Humanitext Reader

阿里斯·台德斯 · 致塞拉皮斯 §55-56

解救的诸般神迹与作者的感恩祈祷

第 5 段,共 5 段 · 希腊语

内容简介

叙述者指出萨拉皮斯掌管风水并救助世人的神迹不胜枚举,其摄理及于全人类,最后通过感谢自己亲身经历的海上神迹,并在其守护之城亚历山大里亚向神明祈求未来的庇佑,从而结束了这首赞歌。

§55ἐμπόρων καὶ ναυκλήρων, οὐ μόνον δεκάτας ἀναγόντων, ἀλλὰ καὶ μερίτην ἐξ ἴσου ποιουμένων, ὥσπερ συνέμπορον καὶ κοινωνὸν τῶν διὰ μέσου πάντων· ἐπὶ τοσοῦτον ἀνθρώποις ἐγκαταμέμικται.
例如,商人和船主的交往便是如此,他们不仅呈献什一税,而且在所有的交易中均等地分配利润,仿佛将这位神明视为共同的商伴和合伙人;他就是如此深地融入到人类之中。
οὗτός ἐστιν ὁ τῷ ὄντι ταμίας ἀνέμων πολὺ μᾶλλον ἢ ὁ νησιώτης, ὃν Ὅμηρος ἐποίησεν, οὗτος κύριος ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν ὅν κʼ ἐθέλῃσιν·
这位神才是真正掌管风的人,远比荷马所创造的那位岛民更名副其实;正是这位神主宰着“无论是平息还是唤起他所希望的风”。
οὗτος ὕδωρ ἀνῆκε πότιμον ἐν μέσῃ θαλάττῃ, οὗτος κειμένους ἀνέστησεν, οὗτος περισπούδαστον ἡλίου φῶς τοῖς θεαταῖς ἔδειξεν, ὧν ἱεραὶ θῆκαι βίβλων ἱερῶν ἀπείρους ἀριθμοὺς ἔχουσι.
这位神在海洋中央涌出可饮用的淡水;这位神使卧病不起的人重新站立;这位神向看见它的人展示了令人渴望的太阳之光,关于这些事迹,神圣书籍的神圣箱匣里装有无数的记录。
μεσταὶ δὲ ἀγοραὶ, φασὶ, καὶ λιμένες καὶ τὰ εὐρύχωρα τῶν πόλεων τῶν καθʼ ἕκαστα ἐξηγουμένων.
人们说,市场、港口和城市宽阔的广场上,都挤满了讲述个别神迹的人。
ἐμοὶ δʼ ἐγχειροῦντι λέγειν ἀπέραντον ἡμερῶν πλῆθος ἐπιρρυὲν ἀτέλεστον ὁμοίως ἕξει τὸν κατάλογον.
但对我而言,如果企图一一陈述,即使流逝去无尽的日子,这一目录也同样无法完成。
οὐδὲ γὰρ ἕστηκεν αὐτοῦ τὰ ἔργα, οὐδὲ τοσαῦτά ἐστιν ὁπόσα γέγονεν, ἀλλʼ ἐφʼ ἡμέρᾳ καὶ νυκτὶ πρόσεισιν ἄλλα ἐπʼ ἄλλοις.
因为他的御业从未停滞,也不仅限于已经发生的事,而是日日夜夜,一件接一件地不断增加。
καὶ ὥσπερ τοῦ παντὸς αἰῶνος καθʼ ἡμέραν ἑκάστην προϊόντος οὐκ ἔστιν εἰπεῖν τὸ ἀπανηλωμένον, ἀλλʼ ἀεὶ τὸ ἴσον λείπεται, οὕτως οὐδʼ ὧν ὁ θεὸς ἔργων ἐργάζεται οὐκ ἔνεστιν εἰπεῖν πότερʼ ἃ εἰλήφαμέν ἐστι τὰ πλείω, ἢ τὰ μέλλοντα ἔσεσθαι· τοσαῦτα γίγνεται.
正如整个时间在每日流逝中,无法说尽已被消耗的时间,而是始终留有同样多的未来时间,同样地,对于神所行使的御业,也无法说清我们已经得到的多,还是未来将要发生的多;因为它们是如此之多。
εἰ δή τις οὖν ταῦτα καταλέγειν ἐπιχειροίη, τὰ ἐκφεύγοντα διώξεται, οἷον οἱ τὰ τῶν ποταμῶν ῥεύματα κατόπιν διώκοντες, καὶ ὅμοιον ποιήσει ὥσπερ ἂν εἰ πάντα τὸν αἰῶνα ἀξιοίη ζῆν·
因此,如果有人企图将这些一一列举,他将会去追逐那流逝不停的事物,就像在后面追赶河水奔流的人一样,并且他的所作所为就像是在要求自己活过所有的时代;因为无论如何,他都会需要这样。
πάντως γὰρ αὐτῷ δεήσει. ἀλλὰ ταῦτα μὲν ἀνὰ χρόνους ἄλλα ἄλλοι βοήσονται, οἱ μὲν ἐν σφίσιν αὐτοῖς, οἱ δὲ ἐν ἑτέροις ὁρῶντες γιγνόμενα.
然而,随着时间的推移,人们会为不同的事情而欢呼,有些人看到这些事情发生在自己身上,有些人则看到发生在他人身上。
καὶ ἡμῖν ἤδη προειρήσθω κοινῷ λόγῳ ὥσπερ ἐν σπονδῶν ἀπαγγελίᾳ.
而对于我们,就让这些话已经作为共同的陈述而被宣告,如同在宣布停战协定时一样。
πάντως οὐ δέος μὴ ψευσώμεθα.
无论如何,不用担心我们会说谎。
ὃ δʼ οὖν ὑπεθέμεθα ἐν ἀρχῇ, διὰ πάντων δείκνυται, οἷς τὸ ἀνθρώπειον φῦλον ἄγεται, ταῦτʼ εἶναι ἔργα Σαράπιδος καὶ μηδέποτε ἐκφεύγειν ἡμᾶς τὸ τούτου κράτος, ἀλλὰ καὶ σώζειν, καὶ ὕστερον εἶναι τὴν παρὰ τούτου πρόνοιαν.
总之,我们在开头所设定的前提已通过一切引导人类的事务得到了证实:这些都是萨拉皮斯的御业,我们绝不会脱离他的权力,反而得到了拯救,并且此后也有来自他的眷顾。
§56προέστηκε δὲ καὶ πάντων ζώων γενέσεως καὶ τροφῆς, καὶ πολλὰ τῶν ἱερῶν θρεμμάτων, ὥσπερ ἄνθρωποι, πρὸς τοῦτον διαιτᾶται.
而且,他也主管一切生物的诞生和养育,许多神圣的动物也和人类一样,依循他而生活。
οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατʼ Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων·
正是这位神在夏季引导尼罗河,在冬季将它召回;正是这位神维系着埃及的四十二座神殿;正是这位神维系并装饰着地上的所有神殿,他是显明之物与隐秘之物的守护者,是人类和神灵的引导者。
καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν.
现在,他将使我们的言辞转向他自身,对于向他致意的我们来说,已是结束的时候了。
ὦ τὴν καλλίστην ὧν ἐφορᾷς κατέχων πόλιν, ἥ σοι τὴν διʼ ἔτους πανήγυριν πληροῖ, ὦ κοινὸν ἅπασιν ἀνθρώποις φῶς, ἡμῖν τε δὴ πρώην περιφανῶς γενόμενος, ὅτʼ ἐπιρρεούσης τῆς θαλάττης καὶ πολλῆς πάντοθεν αἰρομένης καὶ οὐδενὸς ὁρωμένου πλὴν τοῦ μέλλοντος καὶ σχεδὸν ἤδη παρόντος ὀλέθρου, χεῖρα ἀντάρας, οὐρανόν τε κεκρυμμένον ἐξέφηνας καὶ γῆν ἔδωκας ἰδεῖν καὶ προσορμίσασθαι, τοσοῦτον παρʼ ἐλπίδα ὥστʼ οὐδʼ ἐπιβᾶσι πίστις ἦν.
哦,占有着你所眷顾的最美丽城市、该城为你办满年度大祭的尊神啊,哦,全人类共同的光芒啊,你确实在不久前向我们显现,当时海水涌入,四面巨浪翻腾,除了即将大祸临头且几乎已经眼前的毁灭之外,什么也看不见,你举起手,展露了被遮蔽的天空,让我们得以看见陆地并得以停泊,这完全出乎意料,以至于即使登上了陆地的人们也难以置信。
τούτων τε δή σοι πολλὴ χάρις, ὦ πολυτίμητε, καὶ τὰ νῦν μὴ πρόῃ με, ἀλλʼ ἀνάσωσον βεβαίως, τόν τε ὕμνον τόνδε ὡς ἐν τοιούτοις πεποιημένον προσοῦ φαιδρῶς, χαριστήριον μὲν ἐκείνων τῶν ἔμπροσθεν, ἱκετηρίαν δὲ καὶ παράκλησιν περὶ τῶν μελλόντων, ἡδίω καὶ βελτίω τῶν παρόντων γενέσθαι.
因着这些事,向你致以深切的谢意,哦,至尊者,在当下也请不要抛弃我,而是要确切地拯救我,并欣然接受这首在如此境遇中写就的赞歌,作为对过去之事的感谢,以及对未来之事的恳求和祈愿,愿未来的日子比现在更甜蜜、更美好。

词汇与语法注释

  1. §55ἐμπόρων καὶ ναυκλήρων — 直接承接前一节(§54)最后一个词 οἷον(“例如”)的属格名词短语,描述商人和船主与神明的交往,这种交往包含对等的分成(μερίτην ἐξ ἴσου)。
  2. §55ὃν Ὅμηρος ἐποίησεν — “荷马所创造的人”指《奥德赛》第10卷中登场的风之守护者埃俄罗斯(Αἴολος)。
  3. §55ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν — 引用自荷马史诗(Od. 10.22)。不定式词尾 -μεναι 和 -μεν 是史诗(爱奥尼亚)方言的特征语法形式。
  4. §55ὧν — 关系代词的中性复数属格形式。其先行词指紧接在前句中列举的萨拉皮斯神所施行的种种奇迹(如在海中涌出淡水、使病弱者站立、展现光芒等)。
  5. §55οὐ δέος μὴ ψευσώμεθα — 使用 οὐ δέος (ἐστί) μὴ 搭配虚拟语气,表示强烈否定或确信的句式,意为“绝无说谎之虞”。
  6. §56δύο καὶ τετταράκοντα ἱερὰ — 数字“四十二”对应埃及传统的行政区(诺姆)数量。此处的动词由下一句中的“συνέχει τε καὶ κοσμεῖ”(维系并装饰)共同承担,或省略了类似的统治/掌管动词。
  7. §56ὥρα κατεπαύειν — 非人称表达方式:ὥρα ἐστί 搭配不定式,意为“是结束的时候了”。

引用这一段

阿里斯·台德斯, 致塞拉皮斯 §55-56. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg008.humanitext-grc2:55-56

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。