§43παρείχοντο τοῖς Ἀχαιοῖς καὶ οὐχ ὅσον ἰατροὶ συνῆσαν, ἀλλὰ καὶ τοῖς ὅπλοις ὠφέλουν, καὶ πολλάκις μὲν δὴ τῶν πολεμίων τροπὴν ποιήσασθαι λέγονται, τὸ δʼ ἁλῶναι τὴν Τροίαν καὶ παντάπασιν ἦλθεν εἰς αὐτοὺς τῇ τε ἄλλῃ καὶ τὴν Φιλοκτήτου νόσον, ἣν Ὀδυσσεὺς καὶ Ἀτρεῖδαι προκαταγνόντες ἀνίατον εἶναι Φιλοκτήτην οὐχὶ δικαίως ἐν Λήμνῳ κατέλιπον, οὗτοι δὲ δέκα ἔτεσιν αὐξηθεῖσαν ἰάσαντο.
[他们向阿开亚人]提供了[双重的作用],不仅作为医生同行,而且在武器装备上也提供了帮助,据说他们经常使敌人败走;而攻克特洛伊也完全归功于他们,这不仅表现在其他方面,尤其表现在菲洛克特忒斯的疾病上。 奥德修斯和阿特柔斯之子预先断定该病无法医治,因而不公正地将菲洛克特忒斯遗弃在莱姆诺斯岛,但他们治好了这积累了十年的恶疾。
καὶ γίγνεται Φιλοκτήτης τε ἐνεργὸς τοῖς Ἀχαιοῖς καὶ Φιλοκτήτῃ τὰ βέλη τοῦ Ἡρακλέους χρήσιμα τῇ ʼκείνων τέχνῃ.
于是,菲洛克特忒斯对阿开亚人重新发挥了作用,而赫拉克勒斯的弓箭也通过他们的医术对菲洛克特忒斯产生了用处。
ἐπεὶ δὲ ἑάλω Τροία, προειδότες τὰς ἐσομένας ὕστερον Ἑλλήνων εἰς τὴν Ἀσίαν ἀποικίας καὶ ἅμα βουλόμενοι τῆς αὐτῶν εὐεργεσίας ὅτι πλείστους ἀπολαύειν, τοῦτο μὲν Τευθρανίαν ἡμεροῦσιν εἰς ὑποδοχὴν τοῦ πατρὸς, τοῦτο δὲ, ὡς ὁ Κώων λόγος, πλεύσαντες εἰς Κῶ τὴν Μεροπίδα, ἣν οἰκουμένην ὑπὸ Μερόπων Ἡρακλῆς ἐκ Τροίας ἀνιὼν ἔτι πρότερον ἀδικίαν ἐγκαλέσας ἐπόρθησεν, οἰκίζουσί τε καὶ εἰς ἤθη πρέποντα τῇ φύσει τῆς χώρας κατέστησαν, τὸ λεγόμενον περὶ τοῦ προγόνου τοῦτο, ὡς ἔοικε, μιμησάμενοι.
特洛伊失陷后,他们预见到希腊人日后向亚洲的移民,同时希望尽可能多的人能享受到他们的恩惠,于是一方面开垦特乌特拉尼亚以迎接他们的父亲,另一方面,正如科斯人的传说所言,他们航行到被称为梅罗皮斯的科斯岛(该岛曾由梅罗皮斯人居住,赫拉克勒斯更早从特洛伊返回时因控诉其不义而将其洗劫),对其进行殖民,并确立了适合该地区自然特征的风俗,这显然是在模仿关于他们祖先的传说。
Ἀπόλλω τε γάρ φασιν οἱ ποιηταὶ τὴν Δῆλον φερομένην πρότερον στῆσαι κατὰ τοῦ πελάγους ἐρείσαντα, ἐπειδὴ πρῶτον ἐν αὐτῇ ἐγένετο, καὶ οὗτοι τῆς Μεροπίδος τότε ἐπιβάντες, προκρίναντες ἁπασῶν εἶναι καλλίστην, ὅσαι παραπλήσιαι μέγεθος, ἰάσαντό τε καὶ ἀπέφηναν ἐμβατὸν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, πρότερον σφαλερὰν καὶ ὕποπτον οὖσαν, καὶ τὴν εὐδαιμονίαν κυρίαν τῇ νήσῳ κατέστησαν.
因为诗人们说,阿波罗在最初于德洛斯岛诞生时,曾将其固定在海中,使这块此前一直漂流的陆地安顿下来;而他们当时登上梅罗皮斯岛,并判定它是所有同等大小的岛屿中最美丽的一个,便对其进行了治理,使这个此前危险且令人怀疑的岛屿向所有希腊人和野蛮人开放,并使繁荣成为该岛的主宰。
οἶμαι δὲ καὶ Ῥοδίοις πολλῶν ἐκ πολλοῦ σεμνῶν ὑπαρχόντων ἐν πρώτοις εἶναι τὴν ἐκείνων ἀρχὴν, ἣν αὐτοὶ προκρίναντες εἵλοντο σφῶν ἄρχειν Ἀσκληπιάδας, Ἡρακλειδῶν ποιησάμενοι διαδόχους.
而且我认为,对于罗德斯人来说,虽然自古以来就有许多引以为傲的事迹,但他们的统治也属于最早的行列,他们自己选择阿斯克勒庇俄斯家族来统治他们,使其成为赫拉克勒斯后裔的继承者。
ἔσχον δὲ καὶ τὸν Καρικὸν τόπον καὶ Κνίδον τὴν τῆς Ἀφροδίτης ἱεράν· ὅ τι γὰρ ἢ ὁ ἕτερος ἢ ἀμφότεροι, κεκοινωνήσθω τὰ νῦν.
他们还占领了卡里亚地区和阿芙罗狄忒的圣地尼多斯;因为无论是其中一人还是两人所为,现在都应一并共享。
ἀπέλαυσε δέ τι καὶ Κύρνος αὐτῶν.
库尔诺斯也享受到了他们的一部分恩惠。
ἀλλὰ ταῦτα μέν ἐστι λόγων πολλῶν.
但这些都是需要长篇大论的事情。
ποιησάμενοι δὲ §44παῖδας συνεργούς τε καὶ διαδόχους τῆς σφετέρας ἐπιστήμης ὡσπερεὶ κεφάλαιον τοῦτο ἐπέθηκαν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν, προσθήσω δὲ καὶ εἰς ἅπαντας ἤδη, ἵνα μή ποτε ἐπιλίπῃ τὸ τῶν ἀνθρώπων γένος ἡ παρʼ αὐτῶν ἐπικουρία καὶ χάρις, ἀλλʼ ὦσιν ἐκ προγόνων τε καὶ ἐκγόνων σωτῆρες ἀθάνατοι τῆς φύσεως, τὸν ἅπαντα χρόνον κατʼ ἀνθρώπους πολιτευόμενοι καὶ συνόντες ἅπασιν ὥσπερ τοῖς ἐφʼ αὑτῶν.
他们一方面培养自己的孩子作为其知识的助手和继承人,这可以说是他们对希腊人——我还要补充说,现在是对全人类——所做恩惠的集大成,从而使来自他们的援助和恩惠永远不会在人类中枯竭,而是让他们从祖先到子孙,成为人类本性不朽的救治者,在所有时代里在人间参与公共事务,并与所有人同在,就像与他们同时代的人同在一样。
καὶ γάρ τοι κατέλυσαν μὲν τοὺς ἐν Αἰγύπτῳ βεβοημένους, τὰς δʼ εὐεργεσίας σύμβολον τοῦ γένους ἐποιήσαντο.
事实上,他们使在埃及声名显赫的医生们相形见绌,并将恩惠作为自己家族的象征。
ἵδρυνται δὲ οὔτε ἐν Θετταλίᾳ οὔτε ἐν τοῖς τῶν Κώων προαστείοις, ἀλλὰ πάντα ἰατρικῆς ἐνέπλησαν, ὥσπερ ὁ Τριπτόλεμος σίτου διὰ τῶν σπερμάτων· πάντα γὰρ ἐκ τούτων καὶ παρὰ τούτων ἐξεφοίτησε.
他们既没有留在色萨利,也没有留在科斯人的郊区,而是用医术填满了所有地方,就像特里普托勒摩斯通过种子用小麦填满世界一样;因为一切都源于他们并由他们传开。
καὶ καθάπερ τὴν Μήδειάν φασι διὰ τοῦ Θετταλῶν πεδίου φεύγουσαν, ἐκχυθέντων τῶν φαρμάκων, ποιῆσαι Θετταλίαν ἅπασαν πολυφάρμακον, οὕτως ἡ τούτων ἐπιστήμη τε καὶ φιλανθρωπία χυθεῖσα ἐπὶ πλεῖστον πάσας μὲν πόλεις Ἑλλήνων, πολλοὺς δὲ καὶ τῶν βαρβάρων τόπους ἐκόσμησέ τε καὶ κοσμεῖ, καὶ προσέτι γε ἔσωσε καὶ σώζει, καὶ ὁ τρίτος ἐπʼ ἀμφοῖν προσέστω χρόνος.
正如人们所说,美狄亚在逃离色萨利平原时,因药物倾洒而使整个色萨利富含药草,同样,他们的知识和博爱也得到了最广泛的倾注,装饰并依然装饰着希腊人的所有城市,以及野蛮人的许多地方,而且救治了并依然救治着他们,愿第三个时间也加入到这两者之中。
εἰ δʼ ἀνὴρ εἷς ἀπὸ τούτων Ἱπποκράτης ἔφυ κληρονόμος τῆς τέχνης, διὰ πάντων ἰδιωτῶν τῶν μέσων ἱκανὴ τῇ τε γῇ φορὰ καὶ χάρις τούτοις παρʼ ἀνθρώπων ἦν ἂν τῆς σπορᾶς· νῦν δὲ ὥσπερ ἔθνος τὸ τῶν Ἀσκληπιαδῶν κατεσκευάσθη διʼ αἵματος τὴν τέχνην σῶζον, οὕτω θεία μοῖρα ἡγήσατο Μαχάονι καὶ Ποδαλειρίῳ τῆς γενέσεως.
如果他们之中只有希波克拉底这一人继承了这门技术,通过其间所有普通的行医者,这粒种子的收获和人类对他们的感谢就已足够作为对大地的回报;但事实是,一个阿斯克勒庇俄斯子孙的“民族”被建立起来,通过血缘维持着这门艺术,神圣的命运就这样引导了马卡昂和波达莱里乌斯的诞生。
μάθοι δʼ ἄν τις τοῖς Ἡρακλείδαις αὐτοὺς ἀντεξετάζων τῆς χρείας ἕνεκα τῆς κοινῆς καὶ τῆς ἰδίας τύχης.
如果人们将他们与赫拉克勒斯的后裔进行对比,为了公共利益和各自的命运,就会明白这一点。
Ἡρακλεῖδαι γὰρ ἓν μὲν καὶ πρῶτον ἐσκεδάσθησαν καὶ οὐχ ἓν σύνταγμα αὐτῶν ἐγένετο, ὡς δʼ εἰπεῖν οὐδὲ ἓν φῦλον.
因为赫拉克勒斯的后裔,首先是分散的,没有形成一个统一的整体,甚至可以说连一个部落都没有形成。
οὐ γὰρ ἦσαν ὁμότιμοι, ὥστε ἀλλήλοις ἀντὶ ξένων καθειστήκεσαν· ἔπειθʼ ὅσον αὐτῶν ἦν κράτιστον, οὔτε συμφορῶν ἄμοιρον λέγεται γενέσθαι τήν τε πατρῴαν οὐ παντελῶς διασώσασθαι τέχνην.
因为他们并不享有同等的荣誉,以至于他们彼此之间如同陌生人;其次,他们中即使是最强大的人,据说也未能免于不幸,也没有完全保存下祖传的艺术。
οὐ γὰρ ταῖς εἰς τὸ κοινὸν εὐεργεσίαις, ἀλλὰ τῇ καθʼ αὑτοὺς
因为他们并非为了公共的恩惠,而是为了他们自己的……