Humanitext Reader

阿里斯·台德斯 · 致塞拉皮斯 §53-54

作为宙斯的普遍统治与和人类的亲密交往

第 4 段,共 5 段 · 希腊语

内容简介

本段阐述了萨拉皮斯如何体现宙斯的普遍统治力量,不仅主宰陆地、海洋和天空,还主宰死后的世界,以及他作为最仁慈且带给人类有益敬畏的神明,如何通过祭祀和宴席与人类建立亲密的交往。

§53χρὴ ἐν πανηγύρεσί τε καὶ πάσαις ἡμέραις κηδεμόνα καὶ σωτῆρα πάντων ἀνθρώπων αὐτάρκη θεόν;
……难道不应该在节日和所有的日子里,将这位神明作为全人类的守护者和救主、自足的神明来宣扬吗?
καὶ μὴν καὶ τὰ ὅλα γε τοῦ βίου μέτρα συνέχων ἀνθρώποις καὶ ταμίας ὢν τοῦ βιωσίμου, κατὰ τοῦτʼ ἂν δικαίως ἅπαντα περιειληφέναι νομίζοιτο καὶ πάντα οἷον κυβερνᾶν ἡμῶν τὸν βίον.
而且,由于他维系着人类生命的全部尺度,并作为生存的管理者,在这方面,他理所当然地被认为包罗了一切,并且可以说支配着我们的整个生命。
οἱ μὲν δὴ τῆς μεγάλης πρὸς Αἰγύπτῳ πόλεως πολῖται καὶ ἕνα τοῦτον ἀνακαλοῦσι Δία, ὅτι οὐκ ἀπολέλειπται δυνάμει περιττῇ, ἀλλὰ διὰ πάντων ἥκει καὶ τὸ πᾶν πεπλήρωκε.
事实上,靠近埃及的大都市的公民们称这位独一的神为宙斯,因为他并没有被排除在多余的力量之外,而是贯穿了万物并填满了宇宙。
τῶν μὲν γὰρ ἄλλων θεῶν διῄρηνται αἱ δυνάμεις τε καὶ αἱ τιμαὶ, καὶ ἄλλους ἐπʼ ἄλλα ἄνθρωποι καλοῦσιν, ὁ δὲ ὥσπερ κορυφαῖος πάντων ἀρχὰς καὶ πέρατα ἔχει.
因为其他神明的力量和荣耀已被瓜分,人们因不同的事务呼唤不同的神,但他却像万神的首领一样,掌握着始与终。
μόνος δὲ καὶ ἕτοιμος τῷ τινὸς δεομένῳ τοῦτον καλεῖν· ὥστε καὶ ἄνθρωποι περὶ μὲν τῶν ἄλλων οὐ κατὰ τὰ αὐτὰ φέρονται, ἀλλὰ τιμῶσιν ἄλλοι ἄλλους θεοὺς, τοῦτον δὲ μόνον πάντες ὁμοίως τοῖς σφετέροις νομίζουσι.
唯有他准备好随时接受有需要之人的呼唤;因此,人们对待其他神明的方式并不相同,而是各人尊崇不同的神,但唯独这位神,所有人同样将他视为自己的神。
διὰ γὰρ τὸ τὰς πάντων ἔχειν δυνάμεις οἱ μὲν ἀντὶ πάντων τοῦτον θεραπεύουσιν, οἱ δὲ οἷς νομίζουσιν ἐφʼ ὁτῳοῦν καὶ τοῦτον προσνομίζουσιν ὡς κοινὸν ἁπάσης ὄντα τῆς γῆς ἐξαίρετον.
因为他拥有万神的力量,有些人用他代替一切来敬奉,有些人则在为任何事务而敬奉的神明之外,也将他一并敬奉,视他为全大陆所共有且卓越的存在。
οὐ μόνον δὲ τὰς ἐν τῇ γῇ πάσας ἔχει δυνάμεις οὗτος εἷς ὢν καθʼ ἑκάστην, οὐδʼ ὥσπερ ἄλλος ἄλλῃ τέτακται θεὸς, οὐδὲ κατὰ τὸν Ὁμήρου κλῆρον τριῶν μοῖραν ἔλαχε λαβὼν, ὡς τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Πλούτωνα ἐκεῖνος ἔφη διαλαχεῖν, ἀλλὰ καὶ ἐν θαλάττῃ μέγας οὗτος ὁ θεὸς καὶ ὁλκάδες καὶ τριήρεις ὑπὸ τούτῳ κυβερνῶνται καὶ ἐν αἰθέρι καὶ νεφέλαις, ἐκείνῳ μέλειν γῆς καὶ θαλάττης ἀνάγκης λόγος αἱρεῖ.
他不仅作为独一者拥有地上的每一种力量,也不像其他神那样被安插在不同的地方,更没有按照荷马的“抽签”分得三份中的一份——正如荷马所说,宙斯、波塞冬和普路托分抽了各自的领地——相反,这位神在海中也是伟大的,商船和三桅战船都在他的指引下航行,在以太和云雾中也是如此;必然的理性表明,陆地和海洋的关怀都属于他。
Ὅμηρος μὲν οὖν ἔφη τὴν γῆν ἐπίκοινον λελεῖφθαι καὶ τὸν Ὄλυμπον τοῖς θεοῖς, ὁ δὲ γῆς τε κληροῦχος αὐτὸς διαφέρων καὶ τῶν ἰδίων αὖ τῶν ἄλλων μερῶν κοινωνὸς ἑκάστῳ προσφαίνεται, πάντα αὐτὸς εἷς ὢν ἅπασιν, εἷς ταυτὸν δυνάμενος, πάσας πράξεις καὶ πάσας εὐπορίας §54ἐν ἅπασι καιροῖς καὶ τόποις συγκατεργαζόμενος, γῆς καὶ θαλάττης, φαῖεν ἂν ποιηταὶ, κλῇδας ἔχων, ἐπεὶ καὶ μετὰ τὴν ἀναγκαίαν τοῦ βίου τελευτὴν ἔτι οὗτος ἄρχων ἀνθρώποις μένει.
荷马曾说,大地和奥林匹斯山留给诸神共有,但他自己却向每位神显现为大地的杰出领有者,并且在其他神明的私人领地中也是共享者,他自己作为独一者对所有人来说就是一切,作为独一者拥有同等的力量,在一切时间和地点共同促成所有的行动和丰裕,在一切时间和地点共同促成所有的行动和丰裕,正如诗人们所说,掌握着陆地和海洋的钥匙,因为即使在生命必然的终结(死亡)之后,这位神明依然是人类的统治者。
καὶ παρὰ τοῦτον δεῖ βαδίζειν παρʼ αὐτοῦ, τοῦτο δὴ τὸ λεγόμενον οἴκοθεν οἴκαδε, ὡς αὐτόν.
人必须从他那里走向他,这正是俗话所说的“从家到家”,走向他。
χώρους τε ὁ διαιρῶν ἑκάστοις οὗτός ἐστι πρὸς ἀξίαν τῆς ἐν τῇ γῇ διαίτης καὶ δίκης τῆς τῶν ὕστερον γιγνομένων, ἡμέρας μὲν τὰ ὑπὲρ γῆς ἐπιὼν, νυκτὸς δὲ τὰς ἀθεάτους ζῶσι κρίσεις ποιούμενος, σωτὴρ αὐτὸς καὶ ψυχοπομπὸς, ἄγων εἰς φῶς καὶ πάλιν δεχόμενος, πανταχῆ πάντας περιέχων.
他根据每个人在地上生活的价值以及对后来之事的审判,为每个人分配地方。 他在白天巡视地上,在夜间进行活人看不见的审判,他自己既是救主又是灵魂的引路人,引导人们走向光明并再次接纳,在一切地方包容所有人。
εἰ δέ του θεῶν, καὶ Σαράπιδος μνησθεὶς ἀνὴρ εὐθυμίας ἅμα καὶ δέους ἐμπίπλαται.
如果有人想起诸神,尤其是想起萨拉皮斯,他会立刻充满喜悦和敬畏。
φιλανθρωπότατος γὰρ θεῶν καὶ φοβερώτατος αὐτὸς, τὸν λυσιτελῆ φόβον ἀνθρώποις ἔχων, ὅπως μήτε ποιήσουσι μήτε πείσονται κακῶς ἀλλήλους μηδʼ ὑπʼ ἀλλήλων.
因为他是诸神中最热爱人类的,同时也是最令人敬畏的,他让人们心怀有益的畏惧,使他们既不互相伤害,也不受彼此的伤害。
πρὸς δʼ οὖν τὸν ἔλεον μᾶλλον τέτραπται καὶ ὅπερ εἶπε περὶ πάντων τῶν θεῶν Ὅμηρος, στρεπτοὺς εἶναι καὶ παραιτητοὺς, μάλιστα οὗτος βεβαιοῖ, τοσαύτας στρέφεται στροφὰς ἐπὶ σωτηρίᾳ τῶν ἀεὶ δεομένων.
无论如何,他更倾向于仁慈,荷马关于所有神明所说的话——他们是可回转的和可劝解的——这位神最充分地证明了这一点,为了拯救那些始终有需要的人,他做出了如此多的转回。
καὶ τοίνυν καὶ θυσιῶν μόνῳ τούτῳ θεῷ διαφερόντως κοινωνοῦσιν ἄνθρωποι τὴν ἀκριβῆ κοινωνίαν, καλοῦντές τε ἐφʼ ἑστίαν καὶ προϊστάμενοι δαιτυμόνα αὐτὸν καὶ ἑστιάτορα, ὥστε ἄλλων ἄλλους ἐράνους πληρούντων κοινὸς ἁπάντων ἐράνων οὗτός ἐστι πληρωτὴς, συμποσιάρχου τάξιν ἔχων τοῖς ἀεὶ κατὰ ταυτὸν συλλεγομένοις.
此外,人类唯独与这位神以杰出的方式共享祭祀的密切契合,邀请他来到炉灶旁,并尊他为会食者和宴会主人,以至于当其他人举办各种共同宴席时,他是所有共同宴席的共同圆满者,为始终聚集在一起的人们充当宴会主持人的角色。
ὥσπερ Ὅμηρος ἔφη τὴν Ἀθηνᾶν αὐτὴν ἅμα σπένδειν τε καὶ τελεῖν ἕκαστα, αὐτὸς ὢν ὁμόσπονδός τε καὶ ὁ τὰς σπονδὰς δεχόμενος, ἐπὶ κῶμόν τε ἀφικνούμενος καὶ καλῶν ὡς αὑτὸν κωμαστὰς, οἳ χορεύοντες ὑπʼ αὐτῷ τὴν ἀδεᾶ κακῶν χορείαν, ἅμα τοῖς στεφάνοις τὴν ἀγαθὴν εὐθυμίαν οἴκαδε εἰσενεγκάμενοι, τὴν δευτέραν ἀποδιδόασιν ἐπικαλεσάμενοι.
正如荷马所说,雅典娜自己一边奠酒一边成全各项仪式,他自己既是共同奠酒者,又是接受奠酒者,他来到狂欢中,并将狂欢者召集到自己身边。 他们在他之下跳着免于灾祸的舞蹈,将美好的喜悦与花冠一起带回家中,并在再次呼唤他之后奉献第二份奠酒。
παραπλησία δὲ καὶ ἡ κατὰ τὰ ἄλλα πρὸς αὐτὸν κοινωνία ὁμότιμος, οὐ πρὸς ὁμότιμον, οἷον
在其他事情上与他的交往也是类似的,如同对待一个并非同等地位之人却给予同等荣耀的交往,例如……

词汇与语法注释

  1. §53χρὴ — 此词在句法上与上一节末尾(§52)的不定式“ἀνακηρύττειν”直接相连(“πῶς οὖν οὐ τοῦτον ἀνακηρύττειν”),由“χρή”支配该不定式,构成修辞问句:“既然如此,怎能不应当宣扬这位神明……?”
  2. §53δυνάμει περιττῇ — 意为“以多余(独特)的力量”。与否定词“οὐκ”连用,表示“他并非由于拥有某种局部的、多余的独特力量而被孤立”,暗示他的力量并非有限的特权,而是普及万物的。
  3. §54παρὰ τοῦτον δεῖ βαδίζειν παρʼ αὐτοῦ — 介词“παρά”分别与宾格(“παρὰ τοῦτον”,走向他)和属格(“παρʼ αὐτοῦ”,从他那里)连用,表达了死后灵魂的旅程:即从这位神明那里出发,又回到这位神明那里。
  4. §54ὁμότιμος, οὐ πρὸς ὁμότιμον — 意为“虽非对待同等地位之人,却给予同等荣耀的交往”。这一对比性表述强调了神与人之间本质上是不对等的,但萨拉皮斯赐予人类的交往和恩惠却具有一种如同对等友人般亲密无间的性质。

引用这一段

阿里斯·台德斯, 致塞拉皮斯 §53-54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg008.humanitext-grc2:53-54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。