§30μαρτυροῦσι καὶ οἱ περὶ τοῦτον χορευταί· καὶ τήν γε ῥᾳστώνην τοῦ κράτους νάρθηκές τε ἀντὶ δόρατος καὶ νεβρὶς ἀντὶ λεοντῆς αὐτῷ πεπορισμένα, καὶ κύλιξ ἀντὶ ἀσπίδος κοίλης, ὡς τὸ αὐτὸ ποιούντων Διονύσῳ μάχεσθαί τε καὶ πίνειν.
他周围的舞者也证明了这一点;他统治的轻易性表现在,他装备的是茴香秆而不是长矛,是鹿皮而不是狮皮,是杯子而不是空心的盾牌,仿佛对狄俄尼索斯来说,战斗和饮酒是同一回事。
καὶ οὐ πολὺ τοὐμμέσῳ τοῦ τε ἀγῶνος καὶ τῶν ἐπινικίων.
在战斗和胜利的宴会之间几乎没有隔阂。
Ἰνδοὺς δὲ καὶ Τυρρηνοὺς λέγουσιν ὡς κατεστρέψατο, αἰνιττόμενοι δοκεῖν ἐμοὶ διὰ μὲν τῶν Τυρρηνῶν τὰ πρὸς ἑσπέραν, διὰ δὲ τῶν ἑτέρων τὸν πρὸς ἕω τόπον τῆς γῆς ὡς ἁπάσης αὐτὸν ἄρχοντα.
人们说他征服了印度人和第勒尼安人,在我看来,这是在暗示通过第勒尼安人指大地的西方,通过另一方指大地的东方,表明他是全地的统治者。
Βάκχαι δὲ καὶ ἀνθʼ ἱππέων αὐτῷ προϊοῦσαι καὶ τοξοτῶν, τῆς τε σκευῆς ἀκόλουθα ἣν ἀρτίως ὑμνοῦμεν καὶ ἅμα καὶ τοῦτο ἐπισφραγίζονται ὅτι τῆς Διονύσου πολιτείας ἄρα ἦν καὶ γυναικεῖα στρατόπεδα ὁμοῦ τοῖς τῶν ἀνδρῶν, καὶ οὐ τοὺς ἄνδρας θηλύνειν μᾶλλον ἢ τὰς γυναῖκας εἰς ἀνδρῶν τάξιν καθιστάναι Διονυσιακόν· οὕτω μέγας καὶ πολύτροπος καὶ παναρμόνιός ἐστι.
而巴克科斯信女们代替骑兵和弓箭手走在他的前面,这不仅符合我们刚才赞美过的装束,同时也证实了这一点:在狄俄尼索斯的国制中,确实有女性的军队与男性的军队并存,而且将女性列入男性的行列,而不是让男性女性化,这才是狄俄尼索斯式的;他是如此伟大、多才且万物和谐。
δῆλον δὲ καὶ ἐνθένδε. Ἀφροδίτῃ μὲν γὰρ κοινωνήσας θέατρά τε ἀνοίγνυσι καὶ συμποσίων καὶ θιάσων ἔξαρχος γίγνεται, Ἄρει δὲ εἰς ταυτὸν ἐλθὼν ἔνοπλος γίγνεται· καὶ μὴν ἔμπυρός γε ἅμα Ἀθηνᾷ καὶ Ἡφαίστῳ γενόμενος.
这从以下几点也显而易见:因为与阿佛洛狄忒结合,他开启了剧场,并成为宴会和祭祀团体的先导;而与阿瑞斯走到一处,他就武装起来;并且他与雅典娜和赫淮斯托斯一起共享圣火。
κήρυκες δὲ καὶ Εὐμολπίδαι πάρεδρον Ἐλευσινίαις αὐτὸν ἐστήσαντο, καρπῶν ἔφορον καὶ τροφῆς ἀνθρώποις.
传令官和尤莫尔皮斯家族的人们将他立为埃勒夫西斯女神们的助手,作为作物的监护者和人类食物的提供者。
ὃ δὲ τούτῳ πρέπειν μοι δοκεῖ προσθεῖναι, μόνος γὰρ τῶν ἱερῶν φασμάτων ἐξεφοίτησεν ἐν τῷ κινδύνῳ τῷ Μηδικῷ.
而我认为适合在此补充的是,在波斯入侵的危险中,他是神圣显现中唯一挺身而出的。
οὕτω τοῖς ὅλοις φιλάνθρωπος ὢν ἐπὶ τοὺς Ἕλληνας ῥέπει.
他如此完全地热爱人类,以至于偏爱希腊人。
Νύμφαις τοίνυν ἀνακραθεὶς πολλὰ δὴ καὶ παντοῖα ἐχόρευσέ τε καὶ χορεύει κατʼ ἀνθρώπους, ἀκριβέστερον Εὐρυκλέους τἄνδοθεν καταλαμβάνων, καὶ ποιεῖ χορευτὴν κἂν ἄμουσος ᾖ τὸ πρίν.
因此,他与宁芙们融为一体,在人类中间跳过了、且仍在跳着许多和各种各样的舞蹈,比欧律克勒斯更精确地从内部占有信徒,使人即使以前不通音律也成为舞者。
ὁ δὲ σκιρτᾷ τε καὶ παίζει καὶ μελῳδεῖν ἐθέλει, καὶ ταῦτα μέντοι ἀπὸ κλίνης καὶ σκίμποδος.
那人便跳跃、嬉戏、想要歌唱,而且甚至是在躺椅和简陋的床上。
οὕτως πᾶν δρᾶν ὁ θεὸς πεφυκώς ἐστιν.
神天生就是这样无所不能的。
ὁ δὲ θαυμαστὸς ἀνθρώπων τύραννος Ἔρως ἐκ Διονύσου πηγῶν ἀρυσάμενος γῆν ἅπασαν ἐπέρχεται προηγητῇ Διονύσῳ χρώμενος, οὐδʼ αὐτῷ θᾶκοι τούτου χωρὶς οὐδʼ ἔργα οὐδʼ εὐναί.
而人类那奇妙的统治者厄洛斯,从狄俄尼索斯的泉源中汲取力量,以狄俄尼索斯为引导者走遍全地,没有他,厄洛斯便没有王座,没有工作,也没有床榻。
νυκτὸς τοίνυν καὶ ἡμέρας πέρατα ἐπισκοπεῖ, τὴν μὲν §31ἡμέραν αὐτὸς δᾳδοῦχός τε καὶ ἡγεμὼν τῆς ὄψεως γιγνόμενος, τὴν δὲ νύκτα ἑτέροις παριείς· ἀργῶν δʼ ὅμως οὐδʼ οὕτως, ἀεὶ δʼ ἐν φορᾷ καὶ κινήσει τὸν αἰῶνα διεξέρχεται.
因此,他监视着昼夜的界限,一方面在白昼自己成为持火炬者和视觉的引导者,另一方面在黑夜让位给他人;即便如此,他也不闲着,而是始终在运转和运动中度过永恒。
πρεσβύτατος δὲ ὢν θεῶν αὐτὸς καὶ νεώτατός ἐστι, τῆς δʼ ἀεὶ παρούσης ὥρας καὶ μοίρας φίλος.
他既是神中最年长的,同时又是最年轻的,是始终存在的季节和命运的朋友。
καί μοι χαίρειν ἤδη τὸν Ἴακχόν τε καὶ τὰ πολλὰ δὴ ταῦτα κεκλημένον. πλήρης γὰρ ὡς τὰ νῦν ἡ φιλοτησία.
现在,让我向伊阿科斯以及拥有这些众多称呼的神告别吧;因为友谊之杯在目前已经完全满盈。