语言之神与冥府之神共同的灾祸!
τί ποτε καὶ ἀποκρίνωμαι πρὸς τὰ ψηφίσματα;
我到底该如何回应那些决议呢?
ἢ τοῦτο ὅτι Ἐτεωνεὺς οἴχεται παρὰ τοὺς κρείττονας;
难道是回答说,埃特奥纽斯已经离去,前往比我们更优越的人们那里了吗?
ὦ δεξιώτατε παίδων, οἷόν σοι πέμπω βιβλίον, οἵων τὰ νῦν ἀπολαύεις λόγων.
噢,孩子们中最聪颖的,我给你送去了一本怎样的书,而你现在又在享受着怎样的言辞!
ἀλλὰ γὰρ ὥσπερ ἐν τραγῳδίᾳ τινὶ ὡς ἀληθῶς μεταξὺ τῶν ὀδυρμῶν δοκῶ μοι κατακούειν φωνῆς ἀπὸ μηχανῆς θεοῦ τινος μεταβάλλοντος τὸν θρῆνον εἰς εὐφημίαν, ὡδὶ λέγοντος, παύσασθε ὦ ἄνθρωποι, οὐκ οἰκτρὸς ὁ παῖς, μᾶλλον δὲ ἀνὴρ, οὐδὲ ἐλεεῖσθαι δίκαιος τῆς
然而,就像在某部真正的悲剧之中,在哀悼的间隙,我似乎听到一个来自机械的声音,某位神明正将哀歌转化为吉言,这样说道:“人类啊,停止吧,这个孩子并不可怜,他更像是一个男子汉,他也不该因他的……”

词汇与语法注释

  1. §77Ὁμηρικὸν τὸ ... φέρειν — 此处包含宾格加不定式结构(τοὺς διδασκάλους... φέρειν),与荷马的名言“多头政治非善事”并列,共同作为他仅选择一位老师的原因。在语法上,可能省略了表示“认为”的动词,或者与形容词 Ὁμηρικὸν 构成同位语。
  2. §77ἀκροώμενος ... ἦν — 分词 ἀκροώμενος 与未完成过去时存在动词 ἦν 结合,构成表示持续状态的迂言式(periphrastic conjugation),比普通的未完成过去时 ἠκροᾶτο 更强调其听课的专注与持续。
  3. §77ἄν τις ἔφησε — 语气词 ἄν 与直陈式过去时(不定过去时) ἔφησε 结合,表示过去的可能性或虚拟语气(“人们本会说”)。
  4. §78οἷος ἐφʼ οἵῳ — 双重感叹/疑问代词(οἷος 与 οἵῳ)并置的修辞手法,意为“一个怎样的(优秀)青年竟躺在另一个怎样的(优秀)青年之上!”,用以表达对家族中年轻人相继夭折的深切哀悼。

引用这一段

阿里斯·台德斯, 埃特奥纽斯悼词 §77-78. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg011.humanitext-grc2:77-78

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。