§28ἡγείσθω μὲν αὐτὸς Ἀσκληπιὸς ὁ φήνας τὸ ὄναρ, ἡγείσθω δὲ Διόνυσος αὐτὸς, ᾧ χορεῦσαι δεῖ, Ἀπόλλων τε μουσηγέτης, τοῦ μὲν πατὴρ, τοῦ δὲ ἀδελφὸς, ὡς λόγος.
愿示梦的阿斯克勒庇俄斯亲自引导我们,愿我们必须为其起舞的狄俄尼索斯亲自引导我们,还有缪斯之领袖阿波罗也引导我们,据传说,他是前者的父亲,后者的兄弟。
τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου Ὀρφεῖ καὶ Μουσαίῳ παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομοθετῶν· αὐτοὶ δὲ ὡσπερεὶ συμβόλου χάριν ὡς οὐ τῶν ἀμυήτων ἄρʼ ἦμεν, συμμέτρῳ τῇ φωνῇ προσείπωμεν τὸν θεόν· πάντως δὲ καὶ μήκη καὶ βραχύτητες καὶ ὁτιοῦν τῶν ἐν τῇ φύσει φίλον αὐτῷ.
至于关于狄俄尼索斯的完整赞歌和故事,就让我们留给俄耳甫斯、穆塞俄斯以及古老的立法者们吧;而我们自己,仿佛是为了凭证的缘故,以证明我们终究不是未入迷途之人,用节制的声音向神致敬;因为无论如何,长与短以及自然界中的任何事物都为他所喜爱。
καί πως καὶ τὰ ἐκ τοῦ ὀνείρατος συμβαίνει, τὸ δεῖν εἶναι πολυμηχάνους περὶ τοὺς λόγους.
而且不知怎的,梦中的启示也相契合,即在言辞上必须多谋。
Ζεὺς §29Σεμέλῃ συγγίγνεται· καὶ ἐπειδὴ ἐκύει ἡ Σεμέλη, ὁ Ζεὺς βουλόμενος ἀμφότερα αὐτὸς ᾧ Διονύσῳ γενέσθαι, πατήρ τε καὶ μήτηρ, τὴν μὲν Σεμέλην ἐκ τῆς γῆς εἰς τὸν Ὄλυμπον κομίζει διὰ πυρὸς, αὐτὸς δὲ ἀναλαβὼν τὰς αὑτοῦ γονὰς ἐρραψάμενος τῷ μηρῷ ἐφόρει δέκα μῆνας ἐξ ἀρχῆς, δίαιταν ἔχων ἐν Νύσῃ τῇ ὑπὲρ Αἰθιοπίας.
宙斯与塞墨勒结合;当塞墨勒怀孕时,宙斯希望自己能同时成为狄俄尼索斯的父亲和母亲,于是通过火将塞墨勒从大地带到奥林匹斯山,而他自己则收回了自己的后代,缝在自己的大腿里,从一开始就携带了十个月,居住在埃塞俄比亚彼方的尼萨。
καὶ ἐπειδὴ ὡραῖον ἦν, καλέσας τὰς Νύμφας λύει τὸ ῥάμμα, καὶ γίγνεται δὴ οὕτως ὁ Διόνυσος διχόθεν προσήκων τῷ πατρί.
当时间成熟时,他召来宁芙们,解开缝线,于是狄俄尼索斯就这样诞生了,从双方面都属于他的父亲。
οὕτω δή τι διαφερόντως αὐτὸν ὁ Ζεὺς ἐτίμησε παρὰ πάντας θεούς τε καὶ ἀνθρώπους.
因此,宙斯对他的尊重显然超越了所有的神和人。
οὔτε γὰρ αὐτὸς ἄλλῳ τῳ ταῦτα ἄμφω κατέστη οὔτε ἄλλος ἄλλῳ τῳ.
因为既没有他自己对其他任何人成为这两者,也没有其他任何人对别的人如此。
ταῦτʼ ἄρα καὶ ἄρρην τε καὶ θῆλυς ὁ θεὸς, φασὶν, ὅτι αὐτῷ καὶ ὁ πατὴρ ἑκατέρας τῆς φύσεως μετέσχεν εἰς αὐτόν.
正因如此,人们说,这位神既是男性又是女性,因为他的父亲在创造他时就与他共享了两种性别的特质。
ἤδη δέ τινων ἤκουσα καὶ ἕτερον λόγον ὑπὲρ τούτων ὅτι αὐτὸς ὁ Ζεὺς εἴη ὁ Διόνυσος.
不过,关于这些事,我已经从一些人那里听到了另一种说法,即宙斯自己就是狄俄尼索斯。
καὶ τί ἂν εἴποις ὑπὲρ τοῦτο;
对此你还能说出超越这之上的什么呢?
ἔστι δὲ τῇ φύσει καὶ τὴν μορφὴν προσεοικώς.
因为他在本性和外形上也确实与他相似。
ὥσπερ γὰρ δίδυμος πάντη αὐτὸς πρὸς ἑαυτόν ἐστι.
因为他在所有方面都仿佛是自己的双胞胎。
καὶ γὰρ ἐν ᾐθέοις καὶ ἐν κόραις * * καὶ αὖ ὡς ἐν ἄρρεσιν ἀγένειός τε καὶ Βρισεὺς, καὶ πολεμικός τε δὴ καὶ εἰρηναῖος διαφερόντως θεῶν.
因为无论是在青年中还是在少女中 * * 并且在男性中既是无须的青年又是布里塞乌斯,而且在神明中极其独特地既好战又和平。
διδόασι δʼ αὐτῷ καὶ τὸν Πᾶνα χορευτὴν τελεώτατον θεῶν ὄντα, ὡς Πίνδαρός τε ὑμνεῖ καὶ οἱ κατʼ Αἴγυπτον ἱερεῖς κατέμαθον.
人们还把潘送给他作为伴侣,潘是神中最完美的舞者,正如宾达所歌颂的以及埃及祭司们所了解的那样。
καὶ μὴν καὶ τὴν Ἥραν λέγουσιν ὡς μόνος θεῶν τῷ υἱεῖ διήλλαξε κομίσας τὸν Ἥφαιστον ἄκοντα εἰς τὸν οὐρανὸν, καὶ ταῦτά γε ἀναθεὶς ὄνῳ.
而且他们还说,他是神中唯一让赫拉与她儿子和解的人,因为不顾赫淮斯托斯的意愿将其带回天国,而且还是让他骑在驴背上。
καὶ ὡς μὲν αἴνιγμά ἐστιν ἐν τῷ λόγῳ δῆλον, δῆλον δὲ καὶ οἷ τελευτᾷ τὸ αἴνιγμα, ὡς ἄρα πολλή τις καὶ ἄμαχος ἡ δύναμις τοῦ θεοῦ, καὶ δύναιτʼ ἂν καὶ ὄνους πτεροῦν, οὐχ ἵππους μόνον· ὥσπερ καὶ λεόντων γάλα ἀμέλγειν ἀνέθηκέ τις αὐτῷ Λακωνικὸς ποιητής· καὶ οὐδὲν ἄρα οὕτως βεβαίως δεδήσεται, οὐ νόσῳ, οὐκ ὀργῇ, οὐ τύχῃ οὐδεμιᾷ, ὃ μὴ οἷόν τʼ ἔσται λῦσαι τῷ Διονύσῳ.
这个故事中含有寓意是显而易见的,而这个寓意的指向也是显而易见的,即神的威力是多么巨大且不可战胜,以至于他不仅能让马,甚至能让驴长出翅膀;正如某位拉科尼亚诗人也将挤狮子奶的事归功于他一样;因此,没有什么能被束缚得如此牢固——无论是通过疾病、愤怒,还是任何命运——以至于狄俄尼索斯无法将其解开。
ἀλλὰ καὶ συμπότης ὁ τέως πολέμιος, καὶ ὁ γέρων ἀνηβήσει, καὶ πίεται κινοῦντος τοῦ θεοῦ.
相反,昔日的敌人也将成为饮酒的同伴,老人将重获青春,并在神震动他时饮酒。
ταῦτα αὖ Σειληνοί τε
这些事,西勒诺斯们也……