Humanitext Reader

阿里斯·台德斯 · 阿佩拉斯生日演说 §68-69

赞美阿佩拉斯的诞生与高贵血统

第 1 段,共 4 段 · 希腊语

内容简介

演讲者谈到这位青年的诞生以及他在城内外的极高声誉。他赞美了这位青年继承了传奇雅典国王科德鲁斯的纯正血统,并选择留守祖国。

§68ὅσα μὲν δὴ θεοῖς γενεθλίοις τε καὶ πατρῴοις καὶ πρό γε τούτων καὶ μετὰ τούτους τῷ σωτῆρι καὶ τοῦ βίου καθηγεμόνι καὶ πᾶν ὅ τι ἂν εἴποι τις εἰκότα ἦν ἀφʼ ἑστίας ἀρξάμενα κατηῦκται πρεπόντως·
凡是对诞生之神和祖先之神,以及在这些神明之前和之后对拯救者及生命引导者,从灶神开始,凡是人们可以说得出的合适祈祷,都已得体地奉献了。
οἷς δʼ ἄν τις ἀγήλαι τήνδε τὴν ἡμέραν πρεσβεύων γε δὴ τὸν νόμον, ὃς ἐπὶ τούτοις νενίκηκεν, ἐκπληροῦται τὰ νῦν εἰς δύναμιν, πάντων πᾶσαν προθυμίαν εἰσφερομένων.
另一方面,对于人们因尊奉在这些情况下获胜的法律而用来装点这一天的种种事物,如今在所有人献出全部热忱的情况下,已尽可能地得到了圆满履行。
ὥστʼ οὐ μικρῷ τῷ παρεῖναι τεκμήρασθαι πρὸς εὐθυμίας ὁπόσον οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως ἐπιδέδωκεν, ὥσπερ αἴσθησιν ἀθρόαν νῦν γε δὴ μάλιστα λαβούσης, ὅσῳ παραλλάττει τὰς λοιπὰς εὐδαιμονίᾳ, καθάπερ πᾶσιν οἷς ἐκρίθη πρωτεύειν δικαίοις καὶ τὴν τοῦδε γένεσιν ἔχουσα προσθεῖναι.
因此,仅凭身临其境,便可从众人的喜悦中不难推测,这座城市的风貌不仅在私下、而且在公共层面上得到了多么巨大的提升,仿佛城市如今特别产生了一种整体的自觉,意识到自己在繁荣上超越其他城市何其之多,就像在她被判定占首位的所有正当特权之外,又能够加上这个人的诞生一样。
μάλιστα μὲν γὰρ κἀκείνων ἑκάστη, λέγω δʼ ὧν τις καὶ λόγος ἐστὶ καὶ μέγα τοὔνομα, οὐκ ἀπέχονται μὴ οὐ πολίτην τιθέναι καὶ τῷ προσρήματι τούτῳ καλεῖν, ὅπου γε καὶ προστάτην ἀτεχνῶς ὥσπερ τινὲς μητέρες ἀντιποιούμεναι παιδὸς, οἷον δὴ πάρεστιν ὁρᾶν τοῦτον, τὸ μὲν εἶναι μητρὶ διδοῦσαι τῇ φύσει λαχούσῃ, τὸ κεκλῆσθαι δὲ αὐτὰς οὐκ ἀφαιρούμεναι.
因为那些城市中的每一座——我指的是那些有些名声且名号响亮的城市——都绝不放弃将他视作公民并以此称呼他,正如一些争夺孩子的母亲一样,她们全然声称他为自己的保护者(正如我们现在所能看到他的那样),将“身为母亲”的事实让给分得此运的自然,但绝不容许剥夺自己被称为母亲的权利。
ὅσῳ δʼ ἐκείνας ἥδʼ ἡ πόλις θεᾶται τῇ γνώμῃ τὴν φύσιν παρελθεῖν βιαζομένας, διπλασιάζει τὸ φίλτρον.
而这座城市看到她们力图通过意志来超越自然,其爱意便翻倍。
ὥστʼ ἀγαθὴν μὲν τὴν ἔριν ταύτην μόνην μάλιστα καθʼ Ἡσίοδον προσειπεῖν ἐξεῖναι, νικᾶν δὲ ἀναμφισβητήτως ταύτην, ἐφʼ ἧς αἵ τε θυσίαι γίγνονται νῦν καὶ οἱ λόγοι·
以至于人们尤其可以根据赫西俄德的说法,唯独将这种竞争称为“良性的争斗”,而如今正举行着祭祀并发表着演说的那方(即这座城市)则无可争议地赢得了胜利。
ἐπεὶ καὶ τοὺς λόγους ἥδε σοι δίδωσιν, ὦ φίλτατε παίδων, οὐ τουτουσὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῆς ἡμέρας ἑκάστης.
因为,最亲爱的孩子,正是这座城市赋予了你言论,不仅是眼下的这些,还有每日的言论。
ἐμὲ μέν γε σώσας θεὸς ἐκ τῶν ἐσχάτων τῇ πόλει δέδωκε· σὺ δʼ ὅτου τυγχάνεις ἐξ ἐμοῦ, παρὰ τῆς λαβούσης διδούσης ἔχεις·
至少就我而言,神将我从极度的危险中救出并赐予了这座城市;而你从我这里所得到的一切,都是从那既接受又赐予的城市那里获得的。
ὥσθʼ ὁμοῦ σοι καὶ μητέρα τὴν πόλιν ἐξεῖναι καλεῖν καὶ φάσκειν ἐπὶ τῆς §69αὐτῆς γνησίως τετράφθαι.
从而使你能够同时称这座城市为母亲,并声称在同一母亲抚育下纯正地成长。
τοῦτο δʼ οὐ μικρόν ἐστιν εἰς τὸν τοῦ καλοῦ λόγον οἶμαι σοί τε καὶ ταύτῃ· σοὶ μέν γε, εἰ μὴ τὴν πατρίδα ἀτιμάσας ὡς οὐκ ἂν γενναίᾳ ψυχῇ πρὸς ἄσκησιν ἀρετῆς καὶ παιδείαν ἀρκέσουσαν ξένην εἵλου θεραπεύειν ἑστίαν, τῇ δʼ ὑπάρχει φιλοτιμεῖσθαι δήπουθεν οὐδενὸς ἧττον, ὅτι σὲ μὴ μόνον ἐνεγκεῖν ηὐτύχησεν, ἀλλὰ καὶ προϊόντα ἤδη τὴν ἡλικίαν παρʼ αὑτῇ κατέσχεν, ἔτι καὶ τῇ περὶ λόγους καὶ σοφίαν σπουδῇ μετὰ τῶν ἄλλων ὧν ἔχει καλῶν σὺν ἐκείναις ἢ πρό γʼ ἐκείνων νικᾶν κριθεῖσα.
我认为,无论对你还是对她,这在美德的名声上都不是一件小事;对你而言,这在于你没有轻视祖国——仿佛她不足以让高贵的灵魂磨炼美德并接受教育——且没有选择去侍奉异乡的炉灶;对她而言,这自然使她不亚于任何人地感到自豪,因为她不仅幸运地孕育了你,而且在你渐入成年时将你留在了自己身边,并且被判定在对言论和智慧的追求上,同她所拥有的其他美德一起,甚至在它们之前,赢得了胜利。
ταῦτά τοι καὶ τῶν ἄθλων τῶν ἐπὶ τούτοις τῶν μὲν ἐγγύς ἐστι τοῦ τυχεῖν ἐλπίσι χρησταῖς, τὰ δʼ ἤδη κεκάρπωται παρὰ τοῦ σοῦ γένους· ἐπεὶ καὶ τοῦτʼ οὐ μικρόν ἐστιν, οἶμαι, πρὸς ἀλλήλους ὑμῖν, τὸ μὴ σὲ φῦναι μόνον αὐτὸν ἐπὶ ταυτησὶ τῆς πόλεως λέγω, προγόνους δʼ ἀλλαχόθεν ἀριθμεῖν ἔχειν, ἀλλʼ ἄνωθεν ἀρξαμένην διαδοχὴν, ὅθεν οὐδʼ εὑρεῖν ἦν ἂν διὰ χρόνου μῆκος, εἰ μὴ προέκειτο ἡ λαμπρότης, μέχρι σοῦ προχωρῆσαι, διὰ σοῦ πλήρη τὸν αἰῶνα τὸν ἑξῆς ἀναμένουσαν.
正因为这些,在伴随这些而来的奖赏中,有些已凭着美好的希望接近获得,有些则已经从你的家族中收获;因为我认为这对于你们彼此也是一件不小的事:我的意思是,不仅你本人出生在这座城市,而且无需从他处追溯祖先,而是一条源自上代的传承——若非其显赫彰显于前,由于年代久远甚至已无从寻觅——已延续到你,并等待着通过你来圆满填补随后的时代。
ἀπὸ γάρ τοι Κοδράτου, δῆλον δʼ ἐστὶν, οἶμαι, καὶ φθεγξαμένου πᾶσιν ὁμοίως τοὔνομα, ἔξεστιν ἀριθμῷ κατιόντι τὸ γένος εἰς τοῦτον ὁρᾶν ἅπαν καθαρόν τε καὶ γνήσιον τῆσδε τῆς γῆς βλάστημα, ποιητὴς ἂν εἴποι, καὶ μάλʼ ἐπανθοῦν ἑαυτῷ καὶ μᾶλλον ἀνθῆσον, ὥσπερ ἀρχόμενον ἀεὶ καὶ μηδέποτε λῆγον, ἔστʼ ἂν ἡ τρέφουσα γῆ τουτονὶ τὸν καρπὸν ἀθάνατος μένῃ.
因为从科德鲁斯开始——我认为这个名字对所有人来说都是同样清晰且响亮的——随着世代递降,我们可以看到他身上这片土地纯正而高贵的全部后裔,正如诗人可能说的那样,它自身极具生命力,且必将更加繁茂,仿佛永远在开始、从未结束,只要育养这果实的大地保持不朽。
κἄμοιγε κἀκεῖνο ἔπεισι θεωρεῖν πλεονέκτημα τοῦ γένους, ἀρτίως γάρ με εἰσῆλθε, τὸ μὲν γὰρ γνησίους πολίτας τοὺς ἀρχηγέτας ἔχειν εἰπεῖν κοινόν ἐστʼ ἴσως καὶ πρὸς ἑτέρους ἀγαθὸν, τὸ δʼ ἀπὸ τοῦ Κοδράτου γεγονέναι χωρὶς τῶν ἄλλων τῶν ἐκείνῳ προσόντων ἀναστρέφει πρὸς τοὺς λοιποὺς τὸ πλεονέκτημα. τοῖς μέν γε αὐτὸ τοῦτο ὑπάρχει φιλοτιμεῖσθαι τὸ πολίτας εἶναι, καὶ τοῦτʼ ἐστὶν αὐτοῖς τὸ μέγιστον, ὥσπερ οὖν ἔστιν·
而我脑海中也浮现出该家族的另一个优势——因为我刚刚想到它——即,虽然说拥有纯正市民身份的先祖对其他人来说或许也是一种共同的美德,但作为科德鲁斯的后代,即便抛开他所具有的其他美德不谈,也足以彻底逆转对其他所有人的优势。
ὁ δʼ ὑπὸ τοῦ θεοῦ κληθεὶς ὡς ἀναληψόμενος τὴν πόλιν ὑπὸ
因为对其他人来说,成为公民本身就是他们自豪的资本,这也是他们最重大的事情,事实也确实如此;但那个被神召去为了收复城市的人,被

词汇与语法注释

  1. §68ἀφʼ ἑστίας ἀρξάμενα — 惯用表达“从赫斯提亚(灶神/炉灶)开始”,意思是“从最基本的开始”或“彻底且妥善地做某事”。
  2. §68μὴ οὐ πολίτην τιθέναι — 在含有否定意义的动词 ἀπέχομαι(克制、避免)之后,使用 μὴ οὐ 连同不定式的双重否定句式,表示强烈的肯定意义:“他们绝不放弃将他视作公民”。
  3. §69εἰ μὴ τὴν πατρίδα ἀτιμάσας ... εἵλου — 由 εἰ 连同直说过去时(εἵλου)构成违背过去事实的虚拟条件从句。它通过假设相反的情况,反过来强调了该青年在现实中并未轻视祖国、也未选择侍奉异国炉灶这一积极事实。
  4. §69τὸ μὴ σὲ φῦναι μόνον ... ἀλλʼ ἄνωθεν ἀρξαμένην διαδοχὴν ... μέχρι σοῦ προχωρῆσαι — 受冠词 τὸ 控制的两个不定式从句(φῦναι 和 προχωρῆσαι)通过连词 ἀλλά 构成对比并列。前者的逻辑主语是宾格人称代名词 σέ(你),后者的逻辑主语同样是宾格名词 διαδοχήν(传承)。

引用这一段

阿里斯·台德斯, 阿佩拉斯生日演说 §68-69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg010.humanitext-grc2:68-69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。