← アイリオス・アリステイデス

アテナ

§13-14

多様な恩恵と他の神々に対する優越

アテナがもたらした交易、農業、オレステスの救済など様々な恩恵を挙げ、アポロンやアルテミス、アスクレピオス、ポセイドン、ヘルメスなど他の神々に対する彼女の優越性と協調関係を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13

καὶ τὴν διὰ τούτων ἐμπορίαν, πολεμιστήριον δὲ τὰς τριήρεις, ὥσπερ ἅρμα ἁμιλλητήριον καὶ πολεμιστήριον·1 περιδέξιος γὰρ ἡ θεὸς αὐτή τε καὶ τὰ δῶρα αὐτῆς. ἔοικα δὲ σμῆνος ἐπεγείρειν, καί μοι σύνδυο ἐφίησιν ἡ θεός. ἐνιδὼν γὰρ ἐμπορίᾳ τε καὶ ναυμαχίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέροις, ἐνεῖδον γεωργίᾳ τε καὶ ἐμπορίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέροις, καὶ Βουζύγης τις ὑπῆλθέ με τῶν ἐξ ἀκροπόλεως, καὶ ὡς οὐκ ἦν τῷ γεωργῷ οὔτε τὸ ἄροτρον οὔτʼ, ἐπειδὴ καὶ τὸ ἄροτρον, τό γε ζεῦξαι τὰς βοῦς, "εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη,2" διʼ ἧς ἄροτρον μὲν καὶ ναῦς ἐδημιουργήθη, ἐζεύχθησαν δὲ ἵπποι καὶ βόες. φιλανθρωποτάτη δὲ ἡ αὐτὴ καὶ δυνατωτάτη. τῆς μὲν οὖν δυνάμεως τί χρὴ μεῖζον εἰπεῖν σημεῖον ἢ τὸ νικᾶν πανταχοῦ; οὐ γάρ ἐστιν Ἀθηνᾶς νίκη κυρία, ἀλλʼ Ἀθηνᾶ νίκης ἀεί· τὴν δὲ φιλανθρωπίαν οἱ περὶ Ὀρέστην λόγοι μαρτύρονται. ὃν φυγόντα μὲν ἐξ Ἄργους Ἀθήναζε, φεύγοντα δʼ Ἀθήνησι δίκην ὑπʼ Εὐμενίδων, ἴσων τῶν ψήφων γενομένων, προσθεμένη τὴν παρʼ αὑτῆς σώζει. καὶ τοίνυν ἔτι νῦν σώζει πάντας, ἐὰν ἴσαι γένωνται· ἔδοξε γὰρ ἐξ ἐκείνου ταῖς ἴσαις προστιθέναι τὴν παρὰ τῆς Ἀθηνᾶς ἀφιεῖσαν. ἐπεὶ δὲ ἔδει παρθένον εἶναι διʼ αἰῶνος τὴν Ἀθηνᾶν καὶ μηδένα μήτε θεῶν μήτε ἀνθρώπων ψαῦσαι κατὰ τὸν τῆς πανδήμου νόμον, θαυμαστὰ οἷα3 κἀνταῦθα εὑρίσκεται παρὰ τοῦ πατρός· τὰ γὰρ τῆς καλλιτέκνου γέρα λαμβάνει. τῇ γὰρ Λητοῖ πλανωμένῃ διὰ πάσης γῆς καὶ θαλάττης ἡγεῖται πρὸς τὸν τόπον ὅπου εἱμαρμένον ἦν αὐτῇ τεκεῖν. καὶ ἐπειδὴ ἔτικτε, μαιοῦταί τε καὶ δέχεται τοὺς παῖδας, καὶ στεφανοῖ τὸν Ἀπόλλω κατὰ τὸν τῶν Ἑλλήνων παιᾶνα· ὥστε ἡ μὲν Ἄρτεμις λοχία ταῖς ἄλλαις ἐστὶν, αὕτη δὲ τῇ Ἀρτέμιδι λοχία πρὸς τὰς γονὰς ἡ θεὸς γεγένηται. καὶ ἔοικεν ἀμφοτέρων διδάσκαλος αὐτὴ καταστῆναι, τῆς τέχνης καὶ τῆς προαιρέσεως. παρθένος γάρ ἐστι μετʼ Ἀθηνᾶν μόνη. εἰ τοίνυν κάλλη θαυμαστὰ Ἀπόλλων καὶ Ἄρτεμις, τὴν πρόνοιαν Ἀθηνᾶν ἔχοι τις ἂν αἰτιάσασθαι.4 καίτοι εἰ καὶ θεοὺς ὑπὲρ αὑτῶν χάριν εἰκὸς ἔχειν, πῶς οὐχ ἡμᾶς γε εἰκὸς ὑπὲρ τῶν θεῶν, ὅτι πλείους ἡμῖν τοὺς εὐεργέτας προὐξένησε; θῆραι τοίνυν καὶ κυνηγέσια ἔστι μὲν Ἀπόλλωνος καὶ Ἀρτέμιδος παιδιὰ, καθίσταται δʼ εἰς τὸ προσήκειν τῇ θεῷ, διʼ ἓν μὲν ὅτι τῆς πολεμικῆς μόριον τέχνης ἐστὶ, μᾶλλον δὲ εἰκών. ταῦτα δὲ Ἀθηνᾷ μέλειν φασὶν, ἕτερον δʼ ὅτι καὶ αὐτοῖς τοῖς ἐπωνύμοις αὐτῶν ὅπως ἔσονται προσεξεῦρε. προσήκοι δʼ ἂν ταύτῃ καὶ τῷ Ἀσκληπιῷ μεγάλῳ μέρει τοῦ παντός. Ἀθηναίων δὲ οἱ πρεσβύτατοι καὶ ὑγιείας Ἀθηνᾶς βωμὸν ἱδρύσαντο. εἰ δὲ ἐκείνων ὀρθὴ ψῆφος, τί χρὴ μεῖζον εὑρεῖν εἰς τὴν Ἀσκληπιοῦ καὶ Ἀθηνᾶς συμφωνίαν; μετέχει δὲ καὶ τῷ Ποσειδῶνι τῶν ἔργων, τῷ τε ἱππίῳ καὶ τῷ ποντίῳ, πρώτη μὲν τὸν χαλινὸν εὑροῦσα, πηξαμένη δὲ τὴν πρώτην ναῦν. ἀλλὰ μὴν ἥ γε πρὸς Ἑρμῆν κοινωνία τῆς θεοῦ παντὶ δήλη, ὅστις Ἑρμῆν καλεῖ λόγιον καὶ ἀγοραῖον καὶ ἐμπολαῖον· ἐναγωνίῳ δὲ καὶ ἀντὶ χορηγοῦ καθέστηκεν. Ὅμηρος μὲν γὰρ καὶ ἄντικρυς αὐτὴν ἐναγώνιον ἀποφαίνει· τὰ γὰρ ἆθλα κρίνει διʼ αὐτῆς. αὐλῳδίαν τοίνυν καὶ λυρῳδίαν καὶ κιθαρῳδίαν ἐξευροῦσα, τὴν μὲν τῶν Μουσῶν μιᾷ δωρεῖται, τὴν δʼ Ἑρμῇ, τὴν δʼ Ἀπόλλωνι. οὕτω δὲ πανταχοῦ χώραν ἔχει ὥστε ὁ μὲν Ἄρης παῖς ἐστι πρὸς αὐτὴν ἐν αὐτοῖς τοῖς ἑαυτοῦ πράγμασιν, ὁ δʼ Ἀπόλλων τῶν αὑτοῦ χρησμῳδιῶν ταύτην προὐστήσατο καὶ προθύειν ἐπέταξεν. Ἥφαιστος δὲ ὑπὸ μὲν τοῦ ἔρωτος ἀναγκάζεται φιλοτεχνεῖν, ἡ δὲ φύσις λείπεται. Χάριτες δʼ αὐτῆς περὶ χεῖρας ἵστανται. Διόσκουροι δʼ ὑπʼ αὐτῇ πυρριχίζουσιν. Ἴακχος δὲ καὶ αἱ Ἐλευσίνιαι τοὺς τῆς θεοῦ χοροὺς διώκουσι, Ποσειδῶν δὲ συνεχώρησεν ἡττώμενος. ἡ δὲ

そして、それらを通じた交易を、(アテナはもたらし、)戦争のためには三段櫂船を、まるで競走用かつ戦闘用の戦車のように(もたらした)。なぜなら、女神自身も彼女の贈り物も、万能だからである。私は蜂の巣を揺り起こしてしまったかのようだ。そして女神は私に、次から次へと二つずつ(恩恵を)送り込んでこられる。というのも、交易と海戦の両方がアテナに属するものであると見て取ったとき、私は農業と交易の両方もアテナに属するものであると見て取ったからであり、アクロポリスから出たあのブージゲスのことが私の心に浮かんできた。 そして、農夫には鋤もなく、鋤があったとしても、牛に軛をかけることもできなかったということが(心に浮かんだ)、「もし輝く眼のアテナが知恵を与えなかったならば」彼女を通じて、鋤と船が造られ、馬と牛が軛に繋がれたのである。 そして、彼女自身は最も人間を愛し、また最も強力である。さて、その力について、いたるところで勝利すること以上に、何のより大きな兆候を語る必要があろうか。なぜなら、アテナを支配する勝利があるのではなく、アテナが常に勝利を支配するからである。また、彼女の人間愛については、オレステスに関する物語が証言している。アルゴスからアテナイへと逃亡し、アテナイではエウメニデスによって裁判にかけられていた彼を、票数が同数になったとき、彼女は自らの一票を付け加えることで救い出した。そしてそれゆえ、現在でもなお、票が同数になったときには、彼女はすべての人を救う。その時以来、同数の票に対して、アテナの票を付け加えて(被告を)無罪とすることが決まったからである。アテナは永遠に処女であり、神々の誰も、人間の誰も、世俗の法に従って彼女に触れてはならなかったのであるが、この点に関しても、彼女の父から驚くべきものが彼女に見出されている。というのも、彼女は「美しき子を持つ母」の特権を受け取っているからである。というのも、全陸地と海をさまよっていたレトに対して、彼女が、レトが出産することに運命づけられていた場所へと案内したからである。そしてレトが出産したとき、彼女は助産婦となり、子供たちを受け止め、ギリシア人のパイアンに従ってアポロンに冠を授けた。その結果、アルテミスは他の女性たちにとっての助産の女神であるが、この女神はアルテミス自身が生まれるにあたって、彼女のための助産の女神となったのである。そして、彼女自身が、技術と選択の双方において、彼ら二人の教師となったかのようである。なぜなら、アルテミスはアテナに次いで唯一の処女だからである。それゆえ、もしアポロンとアルテミスが驚くべき美しさを持っているとすれば、人はアテナの先見の明にその原因を帰ることができるだろう。それにしても、もし神々自身が自分たちのために感謝を抱くのが当然であるならば、神々のために私たちが感謝を抱くのはなおさら当然ではないか。なぜなら彼女が私たちに、より多くの恩人を斡旋してくれたからである。さて、獣の狩猟や追跡はアポロンとアルテミスの遊びであるが、それが女神に適したものとなる。その一つの理由は、それが戦争の技術の一部、というよりもむしろその写し絵だからである。そして、これらのことをアテナは心にかけていると言われており、もう一つの理由は、それらを司る神々自身に対しても、それらがどのように存在するようになるかを彼女がさらに発明したからである。また、彼女はアスクレピオスとも、全体の大きな部分において結びついているだろう。アテナイ人の最も古い祖先たちもまた、「健康のアテナ」の祭壇を築いた。そして、もし彼らの判断が正しいとすれば、アスクレピオスとアテナの調和を示すために、これ以上大きな何を私たちは見出す必要があるだろうか。また、彼女はポセイドンともその活動を共有している。馬に関する活動と海に関する活動の双方においてであり、彼女が最初に轡を発明し、最初の船を組み立てたからである。また、女神のヘルメスとの結びつきは、ヘルメスを「言論の」、「広場の」、「交易の」ヘルメスと呼ぶすべての人にとって明らかである。そして競技においては、彼女は主催者の代わりに立っている。なぜならホメロスは、彼女をはっきりと競技の主催者として示している。すなわち、彼女を通じて競技の賞品を判定しているからである。そして、アウロス歌唱、リュラ歌唱、キタラ歌唱を発明し、あるものはミューズたちの一人に、あるものはヘルメスに、あるものはアポロンに与えた。このようにして、彼女はいたるところで地位を占めており、アレスは彼自身の領域においてさえ彼女に対して子供のようであり、アポロンは自身の託宣において彼女を先頭に立て、彼女に対して事前に生贄を捧げることを命じたほどである。ヘパイストスは、愛によって精巧な技術を振るうことを余儀なくされているが、その能力においては劣っている。カリテスは彼女の手の周りに立ち、ディオスクロイは彼女の前で武器踊りを踊る。イアッコスとエレウシスの女神たちは女神の舞踊に従い、ポセイドンは敗れて身を引いた。そして彼女は……

構文注4 件
  1. 13ὥσπερ ἅρμα ἁμιλλητήριον καὶ πολεμιστήριον

    前文の τὰς ὁλκάδας(商船)に続いて、三段櫂船(τριήρεις)が競走用および戦闘用の戦車(ἅρμα)に例えられている。アテナが陸上と同様に海事においても二重の性質(平和と戦争)を司ることを示す比喩表現である。

  2. 13εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη

    伝統的な詩からの引用句(ヘシオドス的またはホメロス的な韻文)。構文的には反実仮想条件文の条件節(εἰ μὴ... ἔδωκε のアオリスト)のみが示され、帰結節(「農夫は何もできなかっただろう」等)は文脈上省略されている。

  3. 13θαυμαστὰ οἷα

    θαυμαστόν ἐστιν οἷα の縮約表現であり、関係代名詞の対格を伴って、副詞的に「驚くほど非常に」または「驚くべきことに」の意味を表す慣用的な表現である。

  4. 14τὴν πρόνοιαν Ἀθηνᾶν ἔχοι τις ἂν αἰτιάσασθαι

    動詞 αἰτιάομαι は二重対格(τὴν πρόνοιαν と Ἀθηνᾶν)を伴い、「アテナの先見の明に(美しさの)原因を帰する」という意味になる。助動詞的に働く ἔχω+不定詞(αἰτιάσασθαι)の構文に、潜在を表す希求法(ἄν+希求法)が組み合わさっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg002.humanitext-grc2:13-14