§17ἐπειδὴ τῆς γε Ὀλυμπικῆς πανηγύρεως ἀπελείφθην τύχῃ τινι ἀδυνάτως ἔχων κατὰ τὸ σῶμα συμμετασχεῖν ὑμῖν τῶν γιγνομένων, κινδύνου τε εἰς ἔσχατον ἐλθὼν ἐκ τοῦ τότε μοι συμπεσόντος νοσήματος, Διός γε σωτῆρος τυχὼν καὶ Ποσειδῶνος ἀδελφοῦ Διὸς ἀσφαλίου, καί τινος οἷον λιμένος τῆς τε παρούσης ταύτης ὑγιείας τε καὶ σωτηρίας λαβόμενος καὶ τῆς διατριβῆς τῆς μεθʼ ὑμῶν, πρὸς δὲ καὶ λόγου διαγγελθέντος ἐπὶ τούτῳ τοιούτου τινὸς, ὡς ἄρα ἐπόθουν τινὲς τὴν ἐμὴν παρουσίαν, καὶ τούτων οἱ ἐμφανέστατοι, οὐ διʼ ἐμὲ τοσοῦτον, ὥς γε ἐγὼ νομίζω, οὐδὲ διὰ τοὺς λόγους τοὺς ἐμοὺς, ἀλλʼ ἐνδεικνύμενοι τό τε γενναῖον καὶ τὸ φιλότιμον τὸ περὶ ταῦτα καὶ τὴν πρὸς τοὺς πρεσβυτέρους τιμήν τε καὶ εὔνοιαν ὁπόσοις ὁ βίος ἐν τούτοις, ὑφʼ ὧν καὶ πρότερον ἡσθέντας πολλάκις ἑαυτοὺς μέμνηνται καὶ ἡδίους γενομένους ἐν ταῖς κοιναῖς τῶν Ἑλλήνων πανηγύρεσιν, ἔγνων μὴ ὀκνητέον εἶναί μοι διὰ ταῦτα παρελθεῖν εἰς ὑμᾶς, ἀλλʼ ἅμα ἐν τῷ αὐτῷ ἀποτιστέον διπλῆν ἔκτισιν δυοῖν ἀδελφοῖν, τὴν μὲν προτέραν τε καὶ §18πρεσβυτέραν καὶ τρόπον τινὰ εἰωθυῖαν, τὴν δὲ νῦν ἄρξεσθαι μέλλουσαν.
由于某种命运,我因身体不适而未能参加奥林匹亚的盛会,无法与你们共同分享当时所发生的一切,并且因那时突然侵袭我的疾病而陷入了极端的危险之中,然而由于得到了救主宙斯以及守护安全的宙斯之兄弟波塞冬的救助,并且得以把握住某种如同避风港般的、眼下的健康与安全,以及与你们相处的生活;此外,加上有类似这样的传言,说有些人——而且是他们之中最著名的人物——渴望我的到来,这在我看来,不仅是为了我个人,也不是为了我的言论,而是为了展示他们在这些事务上的高尚与热忱,以及对那些毕生致力于此的年长者的尊敬与好意(他们记得以前曾多次因这些年长者而感到欢愉,并在希腊人的共同节日中过得更加愉快),因此我决定不应因这些原因而迟疑不前,不敢来到你们面前,而是同时应当向这两兄弟偿还双重的债务,其一是先前的、\n 更为年长的且在某种程度上已成习惯的债务,其二是现在即将开始的债务。
εἶναι γὰρ οὐδὲ εὐαγὲς ἴσως ἐμὲ πανταχοῦ τοῦ θείου μεμνημένον, καὶ σχεδὸν τῆς πλείστης μοι διατριβῆς τῶν λόγων περὶ ταῦτα οὔσης, παρεορακέναι δοκεῖν τὸν ἀπὸ τῶν λόγων ἔρανον πρὸς μόνον θεῶν τοῦτον, καὶ μηδένα εἶναι λόγον ἐπώνυμον ἐμὸν μήτε τοῦ θεοῦ μήτε αὐτοῦ τοῦ τόπου τούτου ἐν ᾧ νῦν ἐσμὲν, ἀλλʼ ὠλιγωρῆσθαι πρᾶγμα τηλικοῦτον· ὑπὲρ οὗ καλῶς ἂν ἔχειν ἴσως καὶ ἐξιλάσασθαί μοι τὸν θεὸν πρότερον καὶ ἐξευμενίσασθαι, τῶν μὲν πρότερον συγγνώμην ἔχειν, εἰ ἄρα τι παρῶπταί μοι εἰς ταῦτα, τὰ δὲ παρόντα ταῦτα εὐμενῶς προσδέξασθαι καὶ ἵλεῳ τῇ γνώμῃ καὶ τἄλλα τε ἀγαθὰ διδόναι καὶ εἰπεῖν τι οἷον χρή.
因为,我既然在各处都提及神明,且我几乎绝大部分的言论活动都与此相关,却唯独对这位神明似乎忽视了言论的奉献,而且既没有以这位神明命名、也没有以我们现在所处的这个地方命名的我的言论,以至于如此重大的事情竟被冷落,这或许甚至是不虔敬的;为此,或许最好是由我首先来取悦并感化神明,一方面原谅我过去的事情,如果我在这方面确实有所疏忽的话,另一方面则恩慈地、以宽仁的心意接受当前的这些奉献,并赐予其他福泽,且让我说出合适的话语。
κἂν ὡς ἑτέρως συμβαίνῃ, πρὸς τὴν ἐμὴν δύναμιν ὁρᾶν, καὶ μὴ πρὸς τὸ τοῦ λόγου μέγεθος ἀμύθητον ὂν, καὶ ταῦτα ὂν ἀτεχνῶς τὸ λέγειν τι περὶ τούτων καὶ ἐγχειρεῖν ὥσπερ ἂν εἴ τις ἐξαριθμεῖσθαι βούλοιτο τοὺς χόας τῆς θαλάττης.
即使结果并非如此,也请垂看我的力量,而不要看这无法言喻的宏大言论;因为关于这些事情进行阐述和尝试,简直就像是有人想要数清大海的波浪一般。
οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ τὰ μέγιστα τῶν πελαγῶν καὶ ἀνήνυτα παρέχειν ὁ θεὸς οὗτος εἴωθε πορεύσιμα, καὶ ἐνίοτέ γε καὶ ἐξ οὐρίων οἷς ἂν ἵλεως ὢν τυγχάνῃ, ἀνήχθω καὶ νῦν ἡμῖν ὁ περὶ αὐτοῦ λόγος· καὶ ἀνήφθω γε ἐξ αὐτοῦ τοῦ θεοῦ πρυμνησίου τινὰ τρόπον, ὡς ἂν εἴποι τις.
然而,既然这位神明习惯于让最大且无边无际的海洋也变得可以航行,甚至有时会为那些得到其恩宠的人提供顺风,那么现在关于他的言论也让我们扬帆起航吧;并且正如人们所说,让我们以某种方式将船尾的缆绳系在神明自己身上。
ὅσα μὲν οὖν εἰς τὴν τῶν ὅλων φύσιν ἀνάγειν ἀξιοῦντες οἱ πρῶτοι ταῦτα φιλοσοφήσαντες τοὺς περὶ τοῦ θεοῦ τούτου λόγους πᾶν ὅσον ὑγρὸν ἐν τῷ παντὶ, ἤτοι μέρος ὂν τὸ μέγιστον τοῦ σύμπαντος ἢ καὶ τὸ σύμπαν αὐτὸ τοῦτο· λέγω δὲ τὴν ὑγρὰν οὐσίαν οὕτω κληθεῖσαν, καθὰ καὶ ὁ τῶν ποιητῶν λόγος μαρτυρεῖ, γένεσιν τοῦτʼ εἶναι θεῶν φάσκων, ὥς που εἴρηται
ὠκεανόν τε θεῶν γένεσιν,
ἐν ἑτέρῳ ὀνόματι τῷ τοῦ Ὠκεανοῦ, καὶ τροφήν τε καὶ ζωὴν ξυμπάντων ὁπόσα τε θεῖα καὶ τῆς κάτω μοίρας· καὶ διὰ τοῦτο καὶ ὅρκον τοῦτʼ εἶναι μέγιστον θεῶν ἐν ἑτέρῳ πάλιν ὀνόματι τῷ τῆς Στυγὸς ὕδατι· καὶ ὡς θεοὺς πηγὰς καὶ ποταμοὺς ἐνόμιζον οἱ πρῶτοι μεγίστους τε καὶ πρώτους,
因此,那些最早对此进行哲学思考的人,为了将这些事情归结为万物的本性,将关于这位神明的讨论引向宇宙中所有潮湿的部分,认为其要么是整个宇宙中最大的一部分,要么就是这个宇宙本身——我指的是被称为“潮湿实体”的物质,正如诗人们的话语所证明的那样,声称这是神明的起源,正如在别处所说,“大洋俄刻阿诺斯,众神的起源”,即以“俄刻阿诺斯”这另一个名字,并且是所有神圣之物以及下界之物的滋养和生命;也正因如此,这被称作神明最伟大的誓言,即以另一个名字,也就是“斯堤克斯之水”;以及最早的人们如何将泉水和河流视为最伟大和最早的神明——