Humanitext Reader

阿里斯·台德斯 · 阿佩拉斯生日演说 §70-71

祖父阿佩拉斯与阿斯克勒庇俄斯的庇护

第 2 段,共 4 段 · 希腊语

内容简介

演讲者省略了少年祖先们的其他功绩,转而谈论其父亲弗龙通和祖父阿佩拉斯,并赞美医神阿斯克勒庇俄斯如当年庇护其祖父一般,如今也在亲自抚育这位年轻的孙辈。

§70χρόνου κεκμηκυῖαν αὐτὸ τοῦτο ὅπερ ἐστὶν ἐποίησεν, ὥστʼ εἶναι λοιπὸν τὰ μὲν ἄλλα γένη τῆς πόλεως φάσκειν, τοῦδε δὲ τοῦ γένους τὴν πόλιν, καίτοι τοῦτό γε οὐκ ἐμὸς ὁ λόγος, ἀλλʼ ἡ πόλις αὐτὴ συνομολογεῖ καὶ κέκραγεν ἐν τοῖς βουλευτηρίοις, ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλησίαις, ἐν ᾧ μέρει καὶ φήσαις, ἐπεὶ καὶ πᾶν ὑπʼ ἐκείνου κεκόσμηται.
因时间的流逝而衰落的这座城市,他将其重造成了如今这般模样。 结果是,从此以后,其他家族声称自己属于这座城市,而这座城市却声称自己属于这个家族。 然而,这绝非我的一家之言,而是城市自身在议事厅、在剧场、在公民大会,以及在你所能指出的任何地方,共同承认并大声疾呼的,因为一切都已被他装饰得尽善尽美。
τούτων δὲ οὕτως ἐχόντων, ὅσα μὲν ἔκγονοί τε καὶ παῖδες ἐκείνου καὶ παίδων παῖδες, τοῦτο δὴ τὸ ποιητικὸν, τὴν Ῥωμαίων ἑλόμενοι πολιτείαν λαμπροὶ λαμπρῶς διῆλθον ὀρθῶς ἄν μοι δοκῶ ποιῆσαι παραλιπών.
在这些情况之下,至于他的后裔、子孙以及子孙的子孙(这确实是诗意的说法)在选择罗马公民权后,以辉煌的方式度过的辉煌一生,我想我若予以省略,当是正确的做法。
μικρῶν μέν γε ὄντων ἐμέμνητʼ ἄν τις ἀεὶ τὸ προστυχὸν τῷ λόγῳ σεμνύνων, μεγάλων δʼ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολὴν ὥστʼ ἔργον εἶναι μέρους μνησθέντα διελθεῖν ἀξίως μὴ σύν τινι λαμπρᾷ τύχῃ τοῦ λόγου, τί ἄν τις τά γʼ ἐν χερσὶν ἐγκαταλιπὼν, ἃ μηδʼ αὐτὰ μικρὰ, εἰ μὴ καὶ μείζω τῶν ἀρχαίων ἐκείνων ὄντα, εὐχῆς προσδεῖται, περὶ τοῦ παντὸς ἔτι πρὸς τοῖς προκειμένοις ἀποκινδυνεύοι;
因为,如果那是微不足道的事,人们总会在演说中提及并赞美随手拈来的材料;但既然那是伟大的事,甚至可以说是无以复加的伟大,以至于若无演说的某种辉煌运气,仅凭提及一部分便难以做出配得上其地位的叙述,那么,人们又何必丢下眼前这些本身绝非微小、甚至若非比那些古代功绩更大便需祈求神助的事情,而置眼前的任务于不顾,去为叙述整个家族而冒险呢?
κράτιστον δʼ ἂν εἴη τοὺς διὰ μέσου προγόνους τοῦ πάντʼ ἀρίστου παιδὸς ἀφέντα τῶν γʼ ἐν ὀφθαλμοῖς τρόπον τινὰ ὄντων μνησθῆναι βραχέα, καὶ τούτων ὅσα γε πρὸς τὸν παρόντα τείνει λόγον.
最妥当的做法应当是,略过这位在各方面都极优秀的少年在中间的先祖,仅简要提及那些在某种意义上就在我们眼前的先辈,且仅限于其中与当前演说相关的部分。
ὑποβάλλει δʼ αὐτὸ τοὔνομα τοῦ παιδὸς, ὥστʼ οἴκοθεν οἴκαδε γένους τε ὁμοίως καὶ λόγου τὴν ἀρχὴν δίδωσι.
这少年的名字本身就暗示了这一点,从而使家族与演说的开端同样从自己家里开始。
γενναῖος μὲν δὴ καὶ καλὸς κἀγαθὸς καὶ πᾶσαν μετελθὼν ἀρετὴν, ὅσην ἀνθρώπων ἡ φύσις ἠξίωσε τῶν ὀνομάτων τούτων, εἶτα γενόμενος πατὴρ τοῦδε τοῦ παιδὸς ὁ Φρόντων, περὶ οὗ τί ἂν λέγοιμεν, προληψομένων ἅ τις ἂν εἴποι τῶν ἀκροωμένων, ἅτʼ οἶμαι μὴ πάλαι μεταστάντος τἀνδρὸς εἰς τὴν καλλίω τε καὶ θεοφιλεστέραν λῆξιν, πλὴν εἴ τις Ὁμηρικῶς βραχείᾳ προσρήσει τὸ πᾶν δηλώσειεν εἰπὼν "αἵματος εἶς ἀγαθοῖο φίλον τέκος.
弗龙通,这位高贵、美德兼备、且追求了人类天性认为配得上这些名号的一切美德的人,随后成为了这位少年的父亲。 关于他,我们能说些什么呢? 因为听众们会先一步想到人们所能说的一切,毕竟在我看来,此人不久前才离世,前往了那更美好、更受神宠爱的归宿。 除非有人能用荷马式的简短称呼来表明一切,说道: “你拥有高贵的血统,亲爱的孩子。
" ἀλλʼ ὁ τοῦ πατρὸς αὐτῷ πατὴρ, τούτῳ δὲ ὁμώνυμος Ἀπελλᾶς ἐκεῖνος, ἀρχὴν γὰρ οἶμαι ταύτην μικρῷ πρόσθεν §71ὁ λόγος ἐνεδίδου, ποῖός τις ἡμῖν;
” 然而,他父亲的父亲,且与这位少年同名的那位著名的阿佩拉斯——因为我想,演说在不久前就已提示了这一开端—— 在我们眼中是怎样的一个人呢?
τῶν μὲν ἄλλων οὐδὲν εἴποιμʼ ἂν τῶν ᾀδομένων εἰς μέσον, οὐκ ἀνδρείαν, οὐ μεγαλοψυχίαν, οὐχ ὅσων ἐθνῶν ἐπῆρξεν, οὐδʼ ὅσας τιμὰς ἐκ βασιλέων ἐκαρπώσατο, τούτων οὐδέν·
至于其他在世间传颂的事迹,我一概不提,无论是他的勇敢、他的宽宏,还是他统治过多少民族,亦或他从皇帝们那里获得了多少荣誉,这些我都不提。
ταῦτα μὲν γὰρ εὔξασθαι δεῖ ποτʼ εἰπεῖν περὶ τοῦδε τοῦ νῦν ὄντος ἡμῖν, καὶ χρηστάς γʼ ἔχειν ἐλπίδας ὡς πατρὸς ἀμείνων οὐ μόνον οὗτός γε, ἀλλὰ καὶ πάππου, προσθήσω δʼ ὅτι καὶ τῶν λοιπῶν προγόνων καθεστήξει, δοκοῦν τοῖς τε ἄλλοις θεοῖς καὶ τῷ Παιῶνι.
因为这些事情,我们应当祈祷有朝一日能用在这位如今在我们面前的少年身上,并且应当抱有美好的希望,相信在其他神明和派翁(阿斯克勒庇俄斯)垂允下,他不仅会比他的父亲和祖父更优秀,而且还会比其他先祖更为出众。
ἀλλʼ ὃ κοινὸν ἤδη θεωρῶ τούτῳ τε κἀκείνῳ καθάπερ τοὔνομα, τούτου μοι μνησθῆναι δοκῶ τὰ νῦν ἐν καιρῷ, καὶ μάλʼ ἀρχόμενος τοῦ λόγου τὸ πρόσω περαίνειν, ὑπερβῆναί θʼ ὑπὸ περιττῆς ἡδονῆς οὐκ ἔχων.
但是,正如名字一样,我看到他与那位长辈之间已经拥有的共同点,我认为现在适时应当予以提及,尤其是在演说开始向深处推进之际,我因满腔喜悦而无法将其略过。
ἀτὰρ, ὦ δέσποτʼ Ἀσκληπιὲ, μικρῷ μέν σε πρόσθεν ἐπὶ ταῖς εὐχαῖς ἐκάλουν, παρείης δʼ ἐπὶ παντὶ, καὶ μάλιστʼ ἐπὶ τοῖς νυνὶ λεγομένοις.
然而,主宰阿斯克勒庇俄斯啊,不久前我在祈祷中呼唤你,愿你临在一切事中,尤其是在当前所说的话语中。
ὦ δέσποτα, σὸν ἦν ἔργον ἄρα καὶ τοῦτο καὶ τῆς σῆς χάριτος σόφισμα.
主啊,这果然也是你的杰作,是你恩典的妙策。
πρότερον μὲν γὰρ τὸν Ἀπελλᾶν ἐκεῖνον οὕτω σφόδρʼ ἐποιήσω φίλον ὥστʼ οὔτʼ ἀναπαυομένου σύ γε καὶ καθεύδοντος ἠμέλεις οὔτʼ ἐγρηγορότος καὶ πονοῦντος ἀφίστασο, ἀλλʼ ἡμέρα τε καὶ νὺξ ἐποίει ταυτὸν πάντα τρόπον ἐκ μέσου φασὶ πυρὸς τὸν ἄνδρα σώζειν·
因为从前你让那位著名的阿佩拉斯成为你如此深厚的挚友,以至于他休息安眠时你未尝忽视,他清醒辛劳时你亦未尝离去,而是日以继夜,以同样的方式,正如人们所说,将那个人“从熊熊烈火中”拯救出来。
τίνα δʼ οὐκ ἂν οὗτός γε καὶ ἐκ πυρὸς αἰθομένοιο βουληθεὶς ἀναρπάσειεν, ὅπου γε καὶ πυρὶ σώσειεν ἂν, εἰ τοῦτο βούλοιτο;
而如果他(神)愿意,他又不能从燃烧的烈火中夺回谁呢? 因为只要他愿意,他甚至能用火来拯救。
νυνὶ δʼ, ὡς ἔοικεν, ἡμῖν ἕτερον ἀντʼ αὐτοῦ τὸν θεράποντα σεαυτῷ τρέφεις, ὥσθʼ ὁμοῦ τοὔνομα τοῦ πάππου καὶ τὴν ἐκ σοῦ τιμὴν αὐτὸν διαδέχεσθαι.
但如今,看起来你正在为我们、也是为你自己抚育另一位仆人来代替他,使他能够同时继承祖父的名字和来自你的荣耀。
καίτοι δοκῶ σέ τʼ ἂν φιλονεικῆσαι τῷ πατρὶ τῷ σῷ κἀμαυτὸν Ὁμήρῳ κατὰ τοῦτο·
然而,我认为在这方面,你可与你的父亲竞争,而我可与荷马竞争。
σοί τε γὰρ ἄμεινον τῷ παντὶ τοῦ Δηλίου παρὰ τοῖς βωμοῖς βλαστάνει τὸ φυτὸν, ἐμοί τʼ ἔξεστιν αὐτὸ φῆσαι σόν γʼ εἶναι φυτὸν, ἀλλʼ οὐχ ἑτέρῳ καθάπερ ἐκεῖνος ἀπεικάσαι.
因为对你而言,一株比德洛斯岛阿波罗祭坛旁的若木在各方面都更优秀的植物正在茁壮成长;而对我而言,我可以直接说它确实是你的植物,而无需像他那样将其比作别物。
πῶς δʼ οὐχὶ τοῦ σωτῆρος αὐτοῦ τὸ πρέμνον, καὶ μάλʼ ἐν ἀκηράτοις Χαρίτων κήποις, ἐξ οὗ τῆς μακαρίας προῆλθε γαστρὸς ἐκτρεφόμενον·
这又怎能不是拯救者本身的干枝呢? 而且它是在美惠三女神圣洁的庭院中,从那神圣的母腹中诞生并抚育出来的。
ἔξεστι δʼ οὐ μόνον αὐτὸ ταῖς ῥίζαις τοῦ γένους,
我们不仅可以通过家族的根,

词汇与语法注释

  1. §70ὥστʼ εἶναι λοιπὸν τὰ μὲν ἄλλα γένη τῆς πόλεως φάσκειν, τοῦδε δὲ τοῦ γένους τὴν πόλιν — 在此对比结构中,省略了不定动词 εἶναι。前句中 φάσκειν 的主语是 τὰ μὲν ἄλλα γένη,后句的主语切换为 τὴν πόλιν。属格 τῆς πόλεως 和 τοῦδε τοῦ γένους 表示所属关系,构成了一种修辞上的交错对照:“其他家族属于城市,而城市属于这个家族”。
  2. §70ἃ μηδʼ αὐτὰ μικρὰ, εἰ μὴ καὶ μείζω τῶν ἀρχαίων ἐκείνων ὄντα, εὐχῆς προσδεῖται — 条件分词短语 εἰ μὴ καὶ μείζω... ὄντα 起到了对前文 ἃ μηδʼ αὐτὰ μικρὰ 的让步式加强作用。其意为:“这些事情本身就不小,甚至如果它们不比那些古代功绩更大的话,也到了需要祈求神助的地步”,强调了眼前的题材极为宏大,绝不亚于甚至超越了古代功绩。
  3. §71σοί τε γὰρ ἄμεινον τῷ παντὶ τοῦ Δηλίου παρὰ τοῖς βωμοῖς βλαστάνει τὸ φυτὸν — 此处比喻性的 τὸ φυτὸν(植物/幼树)指代该少年。这里暗指德洛斯岛(τοῦ Δηλίου)阿波罗祭坛旁的著名棕榈树(见于荷马《奥德赛》6.162-163)。演讲者表示,在阿斯克勒庇俄斯(σοί)祭坛旁成长的这位少年,比德洛斯之神的植物“在各方面都更优秀”(ἄμεινον τῷ παντὶ)。τοῦ Δηλίου 是比较属格,后省略了 [φυτοῦ]。

引用这一段

阿里斯·台德斯, 阿佩拉斯生日演说 §70-71. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg010.humanitext-grc2:70-71

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。