§45δυνάμει τὴν λαμπρότητα ἐκτήσαντο.
凭借自身力量获得了显赫。
Ἀσκληπιάδαι δὲ ἐκ Μαχάονος ἀρξάμενοι καὶ Ποδαλειρίου κοινὴ πᾶσιν ἀσφάλεια καὶ σωτηρία τοῖς ἀνθρώποις γεγόνασι, τὴν τοῦ προγόνου διασωσάμενοι τέχνην, ὥσπερ ἄλλο τι σύμβολον τοῦ γένους.
而阿斯克勒庇俄斯子孙,自马卡昂和波达莱里乌斯开始,已经成为全人类共同的安全与救星,他们保存了祖先的医术,以此作为其家族的又一象征。
πρὸς δὲ καὶ ἡ τύχη τῆς προαιρέσεως ἀξία.
此外,他们的命运也无愧于他们的选择。
οὔτε γὰρ ἠλάθησαν οὔθʼ ἱκέτευσαν εἰς πόλιν οὐδεμίαν, ἀλλὰ διεξῆλθον καθαροὶ συμφορῶν, μιᾷ φατρίᾳ καὶ μιᾷ γνώμῃ καὶ τύχῃ χρησάμενοι διὰ τέλους.
因为他们既没有被驱逐,也没有作为恳求者前往任何城市,而是终其一生保持着同一氏族、同一意志和同一命运,免受任何灾祸。
ἐπάνειμι δὲ ὅθεν ἐξέβην, ἐπὶ τοὺς ἀρχηγέτας τε καὶ τοὔνομα πρώτους λαβόντας τὸ τῶν Ἀσκληπιαδῶν.
但我将回到我偏离主题的地方,回到阿斯克勒庇俄斯子孙的始祖和最早获得这一名称的人。
οἱ δὲ ἕως μὲν ἦσαν ἐν ἀνθρώποις, στρατείαις καὶ ὁμιλίαις καὶ γενέσει παίδων πρεπόντων ἑαυτοῖς, καὶ συλλήβδην ἁπάσῃ τῇ πολιτικῇ δυνάμει τὰς πόλεις ὠφέλουν, οὐ μόνον τὰς τοῦ σώματος νόσους ἐξαιροῦντες, ἀλλὰ καὶ τὰ τῶν πόλεων νοσήματα ἰώμενοι, μᾶλλον δὲ οὐδʼ ἐγγίγνεσθαι τὴν ἀρχὴν ἐῶντες, ἀπʼ ἀμφοῖν σώζοντες τοὺς ὑπηκόους, καὶ τῇ τέχνῃ τὴν ἀρχὴν ἀκόλουθον κατασκευασάμενοι.
他们在人间的时候,通过军事远征、社会交往以及生育配得上自己的孩子,总之动用一切政治力量来造福各城市,不仅消除了身体的疾病,还医治了城市的病症,更确切地说是从一开始就不允许其产生,从这两方面拯救了臣民,并使他们的统治符合他们的医术。
ἐπεὶ δὲ κρείττους ἦσαν ἢ παρʼ ἡμῖν μένειν, οἱ δὲ ὑπὸ τοῦ πατρός τε καὶ τῶν προγόνων ἀποδύντες τὰ σώματα εἰς ἕτερον θεσμὸν ἔρχονται, οὐχ ὥσπερ Μενέλεώς τε καὶ ὁ ξανθὸς Ῥαδάμανθυς, εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς ἔξω νήσους, ἀλλʼ ἀθάνατοι γενόμενοι τὴν γῆν διέρχονται, τοσοῦτον τῆς ἀρχαίας φύσεως ἀποστάντες ὅσον τὴν ἡλικίαν φυλάττουσι.
但当他们过于伟大而无法留在我们中间时,他们通过父亲和祖先脱去了肉体,进入了另一种秩序——不像梅内劳斯和金发的拉达曼迪斯那样前往爱丽舍乐土和外海群岛,而是成为神圣不朽者在人间游历,他们与昔日人类本性的距离,仅仅在于他们保持着青春的容貌。
καὶ αὐτοὺς πολλοὶ μὲν ἤδη ἐν Ἐπιδαύρῳ εἶδόν τε καὶ ἔγνωσαν ἐμφανῆ κινουμένους, πολλοὶ δὲ ἄλλοθι πολλαχοῦ· ὃ καὶ μέγιστον ἔστω κατʼ αὐτῶν.
许多人已经在埃皮达鲁斯亲眼目睹并认出他们显现活动的身影,在其他许多地方也是如此;这应当是对他们最伟大的证言。
Ἀμφιάραος μὲν γὰρ καὶ Τροφώνιος ἐν Βοιωτίᾳ καὶ Ἀμφίλοχος ἐν Αἰτωλίᾳ χρησμῳδοῦσί τε καὶ φαίνονται, οὗτοι δὲ πανταχοῦ τῆς γῆς διᾴττουσιν, ὥσπερ ἀστέρες, περίπολοι κοινοὶ καὶ πρόδρομοι τοῦ πατρός.
因为阿姆菲阿拉奥斯和特罗丰尼乌斯在波奥蒂亚,阿姆菲洛科斯在埃托利亚提供神谕并显现,而他们则像星星一样穿梭于大地的每个角落,是共同的巡逻者和父亲的先驱。
ὁσαχοῖ δὲ Ἀσκληπιῷ εἴσοδοι, καὶ τούτοις κλισιάδες τε αὐτοῖς ἀνεῖνται πανταχοῦ γῆς καὶ διὰ πάντων ἡ κοινωνία τῷ πατρὶ σώζεται, νεῶν, §46θυσιῶν, παιάνων, προσόδων, ἔργων ἃ πράττουσιν.
凡是阿斯克勒庇俄斯可以进入的地方,他们的门扉也在大地上处处敞开,通过神庙、祭祀、赞美诗、游行以及他们所行的事迹,与父亲的契合在一切事物中得以保持。
ὦ μακαριστοὶ μὲν ὑμεῖς τῶν ἄνω προγόνων ἐπʼ ἀμφότερα, εὐδαίμονες δὲ τῶν ἀφʼ ὑμῶν φύντων, ἔτι δὲ ὑμῶν τε αὐτῶν καὶ ἀδελφῶν, οἷς Ἰασώ τε καὶ Πανάκεια καὶ Αἴγλη σύνεστι καὶ Ὑγίεια, ἡ πάντων ἀντίρροπος, Ἠπιόνης δὴ παῖδες ἐπώνυμοι· οὐδʼ ὑμῖν θᾶκοι χωρὶς ἀλλήλων οὐδὲ διεσκηνώσατε.
哦,你们因高贵的祖先而在两方面受到祝福,因你们所生的后代而幸福,更因你们自身以及与你们相伴的亚索、帕纳刻亚、埃格勒和与万物等值的许癸厄亚(这些埃皮奥涅赫赫有名的女儿们)而快乐;你们不曾彼此分开落座,也不曾分帐居住。
ὦ κάλλιστος μὲν αὐτοὶ χορὸς τῷ πατρὶ, πολλοὺς δὲ ἀνάγοντες παρὰ ἀνθρώπων, χοροποιοὶ μακρῷ πάντων ἄριστοι, καὶ προσέτι ἱεροποιοί τε καὶ ἐπιστάται κρατήρων καὶ χαρίτων ἁπασῶν, αἱ μὲν ἄλλαι θυσίαι τε καὶ ἑορταὶ νόμῳ καθεστᾶσιν, ὡς εἰπεῖν, αἱ δʼ ἀφʼ ὑμῶν καὶ τοῦ περὶ ὑμᾶς ἐργαστηρίου πλεῖσται μὲν ἐφʼ ἡμέρᾳ καὶ πρὸς ἁπάσας τὰς ἄλλας, καθαρῶς δὲ ἀπὸ καρδίας ἔρχονται, τὴν εὐθυμίαν ἀφʼ ὧν σύνισμεν φέρουσαι, ὑμῶν ἴχνη πλεῖστα καὶ φανερώτατα.
哦,你们自己就是父亲最美丽的合唱队,将许多人从人间超拔出来,是迄今为止所有人中最优秀的合唱领队,更是圣仪的执行者以及所有圣杯与恩典的掌管者! 可以说,其他的祭祀和节日是由法律和习俗规定的,而源于你们和你们周围医所的祭祀则在日常中最为频繁,胜过其他一切,并且纯洁地发自内心,带给我们所熟知的事物所伴随的欢欣,其中留有你们最多、最明显的足迹。
ἀεὶ δʼ ὥσπερ ἀνθρώπῳ σκιὰ, φῶς ὅποι κινοῖσθε ἕπεται.
正如影之于人,无论你们走向何方,光明总是在后相随。
ὦ Διοσκούροις ἰσόμοιροι καὶ ἡλικιῶται ἐν ἑτέρῳ χρόνῳ τῆς γενέσεως, οἳ πολλὰς μὲν ἤδη τρικυμίας κατεπαύσατε, πολλοὺς δὲ καὶ στιλπνοὺς λαμπτῆρας ἔν τε νήσοις καὶ κατʼ ἤπειρον ἀνήψατε, οὗτος ὑμῖν ὁ παρʼ ἐμοῦ λόγος ἐξ ὕπνου τε καὶ ἐνυπνίου συντεθεὶς εὐθύς.
哦,与迪奥斯库里命运均等、在不同诞生时期却如兄弟般相仿的你们,已经平息了许多滔天巨浪,并在海岛与大陆上点亮了许多明亮的灯塔,这篇对你们的献词是我从睡眠和梦境中醒来后立即写就的。
ὑμεῖς δὲ τῇ ὑμετέρᾳ πρᾳότητι καὶ φιλανθρωπίᾳ διαθέντες αὐτὸν εἰς καλλίους, τῆς τε νόσου παύετε καὶ διδοίητε ὑγιείας τε ὅσον οἷς ἡ ψυχὴ βούλεται τὸ σῶμα ὑπακούειν, καὶ τὸ σύμπαν εἰπεῖν, βίου ῥᾳστώνην.
愿你们以自己的温和与博爱使其更加优美,消除我的疾病,并赐予我健康——只要身体能服从心灵的意志,总而言之,赐予我生活的安适。