§31ἀλλʼ ὦ φίλτατε Ἡράκλεις σέ γε ἐπαινεῖν ἄθλων ὁ ἥδιστος· πάντως δὲ πολυύμνητος εἶ.
然而,啊,最亲爱的赫拉克勒斯,歌颂你乃是诸般劳苦中最令人愉悦的事;无论如何,你都是广受颂扬的。
πολλοὶ μὲν γὰρ οἱ καταλογάδην ᾁδοντες τὰ σὰ, πολλὰ δὲ ποιηταὶ κατὰ πάντας τρόπους ὑμνήκασι· μέγιστον δὲ ὁ καθʼ ἡμέραν ὑπὸ πάντων ἔπαινος ἐπὶ πάσης τῆς παραπιπτούσης προφάσεως ἀεὶ γιγνόμενος.
因为用散文歌颂你事迹的人极多,诗人们也以各种方式作了许多赞美;但最伟大的赞美是所有人每天在每一个出现的契机下不间断地进行的。
καὶ θαῦμά γʼ οὐδὲν τοσοῦτον τῆς ἀνθρωπείας φύσεως ὑπερᾶραι ᾧ πατὴρ μὲν τὰ πρῶτα τῶν ὄντων, μήτηρ δὲ ἣν ἐκεῖνος ἐξ ἁπασῶν προὔκρινε.
而他之所以如此超越凡人的本性,也绝非不可思议,因为他的父亲是万物中首要的存在,母亲则是那一位在所有女人中挑选出来的。
τοσαύτην δὲ ἔσχε τὴν σπουδὴν εἰς τὴν γένεσιν αὐτοῦ ὥστε τρεῖς ἡμέρας καὶ νύκτας ἑξῆς, ὥς φασι, συνῆν αὐτῇ, βουλόμενος τῆς αὑτοῦ φύσεως ὅτι πλεῖστον καὶ ἀκριβέστατον εἰς τὰς γονὰς καταθέσθαι.
宙斯对他的出生倾注了如此巨大的关怀,以至于正如人们所说,他连续三天三夜与她在一起,希望将自己尽可能多且最精确的本性注入到子代之中。
ἦν γὰρ ὑπὲρ τῶν ὅλων ἡ βουλὴ, ὅπως κοσμηθείη τὰ τῶν ἀνθρώπων πράγματα καὶ γῆ καὶ θάλαττα ἐνεργὰ κατασταίη.
因为他的计划是为了整个宇宙,为了使人类的事物得到整饬,使大地和海洋都活跃起来。
καὶ γίγνεται δὴ οὕτως Ἡρακλῆς συνεργὸς τῷ πατρὶ καὶ ὕπαρχος τῶν ὑπὸ τὸν τῆς σελήνης πόλον, καὶ τὰ σημεῖα εὐθὺς ἠκολούθησεν.
事实上,赫拉克勒斯就这样成为了他父亲的协作者,以及月球极点之下领域的统治者,征兆也随即显现。
ἐπελθόντας γὰρ αὐτῷ τοὺς δράκοντας ἐπὶ τὰ σπάργανα ἀντʼ ἄλλης κινήσεως τῆς χειρὸς διεχρήσατο· παῖς δʼ ἔτʼ ἦν καὶ Θηβαίους ἀντʼ ἄλλης παιδιᾶς ἠλευθέρωσε τοῦ δασμοῦ, ὃν ἐκεῖνοι συχνὸν ἤδη χρόνον Ὀρχομενίοις §32ἔφερον.
因为当蛇群袭向尚在襁褓中的他时,他没有做任何其他的手部动作,而是直接用手除掉了它们;而他还是个孩子的时候,没有玩任何其他的游戏,而是将底比斯人从他们已经很久以来向奥尔霍迈诺斯人缴纳的贡税中解放了出来。
ἀρξάμενος δὲ ἀφʼ ἑστίας ἐκάθηρε τὴν Ἑλλάδα, ἔπειτα δὲ καὶ τὸ κοινὸν γένος τῶν ἀνθρώπων, πάντας ἐφεξῆς ἐπιὼν, τούς τε ἐν ταῖς νήσοις καὶ τοὺς κατʼ ἤπειρον, οὐδὲν τῶν εἰς εὐεργεσίαν φερόντων ἐλλείπων, ἀλλὰ τὰ μὲν θηρία χειρούμενος, ὧν ὑπὸ πλήθους καὶ μεγέθους ἀοίκητα ἦν τὰ πολλὰ τῆς χώρας, τοὺς δὲ τυράννους ἀναιρῶν ὃν ἑκάστους αὐτῶν προσῆκε τρόπον, τὰς δὲ πόλεις σωφρονίζων τὰς μὲν τοῖς νόμοις, τὰς δὲ τοῖς ὅπλοις, λῃστὰς δὲ χερσαίους τε καὶ θαλαττίους καὶ πάντας ὅσοι ῥώμῃ σώματος θαρροῦντες ὕβριζον εἰς τοὺς ἐλάττους πανωλεθρίᾳ διαφθείρων, ὁμοίως ἔν τε τῇ Ἑλλάδι καὶ τῇ βαρβάρῳ.
他从自家的炉灶开始,净化了希腊,接着也净化了人类的共同族群,顺次拜访了所有人,包括岛屿上的居民和大陆上的居民,在带来福祉的事情上没有留下任何缺漏,而是降伏了那些因数量众多、体型巨大而使该地区大部分地方无法居住的野兽,并以适合他们每个人的方式消灭了僭主,还整顿了各城邦的秩序,有的用法律,有的用武力,并彻底消灭了陆地和海上的强盗,以及所有恃仗体力欺凌弱小者,在希腊和野蛮人之地皆是如此。
πάντα γὰρ τὰ τῇ φύσει πολέμια ἐχθρὰ ἡγήσατο ἑαυτοῦ, καὶ μόνος τῶν εἰς γῆν ἐλθόντων εἰς κοινὸν ἅπασιν ἐνομοθέτησεν, οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις ὡς εἰπεῖν, ὅς γε καὶ τὰς ὄρνις τὰς περὶ Στύμφηλον διαφθειρούσας τὰ πολλὰ τῆς Ἀρκαδίας εὗρεν ὅπως ἐκβάλῃ, ὥσπερ οὐ μόνον γῆν καὶ θάλατταν, ἀλλὰ καὶ τὸν ἀέρα αὐτῷ προσῆκον ἐλευθεροῦν.
因为他将所有天生敌对的事物都视为自己的敌人,并且在来到地上的所有人中,只有他为所有人制定了共同的法律,不仅适用于人类,而且可以说是适用于兽类,因为他甚至找到了驱逐斯廷法罗斯湖畔破坏阿卡迪亚大部分地区的鸟类的方法,仿佛他不仅应该解放大地和海洋,还应该解放空气。
καὶ μὴν ὅσα μὲν ποταμῶν ῥεύμασιν ἢ λίμναις ἐπιέζετο, γῆν καθίστη ξηρὰν, ὅσα δʼ αὖ τῆς ἐξ ὕδατος καθάρσεως ἐδεῖτο, τοὺς ποταμοὺς ἐφιεὶς οὐ μόνον φορητὰ ἰδεῖν, ἀλλὰ καὶ ἐνεργὰ ἀπέφαινε.
此外,凡是受到河流或湖泊水流压迫的土地,他都使之成为干燥的陆地;而凡是需要用水清洗的土地,他通过引入河流,使之不仅看起来可以忍受,而且变得富有成效。
καὶ οὕτω δὴ κατειργάσατο γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ λίμνας καὶ ἀέρα καὶ πέτρας καὶ ἄνδρας καὶ πόλεις, τοὺς νόμους τοῖς ὅπλοις συγκεραννὺς, ὥστε τῆς ἐκείνου δυναστείας μηδὲν εἶναι μήτε λαμπρότερον μήτε λυσιτελέστερον χρήσασθαι.
就这样,他将法律与武力融为一体,降伏了大地、海洋、河流、湖泊、空气、岩石、人类和城邦,以至于他的统治无论在光辉还是在实用价值上,都是无与伦比的。
βίᾳ μὲν γὰρ ἀρρήκτῳ οὐδὲν αὐτὸν ἐξέφυγε τῶν ἐγχειρισθέντων, δικαιοσύνης δὲ ὑπερβολῇ πάντʼ ἐγίγνετο ἐπʼ ὠφελείᾳ τοῦ κοινοῦ γένους.
因为凭借不可动摇的力量,在委托给他的任务中没有一件逃脱了他的掌控,而且凭借极度的正义,一切都是为了共同族群的利益而进行的。
ἐκ δὲ τούτων ποιηταὶ Προμηθέας τε ὑπʼ αὐτοῦ λυομένους συνέθεσαν, ὡς καὶ ὅσα δήσειεν ὁ Ζεὺς, ταῦτʼ ἐξὸν Ἡρακλεῖ λῦσαι, καὶ τὸν Ἄτλαντα ὡς ἀπέπαυσε διαδεξάμενος καὶ ἀνασχὼν τὸν οὐρανὸν αὐτὸς, καὶ τὸν Κέρβερον ὡς ἀνήγαγεν ἐξ Ἅιδου καὶ μετʼ αὐτοῦ Θησέα τὸν τῶν Ἐρεχθειδῶν, καὶ ὡς Πλούτωνα καὶ Ἥραν τρώσειε, καὶ τοὺς Γίγαντας ὡς χειρώσαιτο ἐπίκουρος τοῖς θεοῖς γενόμενος·
根据这些事迹,诗人们创作了普罗米修斯们被他释放的故事,仿佛即使是宙斯所捆绑的一切,赫拉克勒斯也有权将其解开;还有他如何接替阿特拉斯,自己托起天空,使阿特拉斯得以休息;他如何从冥府带回刻耳柏洛斯,并与他一同带回埃雷赫修斯的后代忒修斯;以及他如何击伤冥王和赫拉,以及他如何作为众神的盟友降伏了巨人。
τὰ δʼ οἶμαι
其余的事,我想……