Humanitext Reader

阿里斯·台德斯 · 埃特奥纽斯悼词 §79-80

埃忒俄纽斯作为受阿波罗眷顾的英雄

第 3 段,共 3 段 · 希腊语

内容简介

借助神圣的宣告,揭示了早逝的青年非但不可怜,反而在阿波罗眷顾的英雄般的永恒荣耀中永生,并敦促世人停止哀悼,将其作为英雄来尊崇。

§79πορείας ἣν ἐστείλατο, ἀλλʼ εἴπερ τις ἄλλος ἔχει καλῶς γε δὴ τὰ ἀνθρώπεια.
因他所启程的旅途。 但如果真的有其他人能在人事上得享安好,那必定是他了。
οὐ γὰρ Κωκυτὸς οὐδὲ Ἀχέρων τοῦτόν γε εἰλήφασιν, οὐδὲ θήκη κρύψει παραλαβοῦσα, ἀλλʼ εὐκλεὴς καὶ ἀγήρως ἤδη τὸν λοιπὸν ἅπαντα χρόνον περίεισιν ἥρως, Κυζίκου πάρεδρος, τιμηθεὶς ὑπὸ Ἀπόλλωνος πατρῴου κατὰ ταῦτα Ἀμύκλᾳ καὶ Ναρκίσσῳ καὶ Ὑακίνθῳ καὶ εἰ δή τις ἄλλος ἐπὶ εἴδει καλῷ κρείττονα ἢ κατʼ ἄνθρωπον ἀρετὴν ἐκτήσατο.
因为无论是科库托斯河还是阿刻戎河都未曾接纳他,坟墓也不会将他收容并隐藏,相反,他如今已作为荣光四射且永不衰老的英雄,在今后的岁月中,作为基齐库斯神的座前常侍而行于世间,受到祖先之神阿波罗的尊崇,如同阿密克拉斯、纳西索斯、雅辛托斯一样,以及其他因容貌美丽而获得超越凡人之美德的人。
ἑτέραις οὖν ἤδη τιμαῖς αὐτὸν τιμητέον καὶ ἑτέρως παραπεμπτέον, ὡς κρείττω δακρύων ὄντα καὶ τὴν ἀποικίαν οὐκ ἄνευ θείας μοίρας πεποιημένον.
因此,如今必须以其他的荣宠来尊崇他,以其他的方式为他送行,因为他已超越了泪水,且他的迁徙并非没有神圣命运的安排。
πάντως δὲ ἡ μὲν τελευτὴ κοινὸς ἅπασιν ὅρος πρόκειται, τὸ δὲ τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα μετʼ εὐκλείας καταλῦσαι θεοῖς τε καὶ ἀνθρώποις ἄμεμπτον. τοῦτο δὲ οὐκ ἐπὶ πάντας, ἀλλʼ ὀλίγοις δή τισι τῶν πάντων ἀπεδόθη.
无论如何,死亡作为共同的界限摆在所有人面前,而使自己配得上最美妙的事物、带着荣耀而终结一生、在神明与人类面前都无可指责,这并非赐予所有人,而是只赋予了所有人中的极少数人。
βίος δὲ πᾶς ἀνθρώπου βραχὺς καὶ οὐ πολλοῦ τινος ἄξιος εἰς ἀριθμοῦ λόγον, ἀλλʼ ἐάν τε Ἀργανθώνιον ἐάν τε Τιθωνὸν λέγῃ τις ἐάν τε τὸν τὰς τρεῖς γενεὰς διαρκέσαντα Νέστορα τὸν Πύλιον, πάντας τούτους τοὺς χρόνους συνθεὶς εὑρήσεις ἔλαττον μέρος ὄντας τοῦ παντὸς αἰῶνος ἢ ὅσον εἰπεῖν.
人类的整个生命都是短暂的,在数量的计算上不值一提;无论人们提到阿根托纽斯,还是提托诺斯,或是度过了三代人的皮洛斯人涅斯托尔,如果你把所有这些时间加在一起,你会发现它们只占整个永恒中微不足道的一部分。
οὐ δεῖ δὴ φιλοψυχεῖν οὐδὲ τὴν εὐδαιμονίαν τούτῳ μετρεῖν, εἴ τις ὡς πλεῖστα ἔσχε πράγματα, οὐδʼ εἴ τις τοῦ μακροῦ γήρως ἀπέλαυσεν, οἷα δὴ ἀπολαύειν εἰώθασιν ἄνθρωποι, ἀλλʼ ἡγεῖσθαι τούτῳ κάλλιστʼ ἔχειν ὅστις τὴν δοθεῖσαν ἑαυτῷ τοῦ βίου μοῖραν ἐν τοῖς καλλίστοις ἐξέπλησε καὶ ὅστις ὥσπερ ποιητὴς ποθούντων ἀκούειν ἔτι καὶ ὁρᾶν κατέλυσε τὸ δρᾶμα.
因此,决不应苟且偷生,也不应以此来衡量幸福:无论是谁经历了最繁杂的事,还是谁享受了漫长的晚年(正如人们通常所习惯享受的那种晚年);而应当认为,谁在最美妙的事物中完成了赋予自己的那份生命,谁的境遇便是最美好的,正如一位剧作家,在人们仍渴望聆听与观看之时便结束了戏剧。
ὁδὶ δὲ εὐδαίμων τε καὶ ζηλωτὸς ἅπασι καὶ νεωτέροις καὶ πρεσβύταις πορεύεται, τοσαῦτα ἀπολαύσας τοῦ βίου, ἐφʼ οἷς μόνοις εὐκτὸν ἦν γεννᾶσθαι, ἀπαθὴς κακῶν, ἄπειρος πραγμάτων, εὐκλεὴς, ἐν λόγοις καὶ μαθήμασι καὶ ἐπαίνοις τραφεὶς, ἀπὸ τῆς φίλης καὶ ὁμοσκήνου μητρὸς, στειλάμενος παρὰ τὴν ἀρχαίαν μητέρα.
而此人,无论是对年轻人还是长者,都是幸福且令人羡慕地离去,他享受了生命中那些唯有为了它们才值得出生的事物,免受恶事,未历繁杂,荣耀加身,在言语、学业与赞美中抚育成长,离开了他那亲爱的、共处一室的母亲,踏上了前往那古老母亲的旅途。
εἰ δέ τῳ μὴ ἱκανῶς δοκεῖ τῆς δόξης ἀπολαῦσαι, ἀναπληροῦν χρὴ νῦν ἐπικοσμοῦντας ὡς ἥρωα.
如果有人认为他未能充分享有荣耀,现在就必须通过将他尊奉为英雄来予以弥补。
ἀπόντων δὲ ἐν ἀσφαλεῖ §80τῶν ἐπαίνων ἤδη ταῦτα χρὴ δοκεῖν ἀκούειν τῶν κρειττόνων, καὶ οὕτως ἔχοντας τῆς ἀληθείας ἂν μᾶλλον τυγχάνειν νομίζειν κἀκείνῳ ποιεῖν κεχαρισμένα.
而在(生者)不在、已处于安全之中的颂词里,如今理应认为,他是从更优越者那里听到了这些话,并相信持此种看法更契合真理,也更能令他心生欢喜。
καλὸν δὲ καὶ ἐν σκολίοις ὥστε Ἁρμόδιον ᾁδειν οὔ τί που τέθνηκας λέγοντας, ἀλλʼ εἴπερ τις ἄλλος ἐν μέσοις ἀναστρέφει τοῖς εἰδόσι καὶ πολίταις καὶ ξένοις.
在宴饮之歌中,像哈尔莫迪乌斯那样歌唱也是极美的,唱道:“你绝没有死去”,相反,他比任何人都更在那些认识他的人、公民以及外邦人之中往来。
ὦ βιοὺς μὲν ὡς ἐν ἱεροῖς καὶ τελευτήσας κρεῖττον ἢ κατʼ ἄνθρωπον.
噢,你活着时如同身处圣所,逝去时亦超越了凡人的境遇!
ὦ κόσμος καὶ φίλοις καὶ γένει καὶ πόλει, ὦ πρῶτα τῆς καθʼ ἡλικίαν ἀρετῆς ἔχων.
噢,你是朋友、宗族与城邦的荣耀! 噢,你是同龄人中首屈一指的美德拥有者!
τάδε σοι τὰ παρʼ ἡμῶν, τὰ δὲ λοιπὰ μελήσει τῇ πόλει κοινῇ.
这些是我们奉献给你的,而其余的事将由城邦共同关切。

词汇与语法注释

  1. §79πορείας ἣν ἐστείλατο — 表示原因的属格 πορείας 悬挂在表示同情、怜悯的动词 ἐλεεῖσθαι 之后,且关系代词 ἣν 作为中动过去时动词 ἐστείλατο(启程、出发)的同族宾语(内部宾语)发挥作用。该结构在语法上与前一分块末尾的冠词 τῆς 相连。
  2. §79τὸ δὲ τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα... — 带冠词的不定式 τὸ ... καταλῦσαι(终结、离世)带有宾格主语 ἑαυτὸν ἀξιώσαντα(自认为配得上者),共同构成一个名词性短语。它与前句的 ἡ μὲν τελευτὴ ... πρόκειται 形成对比,并起到先导和解释后文 τοῦτο 的作用。
  3. §79ἀπόντων δὲ ἐν ἀσφαλεῖ — 属格绝对结构 ἀπόντων ... τῶν ἐπαίνων(在颂词的主体不在场、或免于嫉妒中伤的情况下),由介词短语 ἐν ἀσφαλεῖ(安全地、免受恶意诽谤地)加以限定。
  4. §80καλὸν δὲ καὶ ἐν σκολίοις ὥστε Ἁρμόδιον ᾁδειν — 此处的 ὥστε 并非引导结果状语从句,而是起到副词性的比喻作用,意为“就像哈尔莫迪乌斯之歌(著名的雅典诛杀僭主者宴饮歌)那样”。

引用这一段

阿里斯·台德斯, 埃特奥纽斯悼词 §79-80. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg011.humanitext-grc2:79-80

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。