Humanitext Reader

阿里斯·台德斯 · 致赫拉克勒斯 §33-34

赫拉克勒斯的恩惠与世界各地的崇拜

第 2 段,共 3 段 · 希腊语

内容简介

阐述赫拉克勒斯的功绩对人类和神明带来的无可估量的恩惠,并通过他在希腊及异国(埃及、提罗)广受崇拜的事实、雅典的历史先例、以及在加德伊拉、梅塞内乃至雅典将军府的当代神迹,和“啊,赫拉克勒斯!”这一普遍口头呼唤,证明他超越凡人、已然成神。

§33βούλεται λέγειν διʼ ὑπερβολῆς ὅτι Ἡρακλῆς πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλατταν διηρευνήσατο, καὶ πρὸς ἅπαντας ὅρους καὶ πάσας ἐσχατιὰς ἀφίκετο, καὶ οὐδὲ τῶν κάτω γῆς ἄρα ἠμέλησεν, οὐδὲ τῶν μέχρι οὐρανοῦ, ἀλλʼ οὕτω σφόδρα ἐν καιρῷ πᾶσιν ἀνθρώποις ἐγένετο ὥστε καὶ τοῖς θεοῖς Ἡρακλέους ἐδέησε πρὸς τὸ καταστήσασθαι τὰ ἑαυτῶν πράγματα.
诗人(创作这些故事)意在用夸张的手法说明,赫拉克勒斯搜寻了所有的陆地和所有的海洋,到达了所有的边界和所有的尽头,甚至没有忽略地底深处,也没有忽略直达天际的事物,而是对所有人而言成了如此及时且极大的帮助,以至于连神明也需要赫拉克勒斯来整顿他们自己的事务。
δοκεῖν δέ μοι καὶ τὴν ἔξω θάλατταν πρὸς τὴν εἴσω πρῶτος ὡρίσατο, προμνώμενος τοῖς Ἕλλησι πάντα τοῦτον τὸν τόπον ὡς οἰκεῖον οἰκίζειν, καὶ τῶν στηλῶν τοῦτʼ εἶναι τὸ βούλημα, ἃς ἔτι νῦν Ἡρακλέους ὀνομάζομεν.
在我看来,他也是第一个界定了外海与内海关系的人,提前为希腊人开拓了整片地区,以便他们将其作为自己的家园来定居;这也是我们至今仍称为“赫拉克勒斯之柱”的那些石柱的用意所在。
οὐ μόνον δὲ τοῖς ὑφʼ Ἑλλήνων λεγομένοις ἀκολουθῶν ἄν τις γνοίη τὴν ἐκείνου φύσιν καὶ ὅτι κρείττων ἢ κατʼ ἀνθρώπους ἐγένετο, ἀλλʼ ἴσμεν Αἰγυπτίους ὅσον τινὰ ἄγουσι θεὸν Ἡρακλέα καὶ Τυρίους ὅτι πρῶτον σέβουσι θεῶν.
不仅通过遵循希腊人所说的话,人们可以了解他的本性并知道他超越了常人,而且我们知道埃及人将赫拉克勒斯奉为多么伟大的神明,以及提罗人将他尊为神明之首。
καίτοι εἰ μὲν ἅπαντες τὸν αὐτὸν νομίζοντες οὕτω τιμῶσι, τί μεῖζον ἂν εἴποι τις σύμβολον τῆς δυνάμεως;
然而,如果所有人因认为他是同一位神而如此尊崇,谁还能说出比这更伟大的力量象征呢?
εἰ δʼ οἱ μὲν ὡς ἕνα τῶν πρεσβυτάτων θεῶν νομίζουσιν, ἡμεῖς δʼ ὡς ὅμοιον ἐκείνῳ τοῦτον τῆς αὐτῆς ἠξιώκαμεν τιμῆς, καὶ οὕτω κρείττων ἢ κατʼ ἄνθρωπον γεγονὼς δείκνυται.
如果有些人认为他是最古老的神明之一,而我们因为这一位与那一位相似而给予他同等的荣耀,即便如此,他也同样被证明是超越了常人。
δῆλα δὲ καὶ ταῖς τοῦ θεοῦ μαντείαις.
这从神明的神谕中也显而易见。
ἐπειδὴ γὰρ ἀπῆλθεν ἐξ ἀνθρώπων Ἡρακλῆς καθαρθεὶς ὃν λέγεται τρόπον, εὐθὺς ἐξηγεῖτο νεώς τε Ἡρακλέους ἱδρύεσθαι καὶ θύειν ὡς θεῷ·
因为当赫拉克勒斯以人们所说的方式被净化并离开凡人时,神谕立即指示要建立赫拉克勒斯的神庙并作为神明向他献祭。
καὶ ταῦτα μέντοι πρὸς τὴν τῶν Ἀθηναίων φράζων πόλιν, ἣ καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας καὶ τῶν ἄλλων τῶν σπουδαιοτάτων ὥσπερ ἡγεμὼν τοῖς ἅπασιν ὑπῆρχεν.
而且这番话还是对雅典城说的,雅典不仅在希腊诸城邦中最古老,而且在对神明的虔敬以及其他最重要的事情上,对所有人而言都扮演着领袖般的角色。
ἔτι δʼ αὐτῇ καὶ φιλίας συμβόλαια πρὸς Ἡρακλέα πάμπολλα ὑπῆρχεν ἄλλα τε καὶ ὅτι πρῶτον ξένον ἐμύησεν, ἕως ἦν ἐν ἀνθρώποις.
此外,雅典还与赫拉克勒斯有着极多的友好渊源,尤其是当他还在人间时,雅典接纳他为第一个入会的外邦人。
καὶ τοσοῦτόν γε τὸ ἐναργὲς τῆς σπουδῆς ἐγένετο καὶ οὕτω σφόδρα τῆς κρείττονος μοίρας ἐκρίθη τὸ ἐκείνου πρᾶγμα ὥστε καὶ ὅσα Θήσεια ἦν κατὰ δήμους, ἅπαντα μετεσκεύασαν καὶ κατέστησαν Ἡράκλεια ἀντὶ Θησείων, νομίσαντες Θησέα μὲν ἄριστον εἶναι τῶν πολιτῶν, Ἡρακλέα δὲ ὑπὲρ ἀνθρώπου φύσιν.
雅典人的热忱表现得如此明显,他的事迹被如此强烈地判定为属于更优越的命运,以至于人们甚至将各区中所有的忒修斯神庙全部改建,并确立为赫拉克勒斯神庙以取代忒修斯神庙,因为他们认为忒修斯只是公民中最优秀的人,而赫拉克勒斯则超越了人类的本性。
§34τί δʼ ἄν τις τὰ πολλὰ λέγοι;
为什么还要说这么多呢?
ἔτι γὰρ καὶ νῦν ἐναργὴς ἡ κίνησις τοῦ θεοῦ.
因为甚至在今天,这位神明的显现依然是明显的。
τοῦτο μὲν, ὡς ἀκούομεν, περὶ Γάδειρα θαυμαστὰ οἷα ἐργάζεται καὶ νομίζεται δεύτερος οὐδενὸς τῶν πάντων θεῶν, τοῦτο δὲ ἐν Μεσσήνῃ τῆς Σικελίας νόσων τε ἁπασῶν ἐκλύεται καὶ τοὺς ἐν τῇ θαλάττῃ κινδύνους οἱ διαφυγόντες ἐξ ἴσου Ποσειδῶνί τε καὶ Ἡρακλεῖ τὴν εὐεργεσίαν λογίζονται.
一方面,正如我们所听到的,在加德伊拉周围,他行了何等令人惊叹的奇迹,被视为不亚于任何神明;另一方面,在西西里的梅塞内,他消除了所有的疾病,那些在海上幸免于难的人将这一惠泽同等地归功于波塞冬和赫拉克勒斯。
πολλὰ δʼ ἂν καὶ ἄλλα ἔχοι τις χωρία καὶ ἱερὰ τοῦ θεοῦ καταλέγειν καὶ δυνάμεις ἐμφανεῖς.
人们还可以列举这位神明的许多其他地点、神庙以及显赫的力量。
ἀλλὰ τί δεῖ τὰ πόρρω λέγειν;
但是何必说那些遥远的事呢?
ἀλλὰ τὸ στρατήγιον ἡμῖν Ἡράκλειον ἔοικεν εἶναι.
我们自己的将军府似乎就是一座赫拉克勒斯神庙。
κἀν τούτῳ πολλάκις ἤδη παίζων ὤφθη σφαίραις τισὶν Ἡρακλείοις.
在此地,人们已经多次看到他用一些被称为“赫拉克勒斯之球”的东西玩耍。
αὗται δέ εἰσι λίθοι στρογγύλοι σταθμὸν ἄγοντες οὐκ ὀλίγον.
这些是分量不轻的圆石。
τούτων κτύπος τε ἀκούεται καὶ αὐτοὺς ἑτέρωθεν ἑτέρωθι φέρων τίθησι.
能听到这些圆石碰撞的声音,是他将它们从一处搬运并放置到另一处。
θαυμαστὰ δὲ καὶ τὰ τῆς ἄλλης ἐπιφανείας· ὥστε καίπερ οὕτω κοινὸν ὂν τὸ στρατήγιον ταῖς ἀκριβείαις ταῖς περὶ τὸν θεὸν ἀντʼ ἀδύτου καθέστηκε.
他其他显圣的情况也同样令人惊叹;因此,尽管将军府是如此公共的场所,由于对这位神明的严谨规制,它已经变成了如同圣所一般的地方。
τί δʼ ἂν εἴποις·
而且,你还能说什么呢?
τὴν περιβόητον κλῆσιν ἔν τε δὴ κωμῳδίαις καὶ τραγῳδίαις καὶ πᾶσι λόγοις, ἔτι καὶ νῦν παντὸς ὡς εἰπεῖν ὦ Ἡράκλεις βοῶντος ἐπὶ ἅπαντι τῷ χρείας ἱσταμένῳ, τοῦτο δὴ τὸ τοῦ Σοφοκλέους, ἆρʼ οὐ μέγιστον ὑπόμνημα καὶ σύμβολον εἶναι τῆς ἐκείνου δικαιοσύνης καὶ δυνάμεως καὶ ὡς τῆς ἀνθρωπείας προὔστη φύσεως πάντας ἄγων πρὸς τὸ βέλτιστον;
那声在喜剧、悲剧以及所有演说中家喻户晓的呼唤,直到今天,几乎每个遇到紧急需要的人都会高喊“啊,赫拉克勒斯! ”,正如索福克勒斯笔下的那句话,这难道不是他的正义与力量,以及他如何守护人类本性并引导所有人向善的最大纪念与象征吗?
διʼ ἃ δὴ καὶ οἱ κατʼ αὐτὸν ὄντες τότε ἐκάλουν εἰς ἅπαντα, καὶ νῦν ἐμμεμένηκε τὸ ῥῆμα ἀπὸ τῆς ἀρχαίας συνηθείας.
正因如此,当时与他同时代的人在一切事情上都会呼唤他,如今这一言辞也由于古老的习惯而保留了下来。
αἱ τοίνυν ἐπωνυμίαι καλλίνικός τε καὶ ἀλεξίκακος ἡ μὲν μόνῳ θεῶν, ἡ δʼ ἐν τοῖς πρώτοις δέδοται.
因此,“卡利尼科斯”和“阿列克西卡科斯”这两个别名,前者仅赋予他一人,后者则赋予最优先者。
Κῶοι δὲ, ὡς ἐγὼ μέμνημαι, καὶ ἄλεξιν τὸν Ἡρακλέα νομίζουσι.
此外,据我所知,科斯人也把赫拉克勒斯视为“阿列克西斯”。
καὶ αὐτοῖς ἕστηκεν Ἡρακλῆς ἐκ θεοπροπίου ἐπηρμένος τῷ νώτῳ τὸ ῥόπαλον ὡς κύριος ὢν καὶ τὸν οὐρανὸν εἰς συμμετρίαν ἄγειν.
根据神谕,在他们那里立着一尊赫拉克勒斯的雕像,他的木棒靠在背上,仿佛他也是引导天空走向对称的主宰者。
οὐ τοίνυν τοσαῦτʼ ἄν τις ἔχοι μόνον εἰπεῖν περὶ τοῦ θεοῦ, ὧν τὰ μὲν, ἡνίκʼ ἐν ἀνθρώποις ἦν, τὰ δὲ καὶ νῦν ἔτι φαίνεται πράττων αὐτὸς ἐφʼ ἑαυτοῦ.
因此,关于这位神明,人们能说的绝非仅此而已,其中有些是他尚在人间时所做的,有些则是今天依然能看到由他自己亲自施行的。
ἀλλὰ καὶ ἡ τῶν παίδων γένεσις ἐν πρώτοις ἂν εἴη· οὓς ἐκεῖνος ἐποιήσατο σωτῆρας κοινοὺς τῆς Ἑλλάδος καὶ τῆς αὐτοῦ
然而,他子嗣的诞生也将是首要的事情;他使他们成为希腊以及他自己的共同救星……

词汇与语法注释

  1. 33βούλεται λέγειν — 该动词的主语未明确给出,但它指的是前一句中提到的“诗人(ποιηταί)”,或是指诗歌神话创作的意图。此句旨在解释诗人们通过夸张的神话描绘,试图表达赫拉克勒斯的活动是多么广泛且具有决定性。
  2. 33δοκεῖν δέ μοι — 不定式 δοκεῖν 作为绝对不定式(插入语)使用,修饰整个句子,用以表达作者的观点或推测(意为“在我看来”)。
  3. 33πρῶτον ξένον ἐμύησεν — 主语和直接宾语均被省略。主语是上文提到的雅典城,宾语则是赫拉克勒斯。此句指的是雅典接纳赫拉克勒斯作为“第一个外邦人(ξένον)”加入(厄琉息斯秘仪的)神话历史渊源。
  4. 34τὸ στρατήγιον ἡμῖν Ἡράκλειον ἔοικεν εἶναι — 与格 ἡμῖν 表示所有(“我们的将军府”)或判断(“在我们看来”)。句型 ἔοικεν εἶναι(“似乎是”)表达推测,指雅典人所熟知的将军府因赫拉克勒斯的显圣,仿佛成了他自己的神庙(Herakleion)。

引用这一段

阿里斯·台德斯, 致赫拉克勒斯 §33-34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg005.humanitext-grc2:33-34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。