Humanitext Reader

阿里斯·台德斯 · 埃特奥纽斯悼词 §75-76

哀悼埃特奥纽斯之早逝并赞美其德行

第 1 段,共 3 段 · 希腊语

内容简介

演说者哀悼青年埃特奥纽斯的早逝,赞美他显赫的家世、优秀的父母,以及他那兼具孩童纯真与老人智慧的无与伦比的品格与才华。

§75ἡ μὲν ἐπίδειξις οὐδαμῶς εὐτυχὴς οὐδὲ κατʼ ἐλπίδας, ἀναγκαία δὲ τῆς τε πόλεως ἕνεκα καὶ τῶν οἰκείων τῶν Ἐτεωνέως καὶ προσέτι γε ἡμῶν αὐτῶν παραμυθίας.
这一演说绝非幸事,也不符合期望,但为了城邦、埃特奥纽斯的亲属,以及我们自身的慰藉,它都是必不可少的。
οἶμαι δʼ εἰ καὶ μήπω πρόσθεν θρῆνοι κατʼ ἀνθρώπους ἐνομίσθησαν, νῦν γε ἐπὶ τῷδε δικαίως ἂν ἄρξασθαι.
我认为,即使以前人类中从未有过哀悼的习俗,现在至少为了这个人,也理应公正地开始这一习俗。
τί γὰρ οὐκ ἄν τις ὀδύραιτο;
因为有谁不会哀叹呢?
πότερον τὴν ἡλικίαν ἣν ἔχων οἴχεται καὶ τὴν ἀνδρείαν ἣ κέκρυπται κακῶς, ἢ τὴν σωφροσύνην ἧς οὐδʼ ἂν παράδειγμα ῥᾳδίως εὕροι τις, ἢ τὰς ἐλπίδας ὧν στέρεται μὲν αὐτὸς, στέρονται δὲ οἰκέται καὶ φίλοι καὶ πόλις καὶ πᾶν ὅσον εἰς τὴν νῦν Ἀσίαν τελεῖ;
是哀叹他离世时所拥有的青春,和被不公地掩埋的勇气,还是哀叹那让人难以轻易找到典范的节制,抑或是哀叹他自身被剥夺、而他的家属、朋友、城邦以及属于如今整个(小)亚细亚的所有人也被剥夺的那些希望?
ποῖος ταῦτα Σιμωνίδης θρηνήσει;
什么样的西摩尼得斯会哀悼这些?
τίς Πίνδαρος ποῖον μέλος ἢ λόγον τοιοῦτον ἐξευρών;
什么样的品达会创作出这样的歌曲或言辞?
τίς Στησίχορος ἄξιον φθέγξεται τοιούτου πάθους;
什么样的斯特西科鲁斯会发出配得上如此灾祸的声音?
ποία δὲ δύσηρις Θετταλὴ τοσοῦτον πένθος ἐπένθησεν ἐπʼ Ἀντιόχῳ τελευτήσαντι, ὅσον νῦν μητρὶ τῇ τούτου πένθος πρόκειται;
又有哪位好争吵的帖撒利亚妇女,曾在安条克去世时哀悼过如此巨大的悲痛,以至于能与如今摆在这位母亲面前的悲痛相提并论?
οὐ μὴν §76ἀρκέσει σιωπῇ θρηνεῖν, οὐδʼ ὅσον βοῶντας τοὔνομα, ἀλλά τι καὶ κόσμου τῷ θρήνῳ προσέσται.
然而,仅仅在沉默中哀悼,或者仅仅呼喊他的名字是不够的,某种装饰也必须加入到这哀悼之中。
τί γὰρ καὶ φοβηθησόμεθα μὴ λέγοντες ψευσώμεθα οὗ τὸ μὲν γένος τοσοῦτον πρῶτον ἔν τε τῇ πόλει καὶ τῇ Ἀσίᾳ, ὥστε μηδʼ ἂν ἕνʼ ἀμφισβητῆσαι·
因为我们为什么还要害怕因说话而撒谎呢? 他的家族在城邦和亚细亚都是如此首屈一指,以至于没有一个人会对此产生异议。
πάντες γὰρ ὡς εἰπεῖν καθʼ ἕνα πρωτεύουσι·
因为可以这么说,他们每一个人都出类拔萃。
καὶ μὴν τῷ γε πρὸς πατρὸς τὸ πρὸς μητρὸς ἐφάμιλλον.
而且,母方的血统与父方的血统并驾齐驱。
αὐτοὶ δὲ οἱ γονεῖς ὁ μὲν ἀνδρῶν γνωριμώτατος, ἡ δὲ γυναικῶν σωφρονεστάτη, ἀλλὰ καὶ εἰς παίδων τῶν αὑτῆς ἐπιμέλειαν κρείττων ἢ γυνή.
父母本身,一位是男人中最有名望的,另一位是女人中最有节制的,甚至在照料自己的孩子方面超出了普通女人的能力。
τροφὴ δὲ καὶ φύσις ἀξία τῆς γενέσεως, ᾧ γε τροφὸς μὲν καὶ φύλαξ ἡ μήτηρ, σῶμα δὲ καὶ ψυχὴ πρέποντα ἀλλήλοις.
他的抚养和天赋配得上他的出身,对他来说,母亲既是抚养者又是守护者,而他的身体和灵魂也是相互契合的。
ἰδεῖν μέν γε κάλλιστος καὶ μέγιστος καὶ τελεώτατος τῶν ἐν τῇ ἡλικίᾳ καὶ πλεῖστον ἡδονῆς τῷ θεωμένῳ προσβάλλων, τὸν δὲ τρόπον κοσμιώτατος καὶ ἐλευθεριώτατος, μεγαλοπρεπείᾳ μετʼ ἀφελείας ἐμπρέπων, ὥστʼ οὐκ ἦν εἰκάσαι πότερον παῖς ἐστιν ἢ νεανίας ἢ πρεσβύτης.
从外表上看,他是同龄人中最美丽、最魁梧、最完美的,给观看者带来极大的极度愉悦;在性格上,他最为端正、最为高尚,在纯朴中彰显着高雅,以至于让人无法猜测他究竟是孩童、青年还是老人。
τὸ μὲν γὰρ ἀποίητον παιδὸς, ἡ δὲ ἀκμὴ νεανίου, φρόνησις δὲ πρεσβύτου.
因为他拥有孩童的质朴、青年的全盛,以及老人的睿智。
ἦν δʼ ἀγασθῆναι τῆς μὲν συνέσεως τὸ μηδαμῆ θρασὺ μηδὲ ἰταμὸν μηδὲ αὔθαδες, ἀλλʼ ἐν σχολαίῳ τῷ ἤθει τὸ ἀγχίνουν εἶναι, τῆς δʼ αὖ σωφροσύνης τὸ μηδαμῆ νωθρὸν μηδὲ ὕπτιον μηδὲ ναρκῶδες, ἀλλʼ ὥσπερ ὥρας ἠρινῆς εὖ κεκραμένης ἐξ ἴσου τὴν ὀξύτητα τῇ πραότητι καθεστάναι, καὶ μήτε τὴν σωφροσύνην μήτε τὴν χάριν εἰς ἄλληλα βλάπτεσθαι.
令人赞叹的是,在他的智慧中没有任何鲁莽、轻率或固执,而是将敏捷寓于沉静的性情之中;另一方面,在他的节制中也没有任何迟钝、松懈或麻木,而是仿佛在调和良好的春季,其敏锐与温和等量齐观地确立,使节制与优雅皆不互相损害。
ὅς γε τῆς μὲν μητρὸς οὕτως εἴχετο ὥσπερ οἱ πρὸς τῷ μαστῷ παῖδες, τὸν δὲ ἀδελφὸν ὡς παῖδα ἠσπάζετο, τῶν δὲ μαθημάτων οὕτως εἴχετο ὥσπερ οὐκ ἐξὸν ἄλλως αὐτὸν ζῆν.
他依恋母亲就像哺乳期的孩子一样,拥抱兄弟如同拥抱幼童,专心于学业就像若不如此便无法生活一般。
ἃ δʼ ἤκουσε παραχρῆμα ἠπίστατο, ἰδὼν δʼ εὐθὺς ἂν ἔγνω ποῖός τις ἀνὴρ καὶ πότερον ἀσπάζεσθαι χρὴ ἢ φυλάττεσθαι.
听到的事情他能立即领会,一看到某人,他就能立刻看出此人是怎样的人,以及应该亲近还是防范。
νομίσας δʼ εὖ ἔχειν τὸ
他认为这样做很好……

词汇与语法注释

  1. 75ἂν ἄρξασθαι — 不定式 `ἄρξασθαι` 与助词 `ἄν` 连用,在取决于 `οἶμαι` 的间接引语中表示带 `ἄν` 的潜在希求法(potential optative)。
  2. 75δύσηρις Θετταλὴ — 指帖撒利亚传说中为安条克之死而痛苦哀悼的女性。字面意为“好争吵的帖撒利亚妇女”,在此处用来唤起神话或悲剧里激烈哀悼的著名先例。
  3. 76οὗ τὸ μὲν γένος τοσοῦτον — 关系代词 `οὗ`(属格)以埃特奥纽斯为先行词,引导出一个带有结果从句 `ὥστε` 的关系从句,用以强调其高贵的出身。
  4. 76ἰδεῖν μέν γε κάλλιστος — 不定式 `ἰδεῖν` 用作表示观点的不定式(“在外观上”),用以限定最高级形容词 `κάλλιστος`。
  5. 76ὥσπερ οὐκ ἐξὸν ἄλλως αὐτὸν ζῆν — `οὐκ ἐξόν` 是无人称动词 `ἔξεστι` 的对格绝对(accusative absolute)否定形式,与 `ὥσπερ` 连用,表示假设或比喻性的附带状况:“仿佛他若不如此便无法生活一般”。

引用这一段

阿里斯·台德斯, 埃特奥纽斯悼词 §75-76. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg011.humanitext-grc2:75-76

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。