§77Ὁμηρικὸν τὸ
οὐκ ἀγαθὸν πολυκοιρανίη,
καὶ τοὺς διδασκάλους τοὺς πολλοὺς εἰς ἀμαθίαν μᾶλλον φέρειν, προείλετο μὲν διδάσκαλον ἐξ ἁπάντων ὅντινα δὴ καὶ προείλετο, οὐ γὰρ ἔμοιγε εὐπρεπέστατόν ἐστι λέγειν, τούτῳ δʼ οὕτως προσέκειτο ὥστε ἅπαντα πράττων ὅσα τὸν φιλομαθέστατον καὶ φιλοστοργότατον προσῆκεν οὐδεπώποτε ἔδοξεν ἑαυτῷ τῆς ἀξίας ἐγγὺς εἶναι.
「多頭政治は良くない」というのはホメロス的な格言であり、また多くの教師はむしろ無知へと導くものであると考えたので、彼はすべての教師の中から、自身が選び出した一人の教師をあらかじめ選んだ。 その者の名を語ることは私にとって決して最もふさわしいことではないからである。 そして彼はこの教師にあまりに専念していたので、最も学問を愛し、最も情愛の深い者にふさわしいことのすべてを行っていながらも、自分自身がその価値にふさわしい領域に近づいているとは決して思えなかったのである。
καὶ συνὼν μέν γε οὕτως ἔχαιρεν ὡς μόνον τοῦτον βιώσιμον ὄντα αὑτῷ τοῦ βίου τὸν χρόνον· εἰ δέ τι κωλύσειεν, ἠνιᾶτο μὲν, ᾐτιᾶτο δʼ οὐδεπώποτε. ἀκροώμενος τοίνυν οὕτως σφόδρα τῶν λόγων ἦν ὥστʼ οὐκ ἐσχόλαζεν ἐπαινεῖν, ἀλλʼ ὥσπερ οἱ διψῶντες σιωπῇ πίνουσιν, οὕτως ἐκείνῳ ἤρκει δέχεσθαι τὰ λεγόμενα, τῷ σχήματι καὶ τῷ νεύματι καὶ τῇ φαιδρότητι τὴν χαρὰν ἐμφανίζοντι, ἣν ἐπὶ τοῖς λόγοις εἶχεν.
そして、一緒にいるときには、この時間だけが自分にとって生きるに値する人生の時間であるかのように、それほどまでに喜んでいた。もし何か妨げることがあれば、悲しみはしたものの、決して責めることはなかった。さらに、彼は言葉をあまりにも熱心に聴いていたので、称賛する暇さえなかった。 むしろ、渇いた人々が沈黙のうちに飲むように、彼にとっては語られることを受け入れるだけで十分であり、その姿勢や会釈、そして晴れやかな表情によって、言葉に対して抱いている喜びを表していた。
ἀεὶ δʼ ἂν εὗρες αὐτὸν ἢ βιβλίον μεταχειριζόμενον, ἢ λόγους ποιοῦντα, ἢ τὴν μητέρα εὐφραίνοντα οἷς διηγεῖτο, ἢ οἷς ἐπεδείκνυτο, πάντως δʼ ἐν τούτῳ τῷ σχήματι πᾶν πράττοντα ὃ καὶ γραφῇ μιμήσασθαι κάλλιστον ἦν.
あなたは常に、彼が書物を手に取っているか、演説を作っているか、あるいは自身の語ることや披露することによって母親を喜ばせているか、いずれにせよ、絵画に模写するのにも最も美しいようなあの姿勢で、すべてのことを行っているのを目にしたであろう。
ἃ δὲ τοῖς ἐνταῦθα ἥκουσιν ἡλικίας ἐφʼ ἡμέρᾳ καὶ νυκτὶ ἑκάστῃ παίζεται, ταῦτʼ ἐκείνῳ καθάπερ μῦθοί τινες ἦσαν.
この地にいる同世代の若者たちが日夜遊んでいるような事柄は、彼にとってはまるで一種の作り話のようであった。
ἀλλὰ γυναικῶν μὲν μία σύσσιτος ἦν ἡ μήτηρ, παίδων δὲ εἷς ἀδελφὸς, φίλοι δὲ οἱ ταὐτὰ προῃρημένοι καὶ κατὰ τοὺς αὐτοὺς συνιόντες λόγους·
しかし、女性の中での唯一の同卓者は母親であり、子供の中では一人の弟であり、友人は同じ志を持ち、同じ言葉のもとに集まる人々であった。
ὁ δʼ ἔπρεπε καὶ διὰ πάντων.
そして彼はすべての人の間で際立っていた。
ἄγαλμα δʼ ἄν τις ἔφησε τῆς Αἰδοῦς αὐτὸν εἶναι, ᾧ γε τὰ μὲν πολλὰ σιωπᾶν ἐξήρκει, εἰ δέ τι φθέγγοιτο, ἔδει φλέγεσθαι.
誰もが彼を慎みの像と呼んだであろう。 彼にとっては大抵の場合、沈黙していることで十分であったが、もし何かを語るとすれば、赤面せねばならなかった。
οὔκουν ἄλλως γʼ ἂν ἤκουσας αὐτοῦ φωνὴν, ἀλλὰ χρῆν ἢ ἐρυθριάσαντα εἰπεῖν, ἢ εἰπόντα ἐρυθριᾶν·
事実、あなたが彼の声を聞くのはそれ以外にはなく、赤面してから語るか、語ってから赤面するかのどちらかでなければなかった。
οὕτως ἀθέατος καὶ ἀνήκοος καὶ ἄπειρος ἁπάντων τῶν αἰσχίστων διεβίω.
このように、彼はすべての最も不名誉なことを見ず、聞かず、経験することなく生涯を送った。
λόγους δὲ καὶ παιδείαν εἶδε μόνα, ὃς καὶ τελευτῶν εἰς ταῦτα ἐτελεύτησεν, πανηγυρικὸν καὶ μελέτας βοῶν.
彼は言葉と教養だけを見つめ、最期を迎えるときにもこれらの中に身を置き、祝祭演説や修辞的練習を叫んでいた。
ὦ πάντα σὺ κάλλιστε παίδων, ὦ τῆς μὲν
おお、あらゆる点で子供たちの中で最も美しい者よ!
§78προσηκούσης ἡλικίας οὐκ ἐπιλαβόμενος, τῆς δʼ ὑπαρχούσης σεμνότερος καὶ πρεσβύτερος φανεὶς, σὲ ποθοῦσι μὲν ἡλικιωτῶν χοροὶ, ποθοῦσι δὲ πρεσβύτεροι, ποθεῖ δὲ ἡ τὰ μέγιστα ἐπὶ σοὶ πόλις ἐλπίσασα, ἣν σὺ πρώην πρῶτα δὴ καὶ τελευταῖα εὔφρανας.
おお、ふさわしい年齢に達することはなかったが、現在の年齢よりも厳かで年長に見えた者よ! 同世代の舞踏団はあなたを慕い、年長者たちもあなたを慕い、あなたに最大の希望を託していた都市もあなたを慕っている。 都市をあなたは先日、最初で最後の喜びで満たしたのだ。
μητρὶ δὲ ποῖαι νύκτες, ἢ τίνες ἡμέραι λοιπὸν, ἣ πρὶν μὲν ὡς καλλίπαις ᾔδετο, νῦν δʼ ἐξελήλεγκται ὡς δυστοκήσασα.
母親にとっては、これからどのような夜が、あるいはどのような昼が残されているだろうか。 かつては美しい子を持つ母として歌われていた彼女が、今や不運な出産をした者として立証されてしまった。
ὦ κύκλοι μὲν ὀφθαλμῶν ἐκείνων κεκλειμένοι τὸν ἅπαντα ἤδη χρόνον, κεφαλὴ δὲ ἡ πρότερον χαριεστάτη νῦν ἐν κόνει.
おお、今や永遠に閉じられてしまったあの両目の丸みよ、かつては最も愛らしかったが今は塵の中にある頭よ、そして見えなくなってしまった両手よ。
χεῖρες δὲ ἀφανεῖς. ὦ πόδες οἷον φέροντες τὸν δεσπότην ὑπεδώκατε.
おお、主を運んでいた足よ、なんとあなた方は崩れ落ちてしまったことか。
ὦ νυμφίου τʼ ἐλεινότερος ἄρτι καομένου καὶ στεφάνοις μᾶλλον πρέπων ἢ θρήνοις, οἵαν ἐν ὥρᾳ τὴν ἀωρίαν ἐκίνησας, ὡς πρὶν ὑμέναιον ᾀσθῆναί σοι καιρὸν εἶναι τοὺς θρήνους ᾁδειν κατέλαβεν.
おお、今まさに焼かれようとしている花婿よりも哀れであり、哀悼の歌よりも花冠にふさわしい者よ、あなたはなんと若さの盛りに早すぎる死をもたらしたことか。 婚礼の歌があなたのために歌われる前に、哀悼の歌を歌う時が我々を襲うことになるとは。
ὦ σχῆμα κάλλιστον.
おお、最も美しい姿よ。
ὦ φθέγμα κοινὸν τοῖς Ἕλλησιν αὐξανόμενον, οἴχει δὴ προοιμιασάμενος, τοσοῦτον εὐφράνας ὅσον λυπῆσαι μειζόνως.
おお、ギリシア人たちに共通するものとして育ちつつあったその声よ、あなたはただ序奏を奏でただけで去ってしまい、より大きな悲しみを与えるためだけに、これほどまでに喜ばせたのだ。
ἐπέρχεταί μοι τὸ τοῦ Πινδάρου προσθεῖναι, Ἄστρα τε καὶ ποταμοὶ καὶ κύματα πόντου τὴν ἀωρίαν τὴν σὴν ἀνακαλεῖ.
私にはピンダロスの次の言葉を付け加えることが思い浮かぶ。 「星々も、川も、海の波も、あなたの早すぎる死を呼び戻そうとしている」。
ὢ τοῦ δευτέρου πτώματος, οἷος ἐφʼ οἵῳ τῷ νέῳ κεῖσαι.
おお、第二の失墜よ、なんと素晴らしい若者であるあなたが、なんと素晴らしい若者の上に横たわっていることか。
ὢ τῆς ἐπιθήκης, οἷον αὖ τὸ δεύτερον ἡμῖν ἔσεισεν.
おお、追い打ちよ、なんと第二の衝撃が再び我々を揺さぶったことか。
ὢ τοῦ τραγικοῦ δαίμονος, ὃς προδείξας ἀρτίως βουλευτήρια καὶ λόγους καὶ ζῆλον καὶ χαρὰν πόρρω τούτων ἐν βραχεῖ τὸ δρᾶμα κατέκλεισεν.
おお、悲劇の神よ。 彼は先ほど議事堂や演説、熱意、喜びを見せながらも、それらから遠く離れたところで、わずかの時間のうちにこの劇を閉じてしまった。
ὦ συμφοραὶ κοιναὶ λογίων καὶ χθονίων θεῶν.
おお、言葉の神々と冥府の神々に共通する災厄よ。
τί ποτε καὶ ἀποκρίνωμαι πρὸς τὰ ψηφίσματα;
私は一体、決議に対して何と答えればよいのか。
ἢ τοῦτο ὅτι Ἐτεωνεὺς οἴχεται παρὰ τοὺς κρείττονας;
あるいは、エテオネウスがより優れた者たちのもとへ去ってしまったということか。
ὦ δεξιώτατε παίδων, οἷόν σοι πέμπω βιβλίον, οἵων τὰ νῦν ἀπολαύεις λόγων.
おお、子供たちの中で最も才気あふれる者よ、私はあなたにどのような書物を送っていることか、そしてあなたは今、どのような言葉を楽しんでいることか。
ἀλλὰ γὰρ ὥσπερ ἐν τραγῳδίᾳ τινὶ ὡς ἀληθῶς μεταξὺ τῶν ὀδυρμῶν δοκῶ μοι κατακούειν φωνῆς ἀπὸ μηχανῆς θεοῦ τινος μεταβάλλοντος τὸν θρῆνον εἰς εὐφημίαν, ὡδὶ λέγοντος, παύσασθε ὦ ἄνθρωποι, οὐκ οἰκτρὸς ὁ παῖς, μᾶλλον δὲ ἀνὴρ, οὐδὲ ἐλεεῖσθαι δίκαιος τῆς
だがしかし、まさに悲劇の中におけるように、本当に、悲嘆のただ中で、私は機械仕掛けから現れた神の声をはっきりと聞き取っているように思える。 神は哀悼の歌を吉兆の言葉へと変え、このように語っている。 「人間たちよ、やめなさい。 その子は憐れむべきではなく、むしろ一人の男であり、彼の……のゆえに憐れまれるのが正しいのではないのだから」