§61πλειόνων καὶ οὐδὲ τούτων ἀρκούντων, ἀλλὰ κεκενωμένων μὲν τῶν πανταχοῦ ταμιείων, ἀεὶ δὲ μείζονος ὄντος τοῦ περὶ τοῦ μέλλοντος φόβου, οὐ τοῦ πλείονος ἐδεήθη οὐδʼ ἐζήτησεν οὐδὲ διὰ χρήματα κακὸς ἐγένετο, ἀλλʼ ἀνῆκε καὶ ἐπεκούφισεν, οὐ μόνον δικαιότατος, ἀλλὰ καὶ φιλανθρωπότατος βασιλέων περὶ ταῦτα γενόμενος.
当税收变得更多,且连这些也不够,反而各处的国库都已空虚,对未来的恐惧总是更加深重时,他并没有需要更多,也没有去寻求,更没有因为金钱而变得邪恶,而是免除并减轻了税收,在这些事上不仅成为了最公正的,而且成为了国王中最仁慈的人。
καὶ τοιοῦτος μὲν εἰς χρήματα.
关于金钱,他确实是这样的人。
τὴν δὲ πρὸς τὰς δίκας δικαιοσύνην καὶ φιλανθρωπίαν τίς ἂν ἀξίως ἐπαινέσειε;
但谁能配得上赞美他在审判中所表现出的公正和仁慈呢?
τίς γὰρ Ῥαδάμανθυς ἢ τίς Αἰακὸς οὕτω δίκαιον ἑαυτὸν πρὸς ἅπαντα δικαστὴν διεφύλαξε;
因为有哪位拉达曼迪斯或哪位埃阿科斯能在一切事上把自己保持为如此公正的裁判官呢?
μᾶλλον δὲ τὸ μὲν δίκαιον οὐκ ἀεὶ οὐδὲ πανταχῆ φιλάνθρωπον, ὁ δὲ τὸ μὲν δίκαιον ἀκριβῶς οἶδεν, ὡς αὐτὸς νομοθέτης ὢν καὶ εὑρετὴς αὐτοῦ, οὐδὲν δὲ ἔξω τοῦ δικαίου ποιῶν, ὅμως αὐτῷ τούτῳ βεβαιοῖ τὴν φιλανθρωπίαν, ὥστε δικαιοσύνης τὴν ἀκριβεστάτην ταυτὸν δύνασθαι φιλανθρωπίᾳ τῇ καθαρωτάτῃ.
更确切地说,正义并不总是也不在一切地方都是仁慈的,但他却精确地了解正义,仿佛他自己就是正义的立法者和发现者,并且不做出任何超出正义范围的事,然而正是以此确立了他的仁慈,以至于最严苛的正义能够与最纯洁的仁慈具有相同的力量。
τούτου δὲ αἴτιον ὅτι οὐκ εἰς ἑτέρους ὁρῶν ἑρμηνέας οὕτω λαμβάνει τὸ δίκαιον, ἀλλʼ αὐτὸς ἔχων ἐκ παιδείας τῶν ὡς ἀληθῶς καλῶν καὶ τῶν ἀγαθῶν ἐπιστήμην τὴν ἀπὸ τῶν νόμων ἐμπειρίαν προσειληφὼς, ὥστε μή τι τῶν γεγραμμένων διαφεύγειν αὐτὸν, οὕτως τὰς κρίσεις ποιεῖται περὶ πάντων.
而其原因在于,他并非通过求助于其他解释者来理解正义,而是由于他自己通过教育拥有了对真正美与善的知识,并从法律中获得了经验,以至于成文法中没有一处能逃过他的眼睛,他正是这样对所有人做出判决。
οὐδεὶς γοῦν ἔστιν ὅστις οὐ τῶν δικαίων ἀπῆλθε τυχὼν, οὐδʼ ἐμέμψατο τῶν κριθέντων ἐπʼ αὐτοῦ, οὔτε διώκων ἡττηθεὶς οὔτε φεύγων ἁλοὺς, ἀλλὰ στέργοντες ἀμφότεροι καὶ προσκυνοῦντες ἀπέρχονται, καὶ τὴν αὐτὴν ψῆφον περὶ τῶν ἐγνωσμένων ὅ τε ἡττηθεὶς καὶ ὁ νικήσας φέρει.
总之,没有一个人在离去时没有得到他应得的公正,在他面前受审的人中,也没有人抱怨过他的判决,无论是败诉的原告还是被定罪的被告,双方都是满意且心怀敬意地离去,败诉者和获胜者对所做出的决定都投下了赞同的一票。
κἂν ἄρα συμβῇ τισι τὴν τιμωρίαν ὑποσχεῖν, οὐ τὸ παθεῖν καὶ δοῦναι δίκην δεινὸν νομίζουσιν, ἀλλὰ μὴ μείζω προσπαθεῖν κέρδος τίθενται·
如果真的有人被判处惩罚,他们并不认为遭受痛苦和接受惩罚是一件可怕的事,反而认为没有遭受更大的痛苦是一种幸运。
οὐ γὰρ μῖσος αὐτῷ τῶν δεδρακότων αἱ τιμωρίαι δύνανται, ἀλλὰ παιδείαν, μάλιστα μὲν, εἴ πως οἷόν τε, καὶ αὐτῶν, εἰ δὲ μὴ, τῶν ἀκουσομένων.
因为对他来说,惩罚并不意味着对作恶者的憎恨,而是意味着教育——如果可能的话,首先是对他们自己的教育,否则就是对那些将要听闻此事的人的教育。
εἰ δʼ αὖ τὸ φιλέλληνα εἶναι καλὸν καὶ πρέπον βασιλεῖ, τῷ προσήκων ὁ ἔπαινος οὕτως;
另一方面,如果热爱希腊人对于国王来说是高尚且得体的,那么这一赞誉对谁能如此合适呢?
οὕτω γὰρ σφόδρα φιλέλλην ἐστὶν §62ὁ βασιλεὺς καὶ τοσοῦτον αὐτῷ περίεστι τούτου τοῦ καλοῦ ὥστε ἠμελημένης τῆς τῶν Ἑλλήνων παιδείας καὶ καταπεφρονημένης, ἀνῃρημένων δὲ τῶν ἐπʼ αὐτῇ τιμῶν, παρεωσμένου δὲ καὶ ἐν οὐδενὸς ὄντος μέρει παντὸς τοῦ Ἑλληνικοῦ, οὐκ ἠμέλησεν ὁ βασιλεὺς, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις τιμαῖς καὶ ἄλλας προσέθηκε.
因为国王是如此强烈地热爱希腊人,以至于当希腊的教育被忽视和鄙视,对它的荣誉被取消,整个希腊阶层都被排挤且无足轻重时,国王并没有忽视它,而是在现有的荣誉之外,又增加了其他的荣誉。
καὶ περὶ μὲν δικαιοσύνης τοσαῦτα.
关于正义就说这么多。
φιλανθρωπία γε μὴν τίς μείζων ταύτης καὶ φανερωτέρα;
然而,还有什么仁慈比这更大、更明显的呢?
ᾗ κατεπτηχὸς ἅπαν τὸ ὑπήκοον καὶ ὑπὸ φόβου δεδουλωμένον, πολλῶν τῶν κατηκόων περιιόντων καὶ ὠτακουστούντων κατὰ πάσας τὰς πόλεις εἴ τις φθέγξαιτό τι, ἐλεύθερον δὲ οὐδὲν οὔτε φρονῆσαί τι οὔτε εἰπεῖν οἷόν τε ὂν, ἀνῃρημένης τῆς σώφρονος καὶ δικαίας παρρησίας, τρέμοντος δὲ ἑκάστου σκιὰν, ἀπήλλαξε τοῦ φόβου τούτου καὶ ἠλευθέρωσε τὰς ἁπάντων ψυχὰς, ἐντελῆ καὶ ὁλόκληρον ἀποδοὺς τὴν ἐλευθερίαν αὐτοῖς.
凭借着这仁慈,当所有的臣民都在恐惧中畏缩并被奴役,许多臣民在所有的城市里巡逻并偷听是否有人说些什么,既无法自由地思考,也无法自由地说话,温和且公正的言论自由被取消,每个人甚至对自己的影子都感到颤抖时,他将他们从这种恐惧中解救出来,解放了所有人的灵魂,将完整而无损的自由归还给他们。
ὃ τοίνυν μέγιστον τῆς τοῦ βασιλέως φιλανθρωπίας καὶ κρεῖττον ἅπαντος παραδείγματος·
因此,这是国王仁慈的最大体现,超越了一切先例。
ὢν γὰρ τηλικοῦτος ὁ βασιλεὺς ἡμερότητι καὶ ἐπιεικείᾳ διενήνοχεν ἁπάντων βασιλέων, ὥστε μικρὸν μὲν οἷα πατὴρ, μικρὸν δὲ οἷα ποιμὴν τῶν ἄλλων εἰπεῖν εἶναι, καὶ πάντα ὅσα ποιηταὶ δυνάστας ἡμεροῦντες ἐφθέγξαντο.
因为国王如此伟大,在温和与宽厚方面超越了所有的国王,以至于说他像父亲一样,或者说他像其他人的牧羊人一样,都是微不足道的,甚至是诗人们为了使统治者显得温和而说出的一切话语也是微不足道的。
τίνα γὰρ τρόπον ἐπιεικείας παραλέλοιπεν;
因为他在宽厚方面疏忽了什么方式呢?
οὐ κοινότατος μὲν ὁ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ πρὸς ἅπαν τὸ ὑπήκοον καὶ τοὺς ἐπὶ πάσης προφάσεως ἐντυγχάνοντας, ἡ δὲ τοῦ σχήματος αὐτοῦ πραότης ὡς φιλάνθρωπος καὶ τῆς διαλέκτου τὸ εὔκρατον καὶ τὸ μηδὲν δεῖν ἕνεκα τῆς προσόδου πραγματεύεσθαι, ἀλλʼ ὑπάρχειν ὥσπερ εἴσω περιρραντηρίων παριέναι τοῖς τι καὶ μικρὸν συνειδόσιν ἑαυτοῖς ἀγαθὸν, πῶς οὐ πάσης ἐπέκεινα πραότητος καὶ φιλανθρωπίας;
他对待所有臣民以及因任何缘由与他会面的人的仁慈方式不是最亲切的吗? 他温和的仪态是如此充满人情味,他的谈吐是如此温和,并且为了求见而无需费尽周折,相反,对于那些心中多少有些自知之明、做过善事的人来说,求见他就像是进入圣水缸之内一样。 这怎么能不超越一切温和与仁慈呢?
οὐ γὰρ ὡς σπάνιον καὶ δυσπρόσοδον παρέχων ἑαυτὸν ἡγεῖται τὴν τοῦ μέγας καὶ θαυμαστὸς καὶ τοιοῦτος οἷος μηδεὶς ἄλλος πώποτε ἐγένετο δόξαν ἀποίσεσθαι βασιλεὺς, ἀλλʼ οὕτως ἂν μάλιστα βεβαιοῦν τὴν τοῦ τοιοῦτος εἶναι προσηγορίαν, εἰ τὴν παρʼ αὑτοῦ εὔνοιαν καὶ φιλανθρωπίαν κοινὴν ἅπασι
因为他并不认为,通过让自己变得罕见且难以接近,他就能获得作为一位伟大、令人赞叹、且前无古人的国王的声誉,而是认为,如果将自己的善意和仁慈共同提供给所有人,就能最有力地确立他作为这样一位国王的称呼……