§56ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν εἶναι ἐν ἑορτῇ καὶ ἐν ἱερομηνίᾳ μεμνῆσθαί τι καὶ λέγειν περὶ τοῦ θείου καὶ φιλανθρώπου βασιλέως.
但在我看来,在节日和神圣的假期里,缅怀并谈论这位神圣而仁慈的国王,是一件高尚的事。
οὐ γὰρ δὴ δέος γε μὴ ἐπαινεῖν αὐτὸν προελόμενοι, ἔπειτα ἀπορήσαιμεν λόγων, ἀλλὰ μὴ τοιαῦτα ᾖ τὰ ὑπάρχοντα τῷ βασιλεῖ ὥστε μηδένα εἰπεῖν §57ἀξίως ἂν δυνηθῆναι περὶ αὐτῶν.
因为我们绝不用担心在选择赞美他之后会辞穷,反而更应该担心,国王所拥有的品质是如此伟大,以至于没有任何人能够配得上地谈论它们。
ἐγὼ δὲ τῇ περὶ τἄλλα αὐτοῦ χρηστῇ καὶ φιλανθρώπῳ τύχῃ ἐπαρθεὶς καὶ τοῖς περὶ αὐτοῦ λόγοις ἐθάρρησα.
但我因他在其他所有事物中那极佳且仁慈的命运而深受鼓舞,并因有关他的赞誉而充满信心。
διόπερ τἄλλα πάντα ἀφεὶς, ἃ τοῖς προοιμιαζομένοις λέγειν ἔθος ἐστὶ καὶ προφασίζεσθαι, τοῖς μὲν τὸ μέγεθος τῶν πεπραγμένων, τοῖς δὲ τὸν χρόνον ὀλίγον ὄντα τῶν λόγων, οὐ προσδεηθεὶς δὲ οὐδὲ τῶν Μουσῶν, ὥσπερ τινὲς τῶν ποιητῶν, οὐδʼ ἄλλης οὐδεμιᾶς ἔξωθεν βοηθείας, ἐπʼ αὐτὸν τρέψομαι τοῦ βασιλέως τὸν ἔπαινον, οὐχ ὑπʼ αὐθαδείας οὐδὲ καταφρονῶν τοῦ πράγματος, ἀλλʼ ὁρῶν τοὺς ἐν ἀρχῇ καταπραΰνοντας καὶ παραιτουμένους τρόπον τινὰ αὐτοὺς καταφρονοῦντας τῶν ὑποθέσεων ἃς ποιοῦνται τῶν λόγων.
因此,我抛开所有那些作序者习惯谈论并用作借口的其他事物——有的人拿功绩的伟大作借口,有的人拿演讲时间短暂作借口——我既不像某些诗人那样需要缪斯女神,也不需要任何其他外部的援助,而将直接转向对国王本人的赞美。 这并非出于狂妄,也非因为轻视这件事,而是因为我看到那些在开篇抚慰听众、请求宽恕的人,在某种程度上正是自己在轻视他们所作演讲的主题。
ταῦτα γὰρ λέγοντες οὐδὲν ἄλλο ἐνδείκνυσθαί μοι δοκοῦσιν ἢ τοῦτο μὲν ἐξ ὑπογυίου λέγοντες ὡς ἐν πλείονι χρόνῳ φροντίσαντες καὶ παρασκευασάμενοι ἴσους ἂν τῷ μεγέθει τῶν ἔργων τοὺς λόγους παράσχοιεν, οἱ δὲ δόντες ἑαυτοῖς τὸ περὶ τῶν μεγίστων δύνασθαι λέγειν ἐπαγγέλλονται, καὶ ταύτην ὑπερβολὴν τῶν ἐπαίνων σφίσιν αὐτοῖς διδόασιν.
因为在我看来,他们说这些话,无非是在表明:一方面,那些即兴演讲的人暗示,如果他们有更多的时间去思考和准备,他们就能提供与功绩之伟大相称的演讲;另一方面,那些自许有能力谈论最伟大事务的人,通过做出这样的承诺,实际上给予了他们自己过分的赞美。
ἐγὼ δʼ οὔτε χρόνου πλῆθος ἱκανὸν οὔτε λόγον οὐδένα ὁρῶ τοῦ βασιλέως ἄξιον, οὐδʼ ὅστις αὐτὸν ἱκανῶς ἐγκωμιάσαι δυνήσεται· ὅμως δὲ οὐκ ἀποδειλιατέον, ἀλλʼ ὅση δύναμις πειρατέον εἰπεῖν.
但我既看不到有充足的时间,也看不到任何配得上国王的言辞,更看不到有谁能够充分地颂扬他;然而,我们绝不能退缩,而必须竭尽全力去说。
οὐδὲ γὰρ ἂν θύωμεν τοῖς θεοῖς, τὸ πρὸς ἀξίαν, οἶμαι, ὁρῶντες τοῦτο ποιοῦμεν, ἀλλʼ ὅσον δυνατὸν ἡμῖν χάριν αὐτοῖς ταύτην ἐκτίνομεν·
因为正如我们向神明献祭时,我想,我们这样做并非因为看到了与神明配得上的祭品,而是尽我们所能向他们偿还这份恩情。
διόπερ οὐδὲ τὸν βασιλέα δεῖ ὀκνεῖν μέλλοντας ἐπαινεῖν, ἀλλὰ θαρροῦντας ἰέναι ἐπὶ τὸν ἔπαινον αὐτοῦ.
因此,在准备赞美国王时,也绝不应该犹豫,而应该满怀信心地去赞美他。
ἐκείνῳ μὲν γὰρ ἴσως ἐνδεῶς τὰ παρʼ ἡμῶν, ὑμῖν δὲ οὐκ ἐνδεῶς εἰρήσεται.
因为对他而言,我们的言语或许是不够的,但对你们而言,这番话绝非不够。
ἓν μὲν οὖν τοῦτο πρῶτον καὶ μέγιστον ὑπάρχει λέγειν περὶ αὐτοῦ ὅτι καὶ πρότερον ἢ καταστῆναι εἰς τὴν ἀρχὴν ἄξιος τῆς βασιλείας ἦν.
因此,关于他,首先也是最大的一点可以说是:甚至在登基之前,他就已经配得上这王位了。
οἱ μὲν γὰρ διʼ ἑτέρων κτώμενοι τὴν ἀρχὴν ἢ παρὰ τῶν πρὸ αὑτῶν παραλαβόντες οἱ μὲν ἰσχὺν ἀντὶ τοῦ δικαίου προθέμενοι, οἱ δʼ ὥσπερ τινὸς γένους §58ἀκολουθίαν καὶ διαδοχὴν σώζοντες οὕτως τὴν βασιλείαν ἐκτήσαντο· ὅστις δὲ αὐτὸς μὲν οὔτε παραγγείλας οὔτε δεηθεὶς, δεηθέντων δὲ ἁπάντων αὐτοῦ γενέσθαι, ἔδωκε τοῖς δεηθεῖσιν ἑαυτὸν καὶ παρακαλέσασι, πάλαι τούτῳ καὶ διʼ ἀρετὴν τοῦτο τὸ γέρας ὠφείλετο.
因为那些通过他人获得统治权,或者从前人手中接过统治权的人——有的人用武力代替正义,有的人则仿佛在维护某种家族的连续性和继承,并以此方式获得了王位;但对于他而言,他自己既没有发布宣告也没有提出请求,而是因为所有人都请求他成为国王,他才将自己交给了那些请求和召请他的人,对于这样的人,由于其美德,这份赏赐早就该属于他了。
καὶ γάρ τοι ἐκείνοις μὲν περὶ τῆς βασιλείας ἀμφισβητοῦσι πολλοὶ, τούτῳ δὲ οὐδείς.
事实上,当许多人与那些人争夺王位时,却没有任何人与他争夺。
καίτοι εἴτε φόβῳ τῷ πρὸς αὐτὸν εἴτε αἰδοῖ τοῦ κρείττονος εἴθʼ, ὅπερ ἔφην, γνώμῃ τῇ βελτίστῃ καὶ δικαιοτάτῃ συγχωρεῖν οἴονται δεῖν, πῶς οὐκ ἐξ ἁπάντων τούτων φανερὸν ὅντινʼ ἐχρῆν εἶναι τὸν βασιλέα;
然而,无论是因为对他敬畏,还是因为对更优越者的尊敬,或者正如我所说,因为最善且最公正的判断而认为应当让步,从这一切中难道不是很明显,谁才是那个应该成为国王的人吗?
οὐ μὴν ἀλλὰ καὶ τοῖς βασιλεύσασι πρὸ αὐτοῦ τεκμαίρεσθαι πάρεστι περὶ αὐτῶν ὅσον εὐθὺς ἐν αὐτοῖς τουτοισὶ πρῶτον διήνεγκεν αὐτῶν.
不仅如此,我们还可以从在他之前统治的那些人那里,立刻推测出他在这些最开始的事情上比他们优越了多少。
ἐκεῖνοι μὲν γὰρ μετὰ πολέμων καὶ φόνων πολλῶν εἰσῆλθον εἰς τὰ πράγματα, πολλοὺς μὲν τῶν ἐν τάξει ἀπολέσαντες, πολλοῖς δὲ ἀνηκέστων συμφορῶν αἴτιοι γενηθέντες, ὥστε πολλὰς μὲν ἐρημωθῆναι πόλεις ὑπηκόους, πολλὴν δὲ χώραν ἀνάστατον γενέσθαι, πλεῖστα δὲ ἀναλωθῆναι σώματα, ὥστε μὴ πάντα ὁσίως αὐτοῖς συμβῆναι μηδʼ ἂν αὐτοὺς τοῦτʼ εἰπεῖν ἔχειν περὶ αὑτῶν· ὁ δὲ οὕτως ὁσίως καὶ καλῶς ἐπέστη τοῖς πράγμασιν ὥστε οὔτε καθιστάμενος οὔτε ἐν ἀρχῇ τῆς βασιλείας οὐδενὸς φόνου προσεδεήθη·
因为那些人是在战争和大量杀戮中参与国政的,他们消灭了许多处于高位的人,给许多人带来了无可挽回的灾难,以至于许多顺从的城市荒废了,许多土地被摧毁了,极多的人命耗尽了,因此对他们来说并非一切都以神圣的方式发生,他们自己也无法对自己说这样的话;但他如此神圣且美好地主持国政,以至于无论是在他登基时还是在统治之初,都不需要任何流血。
οὐδὲ ὥσπερ ἐν μεταβολῇ καὶ καταστάσει πραγμάτων οὐδεὶς οὐδενὸς ἐπειράθη χαλεποῦ, οὐδʼ ἔστιν ἃ πολλὰ εἴωθε καὶ ἀναγκαῖα ἐν τοῖς τοιούτοις συμβαίνειν, οὐδὲν τούτων ἐπράχθη· οὐδʼ ἔπαθον ἀνήκεστον οὐδὲ δεινὸν οὐδὲν, οὐκ ἄνδρες, οὐ πόλεις, οὐκ ἔθνος.
也没有任何人经历任何残酷的事,这在政权更迭和秩序确立时是常有的,在这些情况下通常且必然发生的许多事情中,没有一件事发生过;无论是个人、城市还是民族,都没有遭受任何无可挽回或可怕的灾难。
ἀλλʼ οὕτως ἐμέλησεν αὐτοῦ τοῖς θεοῖς, ὅπως ὁσίως καὶ εὐσεβῶς ἐπιστήσεται τοῖς πράγμασιν, ὥστε ἃ μὲν τῆς μανίας καὶ ἀπονοίας ἔργα ἦν ἑτέροις ἀνέθηκαν, ἃ δὲ τῆς δικαιοσύνης καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης εὐσεβείας, τούτῳ διεφύλαξαν.
相反,神明如此眷顾他,为了让他神圣且虔敬地主持国政,他们将疯狂和狂乱的行为分派给了其他人,而将正义、仁慈和所有其他虔敬的行为留给了他。
καὶ μὴν οὐδʼ ὡς ἔσχε τὴν ἀρχὴν, οὐδὲν ἔπραξε σκυθρωπὸν οὐδὲ ἐμιμήσατο, οὐδὲ ἐζήλωσε τούτων οὐδὲν, οὐδὲ ὥσπερ ἄλλοι τῶν πρὸ αὐτοῦ βασιλέων τῶν ἐν τέλει τινὰς φοβηθέντες ἐπιβουλεύειν αὑτοῖς
确实,当他获得统治权时,他没有做任何阴暗的事,也没有模仿或效仿这些事情中的任何一件,也不像他之前的其他国王那样,因为害怕一些在位的人阴谋反对他们……