- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg004.humanitext-grc2:30-31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ディオニュソスの容易な支配力、神々との調和(アプロディテやアレス等との交わり)、エロスとの関係などが語られ、イアコス(ディオニュソス)への親愛の杯を満たして賛歌が締めくくられる。
μαρτυροῦσι καὶ οἱ περὶ τοῦτον χορευταί· καὶ τήν γε ῥᾳστώνην τοῦ κράτους νάρθηκές τε ἀντὶ δόρατος καὶ νεβρὶς ἀντὶ λεοντῆς αὐτῷ πεπορισμένα, καὶ κύλιξ ἀντὶ ἀσπίδος κοίλης, ὡς τὸ αὐτὸ ποιούντων Διονύσῳ μάχεσθαί τε καὶ πίνειν.1 καὶ οὐ πολὺ τοὐμμέσῳ τοῦ τε ἀγῶνος καὶ τῶν ἐπινικίων. Ἰνδοὺς δὲ καὶ Τυρρηνοὺς λέγουσιν ὡς κατεστρέψατο, αἰνιττόμενοι δοκεῖν ἐμοὶ διὰ μὲν τῶν Τυρρηνῶν τὰ πρὸς ἑσπέραν, διὰ δὲ τῶν ἑτέρων τὸν πρὸς ἕω τόπον τῆς γῆς ὡς ἁπάσης αὐτὸν ἄρχοντα. Βάκχαι δὲ καὶ ἀνθʼ ἱππέων αὐτῷ προϊοῦσαι καὶ τοξοτῶν, τῆς τε σκευῆς ἀκόλουθα ἣν ἀρτίως ὑμνοῦμεν καὶ ἅμα καὶ τοῦτο ἐπισφραγίζονται ὅτι τῆς Διονύσου πολιτείας ἄρα ἦν καὶ γυναικεῖα στρατόπεδα ὁμοῦ τοῖς τῶν ἀνδρῶν, καὶ οὐ τοὺς ἄνδρας θηλύνειν μᾶλλον ἢ τὰς γυναῖκας εἰς ἀνδρῶν τάξιν καθιστάναι Διονυσιακόν· οὕτω μέγας καὶ πολύτροπος καὶ παναρμόνιός ἐστι. δῆλον δὲ καὶ ἐνθένδε. Ἀφροδίτῃ μὲν γὰρ κοινωνήσας θέατρά τε ἀνοίγνυσι καὶ συμποσίων καὶ θιάσων ἔξαρχος γίγνεται, Ἄρει δὲ εἰς ταυτὸν ἐλθὼν ἔνοπλος γίγνεται· καὶ μὴν ἔμπυρός γε ἅμα Ἀθηνᾷ καὶ Ἡφαίστῳ γενόμενος. κήρυκες δὲ καὶ Εὐμολπίδαι πάρεδρον Ἐλευσινίαις αὐτὸν ἐστήσαντο, καρπῶν ἔφορον καὶ τροφῆς ἀνθρώποις. ὃ δὲ τούτῳ πρέπειν μοι δοκεῖ προσθεῖναι, μόνος γὰρ τῶν ἱερῶν φασμάτων ἐξεφοίτησεν ἐν τῷ κινδύνῳ τῷ Μηδικῷ. οὕτω τοῖς ὅλοις φιλάνθρωπος ὢν ἐπὶ τοὺς Ἕλληνας ῥέπει. Νύμφαις τοίνυν ἀνακραθεὶς πολλὰ δὴ καὶ παντοῖα ἐχόρευσέ τε καὶ χορεύει κατʼ ἀνθρώπους, ἀκριβέστερον Εὐρυκλέους τἄνδοθεν καταλαμβάνων,2 καὶ ποιεῖ χορευτὴν κἂν ἄμουσος ᾖ τὸ πρίν. ὁ δὲ σκιρτᾷ τε καὶ παίζει καὶ μελῳδεῖν ἐθέλει, καὶ ταῦτα μέντοι ἀπὸ κλίνης καὶ σκίμποδος. οὕτως πᾶν δρᾶν ὁ θεὸς πεφυκώς ἐστιν. ὁ δὲ θαυμαστὸς ἀνθρώπων τύραννος Ἔρως ἐκ Διονύσου πηγῶν ἀρυσάμενος γῆν ἅπασαν ἐπέρχεται προηγητῇ Διονύσῳ χρώμενος, οὐδʼ αὐτῷ θᾶκοι τούτου χωρὶς οὐδʼ ἔργα οὐδʼ εὐναί. νυκτὸς τοίνυν καὶ ἡμέρας πέρατα ἐπισκοπεῖ, τὴν μὲν ἡμέραν αὐτὸς δᾳδοῦχός τε καὶ ἡγεμὼν τῆς ὄψεως γιγνόμενος, τὴν δὲ νύκτα ἑτέροις παριείς· ἀργῶν δʼ ὅμως οὐδʼ οὕτως, ἀεὶ δʼ ἐν φορᾷ καὶ κινήσει τὸν αἰῶνα διεξέρχεται. πρεσβύτατος δὲ ὢν θεῶν αὐτὸς καὶ νεώτατός ἐστι, τῆς δʼ ἀεὶ παρούσης ὥρας καὶ μοίρας φίλος. καί μοι χαίρειν ἤδη τὸν Ἴακχόν τε καὶ τὰ πολλὰ δὴ ταῦτα κεκλημένον.3 πλήρης γὰρ ὡς τὰ νῦν ἡ φιλοτησία.
彼を取り巻く踊り手たちもこのことを証言している。また、彼の支配の容易さは、彼のために槍の代わりにオオウイキョウの茎が、獅子の皮の代わりに鹿の皮が、中空の盾の代わりに杯が備えられていることによっても示されている。それは、ディオニュソスにとって戦うことと飲むことが同じことをすることであるかのようである。そして、戦いと勝利の祝いの間にはほとんど隔たりがない。また人々は、彼がインド人とティレニア人を征服したと言っているが、これは私に言わせれば、ティレニア人によって地の西の地域を、他方によって東の地域を暗示しており、彼が全地の支配者であることを示している。そしてバッカイは、騎兵や射手の代わりに彼の前を進むが、これは私たちが先ほど称賛した彼女たちの装束にふさわしいものであり、同時に、ディオニュソスの国制においては女性の軍勢も男性の軍勢とともにあるということ、そして男性を女性化することよりも、むしろ女性を男性の列に加えることこそがディオニュソス的であるということを実証している。このように彼は偉大であり、多才であり、万物に調和している。このことは次のことからも明らかである。すなわち、アプロディテと交わることで、彼は劇場を開き、宴会や信者集団の先導者となり、アレスと一体になることで武装した者となる。さらにアテナやヘパイストスとともに火を共有する。そして伝令使たちやエウモルポス家の人々は、彼をエレウシスの女神たちの助言者とし、作物の守護者、人間の食物の管理者とした。私がこれに付け加えるにふさわしいと思うことは、彼がペルシアの危機の際、聖なる幻影の中で唯一現れ出たということである。このように、彼は全体として人類を愛しながらも、ギリシア人たちの方へと傾いている。それゆえ彼は、ニンフたちと交じり合って、人間たちの間で数多くの、かつあらゆる種類の踊りを踊ってきたし、また今も踊っており、エウリュクレスよりも正確に、内側から人々を捉え、以前は風流に無縁であった者さえも踊り手にする。そしてその者は、跳ね回り、戯れ、歌を歌おうとする。しかも、寝台や粗末なベッドから起き上がってそうするのである。このように、この神はあらゆることを行う本性を持っておられる。そして、人間の驚くべき支配者であるエロスは、ディオニュソスの泉から力を汲み取り、ディオニュソスを先導者として全地を巡るのであり、彼にとっても、この方なしには、座も、働きも、褥も存在しない。それゆえ彼は夜と昼の境界を監視しており、一方の昼は自ら松明を掲げる者、また視覚の導き手となり、他方の夜は他の者たちに委ねる。しかし、そうであっても怠ることはなく、常に運行と運動のうちに永遠の時を過ごす。彼は神々の中で最も年長でありながら、同時に最も若く、常に現にある季節と運命の友である。そして私にとって、イアコスや、その他多くの名で呼ばれる彼に、今や別れを告げよう。なぜなら、親愛の杯は今のところ十分に満たされたからである。
- 30ὡς τὸ αὐτὸ ποιούντων Διονύσῳ μάχεσθαί τε καὶ πίνειν
「戦うことと飲むこと(μάχεσθαί τε καὶ πίνειν)」という2つの不定詞句が分詞 ποιούντων の意味上の主語(属格複数)として機能している、ὡςを伴う属格独立構文。
- 30ἀκριβέστερον Εὐρυκλέους τἄνδοθεν καταλαμβάνων
エウリュクレス(Εὐρυκλῆς)はアテナイの有名な腹話術師であり、体内にダイモーンを宿して預言すると信じられていた。「内側から占有する(τἄνδοθεν καταλαμβάνων)」という表現は、ディオニュソスによる信者への憑依(神憑り)の正確さを、この腹話術師の現象に例えている。
- 31χαίρειν ἤδη τὸν Ἴακχόν τε καὶ τὰ πολλὰ δὴ ταῦτα κεκλημένον
不定詞 χαίρειν は、ここでは「別れを告げる、去らせる(χαίρειν ἐᾶν)」という慣用的な表現の一部、あるいは神に対する「さらば(χαῖρε)」の意を三人称で表したもので、談話の結びとして特定の神への言及を切り上げることを意味する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
