Humanitext Reader

阿里斯·台德斯 · 阿佩拉斯生日演说 §74-75

成年礼的祝贺与祈求家族繁盛

第 4 段,共 4 段 · 希腊语

内容简介

叙述者庆祝少年的诞生与其迈向成年的重合,表达了对其未来的巨大希望与喜悦,并向神明祈求保佑家族的繁衍与王国的永久昌盛。

§74ὅσον αὐτός τε ἐβούλετο καὶ τοῦ γένους ἡ πρόσθεν ἀπῄτει τάξις.
正如他自己所期盼的,也正如他家族先前的秩序所要求的。
οἷα γὰρ οἷα ταυτηνὶ τὴν μακαρίαν ἡμέραν καὶ θεοῖς κεχαρισμένην ἑτέρα μετʼ οὐ πολὺ διαδέξεται, δυοῖν ἀρχαῖν ἔτους ἑνὸς εἰς ταυτὸν συνιουσῶν·
因为,那是何等的一天,何等神圣且蒙神喜悦的一天,不久后就将接续这一天,当一年的两个起点汇合于同一处!
ἥ τε γὰρ παροῦσά σοι τῆς γενέσεως ἀρχὴ μέγιστον ἀγαθὸν ἐπάγουσα τὸν ἐνιαυτὸν ἐξ ἀρχῆς εἰς τέλος, ἥ τε αὐτίκα διαδεξομένη ταύτην ἑτέρα πάλιν ἀρχὴ, καὶ ταῦθʼ ἑνὸς ὄντος ἔτους καὶ ταὐτοῦ, καθέστηκε, τὸ πατρῷόν σοι προγονικὸν ἐπὶ χρηστῇ τύχῃ τροφεῖον ἀποδιδοῦσα.
因为对你而言,当前的诞生起点,从始至终引导着这一年并带来最大的福祉,而紧接着将继承这一点的另一个新起点,虽然属于同一整年,却已确立,并在吉运下向你回报你父系祖先的养育之恩。
καί μοι δοκεῖ προλαβὼν ὁ θεὸς τὴν ἐπὶ παίδων νενομισμένην τιμὴν ἐπὶ τοῖς τῶν ἱερῶν Ἀσκληπείων ἄθλοις ἀποδοῦναί σοι πατρόθεν, ὡς πολλάκις εἴρηται, καὶ τῶν ἄνωθεν πρὸς τοῦ πατρὸς εἰς σὲ καθηκουσῶν, ὥσθʼ ἅμα τε πεπληρωκέναι πᾶν ὅσον ἦν θέμις καὶ μεταβαίνοντα λοιπὸν ἐκ παίδων εἰς ἄνδρας, ᾗπερ οὖν ὁ βασίλειος τάττει νόμος, ἀποδεδόσθαι λοιπὸν ἤδη ταῖς ἐκ τοῦ βασιλέως εἰς σὲ τιμαῖς, ἃς τοῖς τηλικούτοις ἀνδρουμένοις ἤδη νέμει.
在我看来,神明已预先在神圣的阿斯克勒庇俄斯竞技会中,将针对儿童的惯常荣誉,从你父亲那里(正如已多次说过的)以及从你父亲一方传承给你的祖辈荣誉,赐予了你,从而使你同时履行了所有律法所允许的职责,并且在今后从儿童走向成年的过渡中,正如皇家法律所规定的一样,现在已交托给国王对你的恩宠,这些荣誉是国王分给那些已然成年的同龄人的。
πάντως οὐ πόρρω μαντικῆς ἡμῖν ἐστιν Ἀπόλλων, ὅσον χρησταὶ μὲν ἐλπίδες ἐκεῖναι, χρησταὶ δὲ αἱ νῦν εἰς ὀφθαλμοὺς ἡμῖν αὐτίκα ἥξουσαι.
无论如何,阿波罗对我们而言绝非远离预言之术,因为不仅那些希望是美好的,而且如今即将在我们眼前呈现的希望也是美好的。
ἐγὼ μέν γε ἤδη τινὸς κουφότητος αἰσθάνεσθαί μοι δοκῶ, καθάπερ Διομήδης Ὁμήρῳ πεποίηται πρὸς τῆς Ἀθηνᾶς ἐλαφρός τε ὁμοῦ τὰ μέλη καὶ καθαρὸς τὰς ὄψεις, καὶ κατέχειν ἐμαυτὸν ὑπʼ εὐφροσύνης οὐκ ἔχω.
就我而言,我似乎已经感受到了一种轻盈,正如荷马史诗中的狄奥墨得斯被雅典娜变得四肢轻捷、双目澄澈一样,我因喜悦而无法自持。
καλοὶ μὲν γὰρ καὶ κοσμεῖν ἴσως ἁρμόττοντες καὶ οἱ παρελθόντες ἤδη σοι τῆς γενέσεως ἐνιαυτοὶ δηλοῦν ἅπαντα τὰ σοὶ προσόντα, πολὺ δέ μοι δοκεῖ καλλίων ἐκείνων ὅδε ὁ νυνὶ παρὼν εἶναι, μόνον τῶν μετʼ αὐτὸν ἡττησόμενος, τὰ δʼ ἄλλα τοὺς ἐξήκοντας ἤδη νικῶν·
因为你过去度过的诞生年岁固然美丽,或许也适合用来修饰并显露你所具有的一切美德,但眼前的这一年在我看来要比过去那些美丽得多,它仅次于其后的岁月,而在其他已逝去的年岁中独占鳌头。
ἐν ᾧ σε προσβλέψομεν οἰκεῖοί τε καὶ συγγενεῖς καὶ διδάσκαλοι καὶ ἡλικιῶται καὶ πᾶν φίλιον γένος ἡδίω προσβάλλοντα τὴν ὄψιν ἀπὸ τῆς ἁλουργίδος τῆς ἱερᾶς τοῦ σωτῆρος, πρέποντά τε τῇ ὥρᾳ τοῦ ἔτους τὴν τῆς ἡλικίας ὥραν ἀτεχνῶς ἀστέρι ὀπωρινῷ §75ἐναλίγκιον καὶ κατʼ ἐκεῖνον τὴν αἴγλην ἀφιέντα· ἁρμόττων τε ἀγωνοθέτης οὑτοσὶ τῷ προελομένῳ.
在这一年中,你的家人、亲属、老师、同龄人以及所有友好之人,都将瞩目于你,你身披救主神圣的紫袍,展现出更令人愉悦的姿容,将你的青春年华与这岁月的时节完美契合,简直就像一颗秋季之星,并散发着如它一般的璀璨光芒;而这位竞技主持者对选择他的人也是无比相称的。
σὰ ταῦτα, ὦ δέσποτα, οὕτω γὰρ ἄμεινον εἰς ἀρχὴν ἀναγαγεῖν τὸν λόγον ἐπευξάμενον αὖθις, σὰ ταῦτα.
这些都是您的,主啊,因为这样通过再次祈祷将话语带回起点是更好的,这些都是您的。
φέρʼ οὖν αὐτὸς ἡμῖν τοὺς οἴακας ἑλὼν, ὥσπερ οὖν ἤδη κατέχεις, ἔκσωζε τὸν οἶκον, διδοὺς μὲν ἐκ τοῦ μεγάλου βασιλέως τούτῳ τιμὰς ἅσπερ οἱ τούτου πρόγονοι παρὰ τῶν ἐκείνου προγόνων ἐκαρποῦντο, διδοὺς δὲ αὐτῷ βασιλεῖ καὶ γένει τῷ βασιλέως τὸν αἰῶνα πάντα διοικεῖν ὥσπερ οὖν ἔλαχεν ἐκ Διὸς, τούτῳ τε τὸ πεπρωμένον ἐν εὐδαιμονίᾳ διάγειν παρασχὼν χρόνον παισὶν ἐκ παίδων τὴν διαδοχὴν τοῦ γένους τῇ τε πόλει καὶ σεαυτῷ διαφύλαττε.
来吧,请您亲自为我们执掌舵柄,正如您现在已经掌控的那样,拯救这个家族,通过大王赐予这孩子如同他的先祖从大王的先祖那里所享受的同样的荣耀,并赐予国王自身及国王的家族如他们从宙斯那里所获得的一样永世统治,并允许这孩子在幸福中度过注定的时光,让这个家族的承袭子子孙孙地延续,为了这座城市,也为了您自己而守护下去。

词汇与语法注释

  1. §74δυοῖν ἀρχαῖν ἔτους ἑνὸς εἰς ταυτὸν συνιουσῶν — 这是使用双数属格形式的属格独立结构,用作伴随状况,解释了一年之中两个不同的“起点”(少年的生辰与另一公职或祭典的开始)合二为一的情形。
  2. §74καί μοι δοκεῖ προλαβὼν ὁ θεὸς ... ἀποδοῦναί σοι — 这是动词 δοκεῖ 的个人结构,其中主格主语 ὁ θεὸς(“神”)伴随着主格分词 προλαβὼν,作为不定式 ἀποδοῦναι 的逻辑主语。译作“在我看来,神似乎……”。
  3. §74ὥσθʼ ἅμα τε πεπληρωκέναι ... καὶ μεταβαίνοντα ... ἀποδεδόσθαι — 引导结果的连词 ὥστε (ὥσθʼ) 带出两个不定式:πεπληρωκέναι(完成主动)与 ἀποδεδόσθαι(完成被动)。宾格现在分词 μεταβαίνοντα 与上下文中的“你”一致,作为不定式的逻辑主语。
  4. §75ἐναλίγκιον — 这是一个表语性形容词,修饰前文末尾的宾格修饰对象(即被比作秋季之星的“你”)。
  5. §75διδοὺς μὲν ... διδοὺς δὲ ... διαφύλαττε — 现在分词 διδοὺς 带有宾格宾语,在句中作状语,表示主句祈使语气动词 διαφύλαττε 的手段或伴随状况。

引用这一段

阿里斯·台德斯, 阿佩拉斯生日演说 §74-75. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg010.humanitext-grc2:74-75

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。