§13καὶ τὴν διὰ τούτων ἐμπορίαν, πολεμιστήριον δὲ τὰς τριήρεις, ὥσπερ ἅρμα ἁμιλλητήριον καὶ πολεμιστήριον· περιδέξιος γὰρ ἡ θεὸς αὐτή τε καὶ τὰ δῶρα αὐτῆς.
以及通过这些船只进行的贸易,并在战争中提供三段式战船,就像用于竞赛和战争的战车一样;因为女神自身和她的礼物都是万能的。
ἔοικα δὲ σμῆνος ἐπεγείρειν, καί μοι σύνδυο ἐφίησιν ἡ θεός.
我似乎惊动了蜂群,而女神则向我成双成对地释放它们。
ἐνιδὼν γὰρ ἐμπορίᾳ τε καὶ ναυμαχίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέροις, ἐνεῖδον γεωργίᾳ τε καὶ ἐμπορίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέροις, καὶ Βουζύγης τις ὑπῆλθέ με τῶν ἐξ ἀκροπόλεως, καὶ ὡς οὐκ ἦν τῷ γεωργῷ οὔτε τὸ ἄροτρον οὔτʼ, ἐπειδὴ καὶ τὸ ἄροτρον, τό γε ζεῦξαι τὰς βοῦς,
"εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη,"
διʼ ἧς ἄροτρον μὲν καὶ ναῦς ἐδημιουργήθη, ἐζεύχθησαν δὲ ἵπποι καὶ βόες.
因为当我看到贸易和海战都属于雅典娜时,我也看到农业和贸易也都属于雅典娜,并且卫城中的某位布奇格斯浮现在我脑海中,以及农夫既没有犁,而且即使有了犁,也无法将牛套上轭, “除非明眸的雅典娜赐予智慧,” 通过她,犁和船得以制造,马和牛也被套上轭。
φιλανθρωποτάτη δὲ ἡ αὐτὴ καὶ δυνατωτάτη.
而她自身最热爱人类且最为强大。
τῆς μὲν οὖν δυνάμεως τί χρὴ μεῖζον εἰπεῖν σημεῖον ἢ τὸ νικᾶν πανταχοῦ;
那么,关于她的力量,还有什么比处处获胜更伟大的迹象可以提及呢?
οὐ γάρ ἐστιν Ἀθηνᾶς νίκη κυρία, ἀλλʼ Ἀθηνᾶ νίκης ἀεί·
因为并不是胜利支配雅典娜,而是雅典娜始终支配着胜利。
τὴν δὲ φιλανθρωπίαν οἱ περὶ Ὀρέστην λόγοι μαρτύρονται.
而关于俄瑞斯忒斯的故事则证明了她对人类的爱。
ὃν φυγόντα μὲν ἐξ Ἄργους Ἀθήναζε, φεύγοντα δʼ Ἀθήνησι δίκην ὑπʼ Εὐμενίδων, ἴσων τῶν ψήφων γενομένων, προσθεμένη τὴν παρʼ αὑτῆς σώζει.
当他从阿耳戈斯逃往雅典,并在雅典因尤墨尼得斯(复仇女神)而面临审判时,在选票相等的情况下,她加上了自己的一票,救了他。
καὶ τοίνυν ἔτι νῦν σώζει πάντας, ἐὰν ἴσαι γένωνται· ἔδοξε γὰρ ἐξ ἐκείνου ταῖς ἴσαις προστιθέναι τὴν παρὰ τῆς Ἀθηνᾶς ἀφιεῖσαν.
因此,直到今天,如果选票相等,她仍会拯救所有人;因为从那时起,人们决定在相等的票数上加上雅典娜的那一票以宣告无罪。
ἐπεὶ δὲ ἔδει παρθένον εἶναι διʼ αἰῶνος τὴν Ἀθηνᾶν καὶ μηδένα μήτε θεῶν μήτε ἀνθρώπων ψαῦσαι κατὰ τὸν τῆς πανδήμου νόμον, θαυμαστὰ οἷα κἀνταῦθα εὑρίσκεται παρὰ τοῦ πατρός· τὰ γὰρ τῆς καλλιτέκνου γέρα λαμβάνει.
由于雅典娜必须终身保持童贞,且神或人中任何一个都不得按照世俗的婚姻法触碰她,在这方面,她的父亲也为她做出了奇妙的安排;因为她获得了“育有美子之母”的特权。
τῇ γὰρ Λητοῖ πλανωμένῃ διὰ πάσης γῆς καὶ θαλάττης ἡγεῖται πρὸς τὸν τόπον ὅπου εἱμαρμένον ἦν αὐτῇ τεκεῖν.
因为当勒托在整个陆地和海洋漂泊时,她指引勒托前往注定要生产的地方。
καὶ ἐπειδὴ ἔτικτε, μαιοῦταί τε καὶ δέχεται τοὺς παῖδας, καὶ στεφανοῖ τὸν Ἀπόλλω κατὰ τὸν τῶν Ἑλλήνων παιᾶνα· ὥστε ἡ μὲν Ἄρτεμις λοχία ταῖς ἄλλαις ἐστὶν, αὕτη δὲ τῇ Ἀρτέμιδι λοχία πρὸς τὰς γονὰς ἡ θεὸς γεγένηται.
当勒托生产时,她充当助产士并接引了孩子们,并按照希腊人的凯歌为阿波罗戴上冠冕;因此,阿尔特弥斯虽然是其他女性的助产女神,但这位女神在阿尔特弥斯出生时,成为了她的助产女神。
καὶ ἔοικεν ἀμφοτέρων διδάσκαλος αὐτὴ καταστῆναι, τῆς τέχνης καὶ τῆς προαιρέσεως.
而且她似乎自己成为了他们二人在技艺和选择上的导师。
παρθένος γάρ ἐστι §14μετʼ Ἀθηνᾶν μόνη.
因为阿尔特弥斯是继雅典娜之后唯一的处女。
εἰ τοίνυν κάλλη θαυμαστὰ Ἀπόλλων καὶ Ἄρτεμις, τὴν πρόνοιαν Ἀθηνᾶν ἔχοι τις ἂν αἰτιάσασθαι.
因此,如果阿波罗和阿尔特弥斯拥有令人惊叹的美,人们可以将这先见之明归功于雅典娜。
καίτοι εἰ καὶ θεοὺς ὑπὲρ αὑτῶν χάριν εἰκὸς ἔχειν, πῶς οὐχ ἡμᾶς γε εἰκὸς ὑπὲρ τῶν θεῶν, ὅτι πλείους ἡμῖν τοὺς εὐεργέτας προὐξένησε;
然而,如果神明自己为此感到感激是理所当然的,难道我们不更应该为了神明而感到感激吗? 因为她为我们引荐了更多的恩人。
θῆραι τοίνυν καὶ κυνηγέσια ἔστι μὲν Ἀπόλλωνος καὶ Ἀρτέμιδος παιδιὰ, καθίσταται δʼ εἰς τὸ προσήκειν τῇ θεῷ, διʼ ἓν μὲν ὅτι τῆς πολεμικῆς μόριον τέχνης ἐστὶ, μᾶλλον δὲ εἰκών.
因此,狩猎和追逐虽是阿波罗和阿尔特弥斯的游戏,但它们也被确立为属于这位女神,其一是因为狩猎是战争艺术的一部分,或者更确切地说是其缩影。
ταῦτα δὲ Ἀθηνᾷ μέλειν φασὶν, ἕτερον δʼ ὅτι καὶ αὐτοῖς τοῖς ἐπωνύμοις αὐτῶν ὅπως ἔσονται προσεξεῦρε.
人们说雅典娜关心这些事,其二是因为她甚至为那些以此命名(掌管)的神明自身发明了这些游戏将如何存在。
προσήκοι δʼ ἂν ταύτῃ καὶ τῷ Ἀσκληπιῷ μεγάλῳ μέρει τοῦ παντός.
她也应在很大程度上与阿斯克勒庇俄斯紧密相连。
Ἀθηναίων δὲ οἱ πρεσβύτατοι καὶ ὑγιείας Ἀθηνᾶς βωμὸν ἱδρύσαντο.
而雅典人中最年长的先祖们也建立了“健康雅典娜”的祭坛。
εἰ δὲ ἐκείνων ὀρθὴ ψῆφος, τί χρὴ μεῖζον εὑρεῖν εἰς τὴν Ἀσκληπιοῦ καὶ Ἀθηνᾶς συμφωνίαν;
如果他们的判断是正确的,我们还能找到什么更伟大的事物来证明阿斯克勒庇俄斯与雅典娜的和谐呢?
μετέχει δὲ καὶ τῷ Ποσειδῶνι τῶν ἔργων, τῷ τε ἱππίῳ καὶ τῷ ποντίῳ, πρώτη μὲν τὸν χαλινὸν εὑροῦσα, πηξαμένη δὲ τὴν πρώτην ναῦν.
她也与波塞冬共同参与工作,包括骑马和海洋的事务,她最先发明了缰绳,并建造了第一艘船。
ἀλλὰ μὴν ἥ γε πρὸς Ἑρμῆν κοινωνία τῆς θεοῦ παντὶ δήλη, ὅστις Ἑρμῆν καλεῖ λόγιον καὶ ἀγοραῖον καὶ ἐμπολαῖον· ἐναγωνίῳ δὲ καὶ ἀντὶ χορηγοῦ καθέστηκεν.
事实上,女神与赫尔墨斯的联合对每个称赫尔墨斯为“雄辩之神”、“广场之神”和“贸易之神”的人来说都是显而易见的;而在竞技中,她则替代了赞助人的位置。
Ὅμηρος μὲν γὰρ καὶ ἄντικρυς αὐτὴν ἐναγώνιον ἀποφαίνει· τὰ γὰρ ἆθλα κρίνει διʼ αὐτῆς.
因为荷马确实也直接表明她是竞技的守护者;因为他通过她来评定奖品。
αὐλῳδίαν τοίνυν καὶ λυρῳδίαν καὶ κιθαρῳδίαν ἐξευροῦσα, τὴν μὲν τῶν Μουσῶν μιᾷ δωρεῖται, τὴν δʼ Ἑρμῇ, τὴν δʼ Ἀπόλλωνι.
她发明了笛歌、抒情诗歌和竖琴歌,并将其中一种赠予缪斯之一,另一种赠予赫尔墨斯,另一种赠予阿波罗。
οὕτω δὲ πανταχοῦ χώραν ἔχει ὥστε ὁ μὲν Ἄρης παῖς ἐστι πρὸς αὐτὴν ἐν αὐτοῖς τοῖς ἑαυτοῦ πράγμασιν, ὁ δʼ Ἀπόλλων τῶν αὑτοῦ χρησμῳδιῶν ταύτην προὐστήσατο καὶ προθύειν ἐπέταξεν.
这样,她在各处都占有一席之地,以至于阿瑞斯在自己专属的事务中相比于她也像个孩子,而阿波罗在自己的神谕中将她推至首位,并命令先向她献祭。
Ἥφαιστος δὲ ὑπὸ μὲν τοῦ ἔρωτος ἀναγκάζεται φιλοτεχνεῖν, ἡ δὲ φύσις λείπεται.
赫斐斯托斯虽然因爱情的驱使而精工制作,但在本性(能力)上仍有欠缺。
Χάριτες δʼ αὐτῆς περὶ χεῖρας ἵστανται.
美惠三女神立于她的双手周围。
Διόσκουροι δʼ ὑπʼ αὐτῇ πυρριχίζουσιν.
双子神在她的指挥下跳着武器舞。
Ἴακχος δὲ καὶ αἱ Ἐλευσίνιαι τοὺς τῆς θεοῦ χοροὺς διώκουσι, Ποσειδῶν δὲ συνεχώρησεν ἡττώμενος.
伊阿科斯和厄琉息斯的女神们跟随着这位女神的舞蹈,而波塞冬则在战败后作出了让步。
ἡ δὲ
而她……