§15ὑπερβολὴ τοῦ κράτους ὅτι καὶ τὸ φυτὸν κατεδείχθη νίκης εἶναι σύμβολον, ὡς οὐ μόνον αὐτῇ θεμιτὸν ὂν νικᾶν, ἀλλὰ καὶ τοὺς νικῶντας στεφανοῦν.
她力量的超越性在于,连她的植物(橄榄)也被确立为胜利的象征,仿佛对她而言,不仅自身获胜是合乎天法的,为获胜者戴上冠冕也是如此。
καὶ γάρ τοι πάντα μὲν τὰ ἀπορώτατα οἱ ποιηταὶ ταύτῃ προστιθέασιν, ἐπειδὰν πόριμα καὶ δυνατὰ ἀποφῆναι βούλωνται, Ὀδυσσέας τε νηχομένους ἐν μέσοις τοῖς ἐρήμοις πελάγεσι καὶ νέους ἐκ γερόντων καὶ καλοὺς ἐξ οὐ καλῶν γιγνομένους, καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν μνηστῆρας ἀπολλύντας ἀπὸ φαύλου καὶ γελοίου τοῦ ἐπικουρικοῦ μειρακίου καὶ νομέοιν δυοῖν, καὶ ἕτερα τούτων ἀτοπώτερα.
因为,每当诗人们想要展示那些极其困难的事情是可解决且可行的时候,他们就把这一切都归功于她:既包括奥德修斯们在荒凉的大海中央游泳,也包括老人变成年轻人、丑陋者变成美丽者,以及来自各邦的求婚者们被一个微不足道且可笑的辅助青年和两个牧人所消灭,还有其他比这些更奇特的事。
φασὶ γὰρ Βελλεροφόντην μὲν ἐπὶ πτηνοῦ τοῦ Πηγάσου φέρεσθαι ἐχόμενον τοῦ δώρου τῆς Ἀθηνᾶς καὶ καταπρᾶξαι ἄλλα τε καὶ τὴν Χίμαιραν χειρώσασθαι, ἔξω βέλους ὄντα αὐτῇ τοῦ παρʼ αὐτῆς πυρός·
因为他们说,贝勒罗丰因紧握着雅典娜的礼物而被带上长着翅膀的飞马佩加索斯,并完成了其他伟业,尤其是降伏了奇美拉,且避开了其喷出的火焰。
Περσέα δὲ αὐτόπτερον εἰς Γοργόνων χώρους κομισθῆναι τῆς Ἀθηνᾶς προπεμπούσης, καὶ οὔτε ἁλῶναι τῇ θέᾳ καὶ ὡς ἀπέτεμε τὴν κεφαλὴν κομίσαντα ὀπίσω τοὺς μὲν σὺν ὕβρει ταῦτα ἐπιτάξαντας καὶ τὸ πολὺ τοῦ δήμου λίθους ποιῆσαι, αὐτὸν δʼ ἀπαθῆ διαφυγεῖν εἰς τέλος, ἀλεξιφάρμακον τὴν τῆς Ἀθηνᾶς ἔχοντα παρουσίαν εἰς ἅπαντα.
而波耳修斯则在雅典娜的指引下,自己生出双翼飞往戈耳工的国度,他既未被那景象所降伏,又在斩下首级带回后,将那些傲慢地下达命令的人以及大部分民众变成了石头,而他自己则凭借着将雅典娜的临在作为针对一切伤害的避邪物,最终安然脱险。
ἀκόλουθα δὲ καὶ ἔτι μείζω τούτων τὰ πρὸς Ἡρακλέα.
在这些之后,关于赫拉克勒斯的功绩甚至更为伟大。
φαίνεται γὰρ αὕτη καταλεξαμένη θεὸν εἰς θεοὺς αὐτὸν, εἰ δὴ καὶ ὅτε ἦν ἐν ἀνθρώποις, εἰς ἅπαντας ἡγεῖτο τοὺς ἄθλους αὐτῷ.
因为她似乎亲自将他作为神明列入众神之中,毕竟即使在他还处于凡人期间,她也在所有的试炼中引导着他。
καὶ τοῦτο μὲν εἰς Ἅιδου ζῶντα κομίσασα ζῶντα ἐξήγαγε, κρατήσαντα τοῦ Κερβέρου, καὶ τοσοῦτον παρὰ τὸ εἰκὸς ἐξελθόντα, ὥστε καὶ ἕτερον τῶν ἐπιτηδείων πρὸ ὥρας αὐλιζόμενον αὐτόθι λῦσαι καὶ συνεξαγαγεῖν μεθʼ ἑαυτοῦ, τοῦτο δʼ ὁσαχοῦ τοῖς ἀντιπράττουσι τῶν δαιμόνων ἐναντίον ἔδει τὸ τόξον ἄρασθαι, τῆς Ἀθηνᾶς παρούσης ἐθάρρει.
一方面,她引领他活着进入冥府,在制服刻耳柏洛斯后又活着带他出来,而且这次脱险是如此超乎常理,以至于他甚至释放了另一位在不当时间滞留那里的朋友,并将其一同带出;另一方面,每当他需要拉开弓箭对抗敌对的神灵时,正因为有雅典娜的临在,他便有了勇气。
ὥστʼ ἐμοὶ μὲν οὐδὲν ἄλλο ἐκ τούτων ἢ γνώμην εἰπεῖν Ἀθηνᾶ δοκεῖ πρὸς τοὺς θεοὺς, Ἡρακλέα θεὸν εἶναι ψηφίσασθαι· οἱ δʼ ὥσπερ ἂν εἰ ὁ Ζεὺς αὐτὸς εἰσηγεῖτο, δέξασθαι.
因此对我来说,从这些事情中,雅典娜似乎没有做别的事,而只是向众神表达了意见,投票赞成赫拉克勒斯成为神明;而众神就像是泽乌斯亲自提议一样,接受了这一提议。
φαίνεται τοίνυν Ἀπόλλωνος μὲν καὶ Ἀρτέμιδος προνοηθεῖσα ὅπως ἔσονται, §16Ἡρακλέους δὲ ὅπως ἔσται θεός·
由此看来,她为了阿波罗和阿耳忒弥斯的降生进行了预先谋划,并且为了赫拉克勒斯能够成为神明而作了安排。
ταῦτα δὴ καὶ ὁ Ἀπόλλων συνειδὼς τοῖς μὲν ἄλλοις αὐτός ἐστι προπύλαιος, αὑτοῦ δὲ τὴν Ἀθηνᾶν πεποίηται.
阿波罗深知这些事情,他自己虽然是其他人的门神,却将雅典娜立为自己的门神。
ἀλλὰ γὰρ τίνι τῶν πάντων οὐ λυσιτελὴς ἡ θεός;
然而,对所有人来说,有谁是无法从这位女神那里获益的呢?
ἢ τίς ἀσφαλεστέρα κοινωνός;
或者谁是更安全的同伴呢?
ἢ ποῖον πῦρ ἄφυκτον ταύτης οὐχ ἑπομένης, ἀλλʼ ἡγουμένης;
又或者,在她的引领——而非跟随——之下,有什么火是无法避开的呢?
ἣ μόνη μὲν ἁπάντων θεῶν, ὁμοίως δὲ πασῶν, οὐκ ἐπώνυμος τῆς νίκης ἐστὶν, ἀλλʼ ὁμώνυμος.
在所有的男神和女神中,只有她不仅不是因胜利而得名,反而与胜利同名。
μόνη δʼ ἐργάνη καὶ πρόνοια κέκληται, τὰς τοῦ σώζειν ἅπαντα τὸν θεσμὸν ἐπωνυμίας ἀνῃρημένη.
也只有她被称为“手艺女神”和“先见之明”,承担了救赎一切法度的诸多别名。
προφῆται δὲ καὶ ἱερεῖς καθάρσιον αὐτὴν ἐπικαλοῦνται καὶ ἀλεξίκακον καὶ τῶν τελεωτάτων ἔφορον καθαρμῶν· εἰκότως.
预言者和祭司们称她为“净化者”、“避邪者”和最完美净化仪式的监护者,这理所当然。
εἰ γὰρ δεῖ καταλύσαντα τοὺς μύθους εἰπεῖν εἰς τὸ μέσον τὰ τῆς θεοῦ, ἥδʼ ἐστὶν ἡ τοὺς ὡς ἀληθῶς καὶ κοινοὺς πολεμίους ἡμῶν ἀπείργουσα, καὶ τὸν οἰκεῖον ἑκάστου πόλεμον εὖ τιθεμένη, τοὺς συνεχεῖς καὶ συμφύτους ἐχθροὺς ἀπαλλάττουσα, ὑφʼ ὧν καὶ οἶκοι καὶ πόλεις ἀνάστατοι γίγνονται πρὶν σάλπιγγος ἀκοῦσαι, φαίη τις ἂν, καὶ τὴν ἀληθῆ καὶ κυρίαν νίκην ἑκάστῳ διδοῦσα πολὺ τῆς Καδμείας κεχωρισμένην καὶ τῷ ὄντι Ὀλυμπικήν.
因为,如果必须抛开神话、公开谈论女神的本质,她就是那位阻挡我们真正且共同之敌的人,她能很好地平息每个人内心的战争,使我们摆脱不断在心中滋生的敌人——有人可能会说,在听到号角声之前,家园和城市就会被这些敌人摧毁——并赐予每个人真正且决定性的胜利,这种胜利远非“卡德摩斯的胜利”可比,而是真正的奥林匹斯式的胜利。
διʼ ἣν ἀφροσύνη μὲν καὶ ἀσέλγεια καὶ δειλία καὶ ἀταξία καὶ στάσις καὶ ὕβρις καὶ ὑπερηφανία θεῶν καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν εἴποι τις ἐκχωρεῖ· φρόνησις δὲ καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ ὁμόνοια καὶ εὐταξία καὶ εὐπραγία καὶ τιμὴ θεῶν τε καὶ ἐκ θεῶν ἀντεισέρχεται.
因着她的缘故,愚昧、放荡、懦弱、无序、内讧、暴虐、对神明的不敬以及所有这类可以说出的恶行都会退去;而智慧、节制、勇敢、和睦、守序、福祉以及对神明和来自神明的尊荣则会相继进入。
ὡς δʼ εἰπεῖν ἐν κεφαλαίῳ, τὸ τῆς Ἀθηνᾶς μέρος ἡ θεῶν ἀγορὰ πάντʼ ἐστὶ τὰ πράγματα.
简而言之,雅典娜在众神议事中的职责涵盖了所有事务的总和。
ταῦτʼ ἄρα καὶ τοῦ Διός ἐστιν ἐγγυτάτω καὶ περὶ παντὸς ἀεὶ ταυτὸν ἐν ἀμφοῖν δοκεῖ.
因此,她与泽乌斯最为亲近,在一切事务上,两者的意旨似乎总是完全一致。
κἀμοὶ πεπαῦσθαι καλὸν ἐνταῦθά που.
而对我来说,在此时此地结束也是合宜的。
ἀνελήλυθε γὰρ εἰς τὴν ἀρχὴν ὁ λόγος, μᾶλλον δὲ ἐλήλυθε πρὸς αὐτὸ τὸ ἔσχατον.
因为这篇言论已经回到了起点,或者更确切地说,已经达到了终极。
σχεδὸν γὰρ δύναμιν τοῦ Διὸς εἶναι λέγων τις αὐτὴν ἐκ τούτων οὐκ ἂν ἁμαρτάνοι.
因为从这些事情来看,如果有人说她实际上就是泽乌斯的力量,那他是不会错的。
ὥστε τί δεῖ μικρολογεῖσθαι τὰς ἐν μέρει πράξεις αὐτῆς διηγούμενον, ὁπότʼ ἔξεστι τὰ τοῦ Διὸς ἔργα κοινὰ τοῦ Διὸς εἶναι φῆσαι καὶ §17τῆς Ἀθηνᾶς.
因此,当我们可以说泽乌斯的工作是泽乌斯与雅典娜共同拥有的时候,又何必去斤斤计较地叙述她的个别行为呢?
ἀλλʼ ὦ τῶν βασιλείων πρόδρομος μελάθρων, Αἰσχύλῳ χορὸς ᾖσε, τῶν τε οὐρανίων καὶ πατρῴων καὶ τῶν ἐν τῇ ἡμετέρᾳ μεγίστων, ἃ νύκτωρ μοι προὔφαινες, δίδου μὲν τιμὰς παρʼ ἀμφοτέρων τῶν βασιλέων, δίδου δὲ ἄκρον εἶναι φρονεῖν καὶ λέγειν.
但是,正如埃斯库罗斯剧中的歌队所唱:“噢,王宫大厅的先驱”,天上的、父祖的以及我们城邦中最大的恩惠——也就是你在夜间向我展示的那些——啊,请赐予我来自两位君王的荣耀,并赐予我至高无上的智慧与言辞。
ὅστις δʼ ἐμοὶ τἀναντία λέγοι, τούτῳ μεταμέλοι.
凡是对我持相反意见的人,愿他后悔。
νικῷμι δὲ ὅσον βούλομαι· ἐν αὐτῷ δʼ ἐμοὶ πρώτῳ νικῴη τὰ βελτίω.
愿我如愿获胜;而首先在我自己的内心,愿更美好的事物获胜。