§27μέγιστον τὴν τοῦ ἀθανάτου μοῖραν, καὶ φῦναι εὐθὺς οὕτως ἔχοντα.
[接前]那么也能够给予这最伟大的事物,即不朽的命运,并使其从一开始就以这种状态出生。
ἦν οὖν Λευκοθέα θεὸς εὐθὺς ἀπʼ ἀρχῆς, καὶ οὐχ αἱ συμφοραὶ εἰς τοῦτό γε ἤγαγον αὐτὴν, ἀλλὰ τὸ εἶναι τοιαύτην εὐθὺς ἀπὸ γενεᾶς μηδὲ ἐν συμφορᾷ τινι τὸ παράπαν γενέσθαι παρεσκεύασεν αὐτήν.
因此,勒乌科忒亚从一开始就直截了当地是女神,并非灾祸将她带到了这一境地,而是因为她自出生起就是如此,从而使她根本不曾陷入任何灾难之中。
—οὐδʼ ἂν ἦν μετὰ θεῶν θεὸς οὖσα, οὐδʼ ἂν ἔσχεν ἰσχὺν τοσαύτην ὅσην ἀκούομεν.
否则,她既不会作为神明与众神同在,也不会拥有我们所听闻的这般伟力。
νυνὶ δὲ ἐπειδὴ δεῖ πείθεσθαι τῷ Ὁμήρου λόγῳ, κινδυνεύει τὸ κατʼ αὐτὴν μοναρχία τις εἶναι τῆς ἀρχῆς τῆς κατὰ θάλατταν, καὶ οὐδὲ τῷ Ποσειδῶνι αὐτῷ ἐξεῖναι οὐδὲν μὴ συνεθελούσης ταύτης.
然而现在,既然必须相信荷马的叙述,她所拥有的地位便几乎成了海洋统治权的一种独裁,甚至连波塞冬本人在未经她同意的情况下也无权做出任何事情。
εἰρήσθω γὰρ οὖν, εἴ γε οὐδὲ τὸν φονέα τοῦ παιδὸς παρῆν αὐτῷ τιμωρήσασθαι, ἔχοντα καὶ ταῦτα ἐν ταῖς χερσὶν ὡς ἂν εἴποι τις, ἀλλὰ τηνάλλως ῥοιβδεῖν, καὶ μηδὲν εἶναι τὸ κυκᾶν πάντα χρήματα μηδʼ ὅσα ἐποίει τὴν τρίαιναν ἡρπακὼς πρὸς τὸ τῆς θεοῦ ταύτης πρόβλημα, εἴτʼ οὖν κρήδεμνον τῷ ποιητικῷ λόγῳ εἴτε καὶ ἄλλως πως χρὴ φάναι, τὸ δʼ ἦν σωτηρία καὶ ἀσφάλεια ἐν μέσοις τοῖς δεινοῖς, δῆλον ὡς οὐ πρὸς βίαν τούτων γιγνομένων οὐδὲ ἀκουσίως τοῦ θεοῦ, ἀλλʼ ὑφιεμένου τοῦ Ποσειδῶνος πρὸς ἅπαντα αὐτῇ καὶ ἐφιέντος ποιεῖν ὅ τι βούλοιτο.
姑且这样说吧,因为如果连对杀害他儿子的凶手进行报复,对于他来说都是不被允许的——尽管我们可以说他手里也握着这些手段,但他只是无端地发出轰鸣,而且他抢过三叉戟将万物搅得天翻地覆的举动,以及他所做的一切,与这位女神的保护(不论按诗歌的说法称之为面纱,还是用其他什么方式来称呼,这在重重险境中确是拯救与安全)相比都无济于事,那么显然,这些事情并不是强力促成的,也并非违背波塞冬的意愿,而是因为波塞冬在一切事情上都对她作了让步,并任由她做她想做的任何事情。
καὶ καλῶς γε ἐποίησεν ὁ λόγος εἰς τοῦτο ἐλθὼν, ἄλλως τε καὶ ὅτι καλόν τι ἡμῖν ἐξ αὐτοῦ ἀνεφάνη φιλόσοφός τις οὖσα ἡμῖν ἡ Λευκοθέα, οὐ φιλοικτίρμων μόνον καὶ φιλοῦσα τοὺς Ἕλληνας· ἥ γε καὶ τὸν Ὀδυσσέα ἔσωζεν ἄρα τὸν σοφώτατον τῶν Ἑλλήνων καὶ ἄριστον, ὡς καὶ ἄλλον τινὰ, καὶ πάντας ὁπόσοις σοφίας ἔρως ἦν, καὶ ἐπηταὶ βούλονται εἶναι καὶ ἀγχίνοι καὶ ἐχέφρονες, τὰ καὶ κατὰ τοῦ Ὀδυσσέως λεγόμενα.
而讨论进行到这一步确实是非常好的,尤其是因为我们从中发现了一件美事,即勒乌科忒亚对我们而言是一位哲学家,她不仅富有同情心且热爱希腊人;因为正是她拯救了希腊人中最有智慧、最优秀的奥德修斯,就像拯救其他任何人一样,她还拯救了所有热爱智慧、并希望成为贤明、机敏、睿智之士的人,而这些品质也正是针对奥德修斯所称道的。
ταῦτα μὲν δὴ περὶ αὐτῆς, φίλα καὶ αὐτῷ τῷ Ποσειδῶνι, ὡς οἴομαι.
关于她的情况确实就是这些,我想波塞冬本人也是乐见于此的。
Παλαίμονα δὲ καὶ εἰπεῖν καλὸν καὶ τοὔνομα αὐτοῦ ὀνομάσαι, καὶ ὅρκον ποιήσασθαι, καὶ τῆς τελετῆς ἐπʼ αὐτῷ καὶ τοῦ ὀργιασμοῦ μετασχεῖν, τοσοῦτός τις ἵμερος πρόσεστι τῷ παιδὶ καὶ ἰδεῖν γε καὶ ἐν γράμματι, ὅπου μὲν ἐπὶ δελφῖνος φερόμενον, ὅπου δὲ καὶ ἐπʼ αὐτῶν τῶν νώτων τῆς θαλάττης, ὅπου δὲ καὶ ἐν ταῖς χερσὶ τῆς §28μητρὸς τὸ θάλος τοῦ παιδὸς καὶ τὴν ὥραν καὶ τὸ ἄνθος.
而关于帕莱蒙,谈论他、呼唤他的名字、向他宣誓,并参与为他举行的秘仪和祭礼也是极好的,因为这个孩子身上伴随着如此强烈的魅力,甚至在画作中看到他也是如此:在一些地方他被海豚驼着,在另一些地方他置身于海洋自身的背脊上,而在另一些地方,在母亲的手中是孩子的嫩芽、青春与光华。
ταῦτα γὰρ θεάματα θεαμάτων ἥδιστα, καὶ ἰδεῖν γε καὶ ἀκοῦσαι· καὶ θάλατταν αὐτοῦ παρεῖναι ἐν γράμματι καὶ γαλήνην, καλὸν καὶ τοῦτο, καὶ μειδιάματα τοῦ παιδὸς πρὸς Ποσειδῶνα ὑποδεχομένου τῷ πέπλῳ.
因为这些是所有景观中最令人愉悦的,无论是看还是听;在画中展现海洋与其风平浪静,这同样是美丽的,还有孩子在波塞冬用衣物接纳他时对波塞冬展露的微笑。
ἄλλο δὲ μηδʼ ὁτιοῦν προσπαραγράφειν τούτοις, οἷα ἐνιαχοῦ τὰ φοβερά τε καὶ ἀσεβῆ γράμματα, ἃ ἐγὼ θαυμάζω πῶς ποτε καὶ ἠνέσχοντο οἱ πρῶτοι ταῦτα ἰδόντες, καὶ οὐ μετʼ ὀργῆς ἦλθον ἐπὶ τοὺς τούτων δημιουργούς τε καὶ αὐτόχειρας, ἢ ἔτι καὶ νυνὶ ἀνέχονται ἐν μέσοις τοῖς ἱεροῖς.
但绝不要在这些画面旁增添任何其他东西,比如某些地方所见到的那些可怕而不敬的画作,我惊讶于最初看到这些的人是如何忍受下来的,并且没有愤怒地去找这些画作的制造者和始作俑者算账,甚至直到现在人们依然在神殿中央容忍它们。
ἀλλὰ γὰρ οὐκ ἐμὸν ἴσως τοῖς τοιούτοις ἐπιτιμᾶν.
然而,指责这类事情或许并非我的职责。
λοιπὸν οὖν εὐξαμένους τῷ Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῇ Λευκοθέᾳ καὶ τῷ Παλαίμονι καὶ Νηρηίσι καὶ δαίμοσι θαλαττίοις πᾶσί τε καὶ πάσαις ἀσφάλειάν τε καὶ σωτηρίαν ἔν τε γῇ καὶ ἐν θαλάττῃ διδόναι βασιλεῖ τε τῷ μεγάλῳ καὶ γένει ξύμπαντι τούτου καὶ τῷ γένει τῷ τῶν Ἑλλήνων, καὶ κατὰ τὰ ἄλλα τε εὐθενεῖν ἡμᾶς καὶ κατὰ τοὺς λόγους χωρεῖν ἐπὶ τὰ προσήκοντα ἡμῶν ἑκάστῳ.
那么,剩下的就是向波塞冬、安菲特里忒、勒乌科忒亚、帕莱蒙、涅瑞伊得斯以及所有海洋的男女神明祈求,赐予伟大的君王、其整个家族以及希腊民族在陆地与海洋上的安全与救赎,并使我们在其他方面繁荣昌盛,在论说中朝着适合我们每个人的方向前进。