§41κλῦτε φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος, ἔφη αὐτὸ τὸ ὄναρ.
“听我说,朋友们,一个神圣的梦中幻象在睡眠中降临于我,”梦境本身如此说道。
ταύτην γὰρ δὴ ἐδόκουν ἀρχὴν ποιεῖσθαι τοῦ λόγου, ὡς ὕπαρ τὸ ὄναρ σκοπῶν ἐπʼ ἐμαυτοῦ·
因为我决定将这句话作为我演讲的开端,在我自己看来,将这个梦视作清醒时的现实来审视。
ἐχέτω δὴ καὶ τὸ ἐνύπνιον ὡς ὕπαρ, καὶ τὸ δρώμενον ὡς ἡ πρόρρησις εἶχεν.
那么,且让这梦境如同清醒的现实,也让所做的事情如同预言所昭示的那样。
ἦν δὲ ὁ νοῦς ἄρα ἐγκώμιον ποιῆσαι Ποδαλειρίῳ· τὸ μὲν πρῶτον Ποδαλειρίῳ, μετὰ δὲ τοῦτο ὑπήχθην εἰς Μαχάονα.
其意图结果是为波达莱里乌斯作一篇颂词;起初是为波达莱里乌斯,但在此之后,我被引向了马卡昂。
ἀποροῦντι δέ μοι ὁπότερον χρὴ ἐπαινεῖν, τέλος ἔδοξεν ἀμφοτέρους.
当当我正为应该赞美两人中的哪一个而犹豫不决时,最终我觉得赞美两人才是最好的。
οὔτε γὰρ ἔτι θεμιτὸν εἶναι παραλιπεῖν τὸν ἕτερον, ἐπειδή γε ἀμφοῖν ἔσχον ἔννοιαν, ὁπότερός τε εἴη ὁ ἐκ τοῦ ὀνείρατος, ἓν ἔσεσθαι πάντως ἀμφοῖν ἐπαινουμένων· καὶ ἐμοὶ πρός τε ἐκεῖνον καὶ πρὸς ἀμφοτέρους ἕξειν καλῶς.
因为既然我已经将两者都放在心上,漏掉另一个就已不再合乎正义,而且无论梦中的是哪一个,如果两者都受到赞美,结果无论如何都将是一致的;这对我来说,无论是对那位神灵还是对他们两者,都将是妥当的。
εἶεν.
好吧。
θεοῦ δὴ προβαλόντος, πότερον δεδιέναι χρὴ μειζόνως ἢ θαρρεῖν, δεδιέναι μὲν ἀνάγκη, μὴ χεῖρον ἐπιδειξώμεθα ἐν τοσούτῳ κριτῇ, αἱ δὲ ἐλπίδες καλλίους·
既然神已经提出了这个课题,我们究竟应该更加恐惧还是应当充满勇气——虽然恐惧是必然的,以免我们在如此伟大的裁判者面前表现得更糟——然而我们的希望更加美好;因为神自己很可能会关注。
αὐτῷ γὰρ μελήσειν εἰκός. οὐ γὰρ ἂν προὔβαλεν, εἰ μὴ κατὰ νοῦν ἔμελλεν αὐτῷ γενήσεσθαι τὸ συμβαῖνον ἐκ τοῦ λόγου.
因为如果从言论中产生的结果不合神意,他是不会提出这个课题的。
πρὸς δὲ καὶ καλέσαι βοηθὸν τῷ λόγῳ θαυμαστῶς ὡς εἰς ἐπιτήδειον καθέστηκεν.
此外,祈求神作为这篇言论的助手,也显得奇妙地合适。
εἰ γὰρ οἱ ποιηταὶ τὰ δοκοῦνθʼ ἑαυτοῖς ὥστʼ εἰπεῖν τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλοῦσιν, ἦ που καλλίων ἡ κλῆσις ἡμῖν, ὅταν αὐτοῦ τοῦ προβαλόντος δεώμεθα μουσηγέτην ἅμα τῷ πατρὶ γενέσθαι.
因为如果诗人们为了自己认为该说的事情而呼唤阿波罗和缪斯,那么当我们恳求提出课题者本人与其父亲一同成为我们的缪斯领袖时,我们的呼唤岂非更加高尚。
ἀλλʼ ὦ πολλὰ δὴ πολλάκις κληθεὶς, ἔχω δʼ εἰπεῖν ὅτι καὶ παραδείξας καὶ ἄλλα καὶ περὶ αὐτοὺς τοὺς λόγους, ἔξαγε καὶ νῦν ὅπη σοι φίλον τὸν §42λόγον.
但是,噢,你这位曾被无数次呼唤、且我可以说明你在其他事物以及言论本身上都曾指引过方向的神灵,现在也请引导这篇言论前往你所喜悦的地方。
σχεδὸν δὲ οὐ πόρρω ἡ ἀρχὴ τῷ ἐγκωμίῳ, ἀλλʼ ὁ αὐτὸς πατὴρ τοῦ τε λόγου καὶ τῶν νεανίσκων.
而颂词的开端并不遥远,因为这篇言论的父亲与这些青年人的父亲是同一人。
τετραγονίαν γὰρ τοιάνδε οὐδείς πω Ἑλλήνων ἤκουσεν οὐδὲ διηγήσατο.
因为至今还没有哪个希腊人听过或讲述过这样一种四代的显赫家系。
ὥσπερ γὰρ οἱ θεσμοθέται διὰ τεττάρων εἰσὶν εὐπατρίδαι, μᾶλλον δὲ ὡς οὐδένες θεσμοθέται, οὐδʼ ἄλλο γε οὐδὲν γένος ἀνθρώπων.
因为就像立法官们通过四代而成为贵族一样,或者更确切地说,没有任何立法官,也没有任何其他人类的种族能比得上他们。
τέταρτοι γάρ εἰσιν ἐκ Διὸς διὰ πάντων ἄκρων.
因为他们经历所有最卓越的先祖,从宙斯算起是第四代。
Ἀπόλλων μὲν γὰρ ἐξ αὐτοῦ Διὸς, Ἀσκληπιὸς δὲ ἐξ Ἀπόλλωνος, οἱ δὲ ἐξ Ἀσκληπιοῦ διὰ πάσης τῆς κρατίστης φύσεως τὴν εὐγένειαν ἀνῃρημένοι.
因为阿波罗来自宙斯本人,阿斯克勒庇俄斯来自阿波罗,而他们来自阿斯克勒庇俄斯,在整个最优秀的天性中继承了他们高贵的身世。
Ἀχιλλεὺς μὲν γὰρ τέταρτος ἀπὸ Διὸς διὰ Πηλέως καὶ Αἰακοῦ, Μίνως δὲ καὶ Ῥαδάμανθυς Διὸς παῖδες καὶ Θησεὺς Ποσειδῶνος, οὐδέτεροι μόνοι ὁποτέρου, ἀλλὰ σὺν πολλοῖς καὶ θεοῖς καὶ ἥρωσιν, ὧν τῶν μὲν ἡττῶνται, τοῖς δʼ εἰς ἴσον καθίστανται.
因为阿基琉斯是通过佩琉斯和埃阿科斯而成为宙斯的第四代,米诺斯和拉达曼迪斯是宙斯之子,忒修斯是波塞冬之子,但他们都不是各自父亲的唯一后裔,而是与许多神灵和英雄并存,他们对其中一些人处于劣势,而与另一些人平起平坐。
μόνοι δὲ οὗτοι πλήθει καὶ ἀρετῇ προγόνων εἰσὶν ἀνανταγώνιστοι, τοὺς ἐκ Διός τε καὶ Ἀπόλλωνος Ἀσκληπιοῦ προσθήκῃ νικῶντες, ὅσοι γε ἥρωες αὐτῶν· γενομένους δʼ αὐτοὺς τρέφει ὁ πατὴρ ἐν Ὑγιείας κήποις.
但唯独他们两人在祖先的人数和美德上是无可匹敌的,由于阿斯克勒庇俄斯的加入,他们超越了那些来自宙斯和阿波罗的后裔中属于英雄的所有人;而当他们出生后,父亲便在健康之园中抚养他们。
καὶ ἐπειδὴ ἐδέχετο ἡ ἡλικία, οὐκ ἐδιδάξατο τὴν τέχνην τὴν ἰατρικὴν, ἀλλʼ ἐδίδαξεν αὐτός.
当年龄允许时,父亲并没有让他们去学习医术,而是亲自教导他们。
οὐ γὰρ ἔτι εἰς Χείρωνος ἔδει βαδίζειν ἔχοντας οἴκοι τὸν ἐπιστάτην, οὗ πολὺ δὴ κατʼ ἐπωνυμίαν ὁ Χείρων ἤδη ἦν δεύτερος.
因为既然家里有了这位导师,他们就没必要再去喀戎那里了,与这位导师相比,喀戎正如他的名字所暗示的那样,已经远逊一筹,成了第二位的存在。
οὕτω δὴ φύντες καὶ τραφέντες καὶ παιδευθέντες μέχρι μὲν ἡσύχαζε τὰ τῶν Ἀχαιῶν, οἵδʼ ἐν Θετταλίᾳ τε ἦσαν κόσμος πολὺ λιμνῶν τε καὶ πεδίων καὶ ποταμῶν ἐπιφανέστερος καὶ τοὺς ταύτῃ Ἕλληνας ὤρθουν, εἴς τε τὸ κοινὸν πολιτευόμενοι τὰ ἐκείνοις πρέποντα καὶ τὰς ἰδίας ἑκάστου συμφορὰς ἐπανορθοῦντες, οὐδʼ ἦν νοσεῖν ὅπου φανείη Μαχάων ἢ Ποδαλείριος.
如此出生、抚养和教育出来的他们,在阿开亚人的局势保持平静的时期,他们在色萨利成为比那里的湖泊、平原和河流更为瞩目的荣耀,并扶持着该地区的希腊人,为了共同的利益而进行适合他们的治理,并纠正每个人的私人不幸,只要马卡昂或波达莱里乌斯出现的地方,人们甚至不会生病。
κινηθέντων δὲ Ἑλλήνων διὰ τὴν τῶν Τρώων ἀδικίαν οὔτε ἐξωνεῖσθαι τὴν οἴκοι μονὴν ἠξίουν οὔτε ἀπέκρυπτον ἑαυτοὺς ὥσπερ ἄλλοι τινες, ἀλλὰ γνόντες ὡς αὐτῶν ὁ καιρὸς εἴη καὶ προειδόμενοι τὰς τοῦ πολέμου τύχας προὔστησαν ἑκόντες τῆς ἁπάντων σωτηρίας.
但是,当希腊人因特洛伊人的不义而动员起来时,他们既不屑于用钱买下留在家中的机会,也不像其他某些人那样躲藏起来,而是意识到属于他们的时机已经到来,并预见到战争的命运,自愿站出来承担拯救所有人的重任。
ἀφικόμενοι δʼ εἰς Τροίαν διπλῆν χρείαν
当他们到达特洛伊时,双重的作用……