Humanitext Reader

アイリオス・アリステイデス · アスクレピアダイ §43-44

アスクレピオスの子らの功績と医術の伝播

2 / 3 箇所 · ギリシア語

要旨

トロイア戦争におけるアスクレピオスの子らの武勇と医療の功績、戦後の植民活動、そして彼らの医術が子孫アスクレピアダイを通じて不滅の恩恵として全人類に広がったことを、ヘラクレスの末裔と比較しつつ論じる。

§43παρείχοντο τοῖς Ἀχαιοῖς καὶ οὐχ ὅσον ἰατροὶ συνῆσαν, ἀλλὰ καὶ τοῖς ὅπλοις ὠφέλουν, καὶ πολλάκις μὲν δὴ τῶν πολεμίων τροπὴν ποιήσασθαι λέγονται, τὸ δʼ ἁλῶναι τὴν Τροίαν καὶ παντάπασιν ἦλθεν εἰς αὐτοὺς τῇ τε ἄλλῃ καὶ τὴν Φιλοκτήτου νόσον, ἣν Ὀδυσσεὺς καὶ Ἀτρεῖδαι προκαταγνόντες ἀνίατον εἶναι Φιλοκτήτην οὐχὶ δικαίως ἐν Λήμνῳ κατέλιπον, οὗτοι δὲ δέκα ἔτεσιν αὐξηθεῖσαν ἰάσαντο.
[彼らはアカイア人たちに二重の有用性を]提供し、単に医師として同行しただけでなく、武器によっても貢献した。 そして、しばしば敵を敗走させたと言われており、またトロイアの陥落そのものも、他の点においても、とりわけフィロクテテスの病気をめぐって、全面的に彼らの功績に帰せられた。 その病気について、オデュッセウスとアトレイデスの兄弟はあらかじめ不治であると断定し、不当にもフィロクテテスをレムノス島に置き去りにしたのだが、彼らは十年の間に悪化したその病気を治療したのである。
καὶ γίγνεται Φιλοκτήτης τε ἐνεργὸς τοῖς Ἀχαιοῖς καὶ Φιλοκτήτῃ τὰ βέλη τοῦ Ἡρακλέους χρήσιμα τῇ ʼκείνων τέχνῃ.
そして、フィロクテテスはアカイア人たちにとって活動可能となり、ヘラクレスの矢も、彼らの技術によってフィロクテテスにとって有用なものとなった。
ἐπεὶ δὲ ἑάλω Τροία, προειδότες τὰς ἐσομένας ὕστερον Ἑλλήνων εἰς τὴν Ἀσίαν ἀποικίας καὶ ἅμα βουλόμενοι τῆς αὐτῶν εὐεργεσίας ὅτι πλείστους ἀπολαύειν, τοῦτο μὲν Τευθρανίαν ἡμεροῦσιν εἰς ὑποδοχὴν τοῦ πατρὸς, τοῦτο δὲ, ὡς ὁ Κώων λόγος, πλεύσαντες εἰς Κῶ τὴν Μεροπίδα, ἣν οἰκουμένην ὑπὸ Μερόπων Ἡρακλῆς ἐκ Τροίας ἀνιὼν ἔτι πρότερον ἀδικίαν ἐγκαλέσας ἐπόρθησεν, οἰκίζουσί τε καὶ εἰς ἤθη πρέποντα τῇ φύσει τῆς χώρας κατέστησαν, τὸ λεγόμενον περὶ τοῦ προγόνου τοῦτο, ὡς ἔοικε, μιμησάμενοι.
トロイアが陥落すると、彼らは、後にギリシア人がアジアへ送ることになる植民を予見し、同時に自らの恩恵をできるだけ多くの人々に享受させたいと望んで、一方では、父を迎えるためにテウトラニアの地を開拓し、他方では、コス人の伝承が伝えるように、メロピスと呼ばれるコス島へと航海して、そこ(かつてメロプス人が住んでいたが、ヘラクレスがトロイアから帰還する際、さらに以前の不義を告発して略奪した場所)に入植し、その土地の自然に適した風習を打ち立てた。 これは、語り伝えられる彼らの先祖の行いを模倣したもののようである。
Ἀπόλλω τε γάρ φασιν οἱ ποιηταὶ τὴν Δῆλον φερομένην πρότερον στῆσαι κατὰ τοῦ πελάγους ἐρείσαντα, ἐπειδὴ πρῶτον ἐν αὐτῇ ἐγένετο, καὶ οὗτοι τῆς Μεροπίδος τότε ἐπιβάντες, προκρίναντες ἁπασῶν εἶναι καλλίστην, ὅσαι παραπλήσιαι μέγεθος, ἰάσαντό τε καὶ ἀπέφηναν ἐμβατὸν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, πρότερον σφαλερὰν καὶ ὕποπτον οὖσαν, καὶ τὴν εὐδαιμονίαν κυρίαν τῇ νήσῳ κατέστησαν.
というのも、詩人たちが語るには、アポロンは、かつて海上を漂流していたデロス島を、自らが最初にその地で生まれたときに、支えを置いて固定したという。 検して彼らもまた、当時メロピス島に上陸した際、同じくらいの大きさのすべての島々の中で最も美しい島であると判断し、これを治療して、以前は危険で警戒されていたこの島を、すべてのギリシア人とバルバロイが立ち入ることのできる場所として示し、島に確固たる繁栄をもたらした。
οἶμαι δὲ καὶ Ῥοδίοις πολλῶν ἐκ πολλοῦ σεμνῶν ὑπαρχόντων ἐν πρώτοις εἶναι τὴν ἐκείνων ἀρχὴν, ἣν αὐτοὶ προκρίναντες εἵλοντο σφῶν ἄρχειν Ἀσκληπιάδας, Ἡρακλειδῶν ποιησάμενοι διαδόχους.
また、ロドス人にとっても、古くから多くの誇るべき事柄があったが、彼らの支配の始まりもまた、彼ら自身が自らを支配するものとしてアスクレピオス家を選び、ヘラクレスの末裔たちの後継者としたことにおいて、最初期のものであると私は考える。
ἔσχον δὲ καὶ τὸν Καρικὸν τόπον καὶ Κνίδον τὴν τῆς Ἀφροδίτης ἱεράν·
さらに彼らはカリカ地方や、アプロディテの聖なる地クニドスをも領有した。
ὅ τι γὰρ ἢ ὁ ἕτερος ἢ ἀμφότεροι, κεκοινωνήσθω τὰ νῦν.
なぜなら、その一方の、あるいは両方のなしたことであれ、今やこれらは共有されるべきだからである。
ἀπέλαυσε δέ τι καὶ Κύρνος αὐτῶν.
また、キュルノスも彼らの恩恵の一部を享受した。
ἀλλὰ ταῦτα μέν ἐστι λόγων πολλῶν.
しかし、これらは多くの議論を要することである。
ποιησάμενοι δὲ §44παῖδας συνεργούς τε καὶ διαδόχους τῆς σφετέρας ἐπιστήμης ὡσπερεὶ κεφάλαιον τοῦτο ἐπέθηκαν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν, προσθήσω δὲ καὶ εἰς ἅπαντας ἤδη, ἵνα μή ποτε ἐπιλίπῃ τὸ τῶν ἀνθρώπων γένος ἡ παρʼ αὐτῶν ἐπικουρία καὶ χάρις, ἀλλʼ ὦσιν ἐκ προγόνων τε καὶ ἐκγόνων σωτῆρες ἀθάνατοι τῆς φύσεως, τὸν ἅπαντα χρόνον κατʼ ἀνθρώπους πολιτευόμενοι καὶ συνόντες ἅπασιν ὥσπερ τοῖς ἐφʼ αὑτῶν.
そして、自らの知識の協力者であり後継者たる子どもたちをもうけたことで、彼らはギリシア人に対する恩恵のいわば集大成を置いた。 いや、私はさらに付け加えよう、今や全人類に対する恩恵であると。 それは、彼らからの援助と恩恵が人間という種族から決して絶えることがないように、また彼らが先祖から子孫に至るまで、人間の本性の不死の救済者であり続け、あらゆる時代を通じて人間たちの間で国政に関わり、彼らの同時代の人々と同様に、すべての人々とともにあるようにするためである。
καὶ γάρ τοι κατέλυσαν μὲν τοὺς ἐν Αἰγύπτῳ βεβοημένους, τὰς δʼ εὐεργεσίας σύμβολον τοῦ γένους ἐποιήσαντο.
実際、彼らはエジプトで評判の高かった者たちを衰退させ、その恩恵を自分たちの家系の象徴とした。
ἵδρυνται δὲ οὔτε ἐν Θετταλίᾳ οὔτε ἐν τοῖς τῶν Κώων προαστείοις, ἀλλὰ πάντα ἰατρικῆς ἐνέπλησαν, ὥσπερ ὁ Τριπτόλεμος σίτου διὰ τῶν σπερμάτων·
そして、彼らはテッサリアにも、コス人の郊外にも留まらず、トリプトレモスが種子を通じて小麦で満たしたように、万物を医療で満たした。
πάντα γὰρ ἐκ τούτων καὶ παρὰ τούτων ἐξεφοίτησε.
なぜなら、すべてはこれらから生じ、彼らから広まったからである。
καὶ καθάπερ τὴν Μήδειάν φασι διὰ τοῦ Θετταλῶν πεδίου φεύγουσαν, ἐκχυθέντων τῶν φαρμάκων, ποιῆσαι Θετταλίαν ἅπασαν πολυφάρμακον, οὕτως ἡ τούτων ἐπιστήμη τε καὶ φιλανθρωπία χυθεῖσα ἐπὶ πλεῖστον πάσας μὲν πόλεις Ἑλλήνων, πολλοὺς δὲ καὶ τῶν βαρβάρων τόπους ἐκόσμησέ τε καὶ κοσμεῖ, καὶ προσέτι γε ἔσωσε καὶ σώζει, καὶ ὁ τρίτος ἐπʼ ἀμφοῖν προσέστω χρόνος.
そして、メディアがテッサリアの平原を逃れる際、薬がこぼれ落ちてテッサリア全土を薬草豊かな地にしたと人々が言うように、彼らの知識と人間愛は広範囲に注がれ、ギリシア人のすべての都市を、そしてバルバロイの多くの土地をも飾り、また現在も飾っており、さらに救い、また現在も救っており、さらに第三の時もこれら両者に加わらんことを。
εἰ δʼ ἀνὴρ εἷς ἀπὸ τούτων Ἱπποκράτης ἔφυ κληρονόμος τῆς τέχνης, διὰ πάντων ἰδιωτῶν τῶν μέσων ἱκανὴ τῇ τε γῇ φορὰ καὶ χάρις τούτοις παρʼ ἀνθρώπων ἦν ἂν τῆς σπορᾶς·
もし、彼らから出た一人の男、ヒポクラテスがその技術の相続人となり、中間にいたすべての無名の者たちを通じて、ただそれだけで地上への豊かな実りと人類からの感謝が彼らの種蒔きに対して十分であったはずだが、今や、血筋を通じてその技術を維持するアスクレピアダイの民族のようなものが形成された。
νῦν δὲ ὥσπερ ἔθνος τὸ τῶν Ἀσκληπιαδῶν κατεσκευάσθη διʼ αἵματος τὴν τέχνην σῶζον, οὕτω θεία μοῖρα ἡγήσατο Μαχάονι καὶ Ποδαλειρίῳ τῆς γενέσεως.
そのように、神聖な運命がマカオンとポダレイリオスの誕生を導いたのである。
μάθοι δʼ ἄν τις τοῖς Ἡρακλείδαις αὐτοὺς ἀντεξετάζων τῆς χρείας ἕνεκα τῆς κοινῆς καὶ τῆς ἰδίας τύχης.
この有用性をヘラクレスの末裔たちと、共通のそして個々の運命のために比較考量すれば、誰もがそれを理解できるだろう。
Ἡρακλεῖδαι γὰρ ἓν μὲν καὶ πρῶτον ἐσκεδάσθησαν καὶ οὐχ ἓν σύνταγμα αὐτῶν ἐγένετο, ὡς δʼ εἰπεῖν οὐδὲ ἓν φῦλον.
なぜなら、ヘラクレスの末裔たちは、第一に、分散してしまい、一つの秩序だった集団を形成せず、言ってみれば一つの部族さえも形成しなかった。
οὐ γὰρ ἦσαν ὁμότιμοι, ὥστε ἀλλήλοις ἀντὶ ξένων καθειστήκεσαν·
彼らは対等の名誉を持たなかったため、互いに異邦人のような関係になってしまった。
ἔπειθʼ ὅσον αὐτῶν ἦν κράτιστον, οὔτε συμφορῶν ἄμοιρον λέγεται γενέσθαι τήν τε πατρῴαν οὐ παντελῶς διασώσασθαι τέχνην.
さらに、彼らのうちで最も強力であった者たちでさえ、不幸と無縁ではなかったと言われ、父祖の技術を完全には保存しなかった。
οὐ γὰρ ταῖς εἰς τὸ κοινὸν εὐεργεσίαις, ἀλλὰ τῇ καθʼ αὑτοὺς
なぜなら、彼らは共同の恩恵のためではなく、自分たち自身の……

語釈・文法注

  1. §43τῇ τε ἄλλῃ καὶ τὴν Φιλοκτήτου νόσον — τῇ τε ἄλλῃ καὶ...(他の点でも、とりわけ…)という慣用句の後に、関係の対格(あるいは「〜に関して」を表す対格)として τὴν Φιλοκτήτου νόσον が続いている。先行する ἦλθεν εἰς αὐτοὺς(彼らの功績に帰せられた)の具体的な内容を限定・修飾する。
  2. §44ὥσπερ ὁ Τριπτόλεμος σίτου διὰ τῶν σπερμάτων — この比較節では動詞が省略されている。前述の πάντα ἰατρικῆς ἐνέπλησαν(万物を医療で満たした)に対応して、ἐνέπλησε(〜で満たした)を補って解釈する。σίτου は満たす内容を示す属格。
  3. §44καὶ ὁ τρίτος ἐπʼ ἀμφοῖν προσέστω χρόνος — προσέστω は πρόσειμι(加わる)の現在命令法三人称単数。「第三の時」(未来)が、先行する二つの動詞の時制(過去の ἐκόσμησέ / ἔσωσε、現在の κοσμεῖ / σώζει)に対応する「両者の時」(過去と現在)に「加わらんことを」という祈願を表す。

この箇所を引用する

アイリオス・アリステイデス, アスクレピアダイ §43-44. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg007.humanitext-grc2:43-44

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。