§11ἀμωσγέπως εἰπεῖν, ποιηταῖς τε ἄχρι τοῦ μετρίου προσχρωμένους καὶ τῷ λόγῳ τοσοῦτον ἐφιέντας, ὡς μὴ πολύ τι παρενεγκεῖν ἢ τὸν πάντα ἰσομέτρητον συμβῆναι τῷ ὀνείρατι.
我们必须设法予以述说,适度地利用诗人们,并赋予这篇演说这许多余地,以免产生太大的偏差,或使整篇演说恰好与梦境等长。
λέγεται γὰρ ὡς ἐπειδὴ οἱ Γίγαντες παρετάξαντο ἐν τῇ Φλέγρᾳ, Ἐγκέλαδον μὲν καὶ τοὺς ἡγουμένους αὐτῶν κτείνει ἡ θεὸς, τοῖς δʼ ἄλλοις θεοῖς ὀλίγον τὸ ἔργον γίγνεται, ἐπεὶ καὶ τῶν ἄλλων Γιγάντων ὅσον ἦν κράτιστον κτείνει ἡ θεὸς, ἅτε καὶ φύσει πολεμίους ὄντας ἑαυτῇ διαφερόντως ἀμυνομένη·
因为据说当巨人们在弗莱格拉列阵时,女神杀死了恩克拉多斯和他们的领袖,而对其他神明来说任务就变得微不足道,因为女神也杀死了其他巨人中最强大的部分,对那些在天性上与她敌对的人进行了极不寻常的自卫;因为他们属于与她相反的族类。
ἦσαν γὰρ ἀπʼ ἐναντίου τοῦ γένους αὐτῇ. οἱ μὲν γὰρ ἐκ τῶν κοίλων τῆς γῆς ἐπεφύκεσαν καὶ τῶν ἀλογωτάτων, ἡ δὲ ἐκ τοῦ καθαρωτάτου τῶν ἐν τῷ αἰθέρι.
他们生于大地的空洞以及最无理性的事物,而她则诞生于以太中最纯净的部分。
πρὸς οὖν τοὺς ἐκείνων ὄφεις συμφύτους καὶ τἄλλα ὅσα τῆς γῆς ἐφείλκοντο τὸν αὑτῇ σύμφυτον κόσμον καὶ τὸ παρʼ αὑτῆς ἀντεπήγαγε πῦρ, ἕως ἐξέκαυσε καὶ ἐξεῖλε τὸ γένος.
因此,面对他们与生俱来的蛇以及他们从大地中拖拽的其他一切,她针锋相对地用自己与生俱来的秩序和来自她自身的火予以抗击,直到将这个族类烧尽并消灭。
τόδε μὲν τὸ ἔργον αὐτῆς ὑπὲρ θεῶν τε καὶ τῆς θείας φύσεως ἁπάσης ᾁδεται καταπραχθέν.
她的这一伟绩确是在为了众神以及整个神圣天性的名义下被传唱而得以完成的。
τὴν δὲ Τιτάνων καὶ τῶν Ὀλυμπίων θεῶν κληθέντων μάχην οὐχ ἥδιον ἐμοὶ γοῦν λέγειν.
然而,关于提坦神族与所谓的奥林匹斯众神之间的战争,至少对我来说,述说它并不是很令人愉快。
ἀλλὰ μὴν εἴς γε τὰ τῶν ἀνθρώπων πράγματα ὅσας εὐεργεσίας κατέθετο ἐνθυμηθῆναι ῥᾷον ἢ διελθεῖν λόγῳ.
然而,至于她为人类事务留下了多少恩惠,放在心中思量比起在言说中一一列举更为容易。
ἡ μὲν οὖν μεγίστη τῶν εὐεργεσιῶν καὶ διὰ πάντων τῶν γιγνομένων διήκουσα καὶ παρατείνουσα πάντας χρόνους καὶ τόπους, ὅτι Ἀθηνᾶς ἡγουμένης οὐδὲν πώποτε ἀνθρώποις ἡμαρτήθη, οὐδʼ αὖ πράξουσί ποτε χρηστὸν οὐδὲν ἄνευ τῆς Ἀθηνᾶς.
在这些恩惠中,最伟大且贯穿于所有发生之事、并延伸至所有时代与地域的,便是当雅典娜引导时,人类从未犯过任何错误,而且没有雅典娜,他们未来也绝做不出任何有益之事。
εἰ δὲ δεῖ καὶ τῶν ἐν μέρει μνησθῆναι καὶ τοὺς μύθους μὴ ἀτιμάσαι, προσθῶμεν ἔλαιον ὑγιείας φάρμακον φανθὲν ὑπʼ αὐτῆς, καὶ ἐσθῆτα, ὁμοῦ μὲν κόσμον τῷ σώματι, ὁμοῦ δὲ τῆς αὐτῆς ὑγιείας φάρμακον.
如果也必须提及具体的部分并且不轻视传说,那我们就加上由她所展示的作为健康药剂的橄榄油,以及衣服——它既是身体的装饰,又是同样健康的药剂。
ἀλλὰ μὴν ἀμφοτέρῳ γε τῷ γένει τῶν ἀνθρώπων ἐπίκουρος γεγένηται, γυναιξὶ μὲν ταλασίαν παραδοῦσα, ἀνδράσι δὲ ὅπλων χρῆσιν ἀναθεῖσα· ἀμφοτέρων αὖ τῶν καιρῶν ἐπεμελήθη, πολέμου καὶ εἰρήνης, διʼ ὅπλων καὶ νόμων.
事实上,她对人类的男女两性都成为了帮手,向女性传授了纺织,向男性托付了武器的使用;她再次关照了战争与和平这两种时机,通过武器与法律。
διχῆ δʼ αὖ καὶ τούτων ἑκατέρῳ προσηνέχθη.
而且她再次以双重的方式对待这二者中的每一个。
πρῶτον μὲν γὰρ τῆς ὀρείου καὶ καθʼ ἑκάστους διαίτης ἀπαλλαγῆναι καὶ συνελθόντας οἰκεῖν ἐν ταὐτῷ §12μίαν συνοικίαν κοινὴν περιβαλλομένους ἥδʼ ἐστὶν ἡ πείσασα, καὶ εἰσὶν αἱ πόλεις δῶρα Ἀθηνᾶς· ὅθεν δὴ καὶ πολιοῦχος ἅπασι κέκληται.
因为首先,使我们摆脱山野和个体的生活方式,并聚集居住在同一个地方,围绕着一个共同的居住地,正是她劝服了我们,而城邦正是雅典娜的礼物;因此,她也被所有人称为“城邦守护神”。
τὰς δὲ ἀκροπόλεις ἐξεῖλον αὐτῇ δικαίως, ἅμα μὲν σύμβολον τῆς γενέσεως, ἅμα δὲ ὥσπερ τοῖς βασιλεῦσι καὶ ἡγεμόσι τεμένη καὶ χώρους ἐξαιροῦσιν, οὕτω τῇ τοῦ παντὸς ἡγησαμένῃ θεῷ τὰ ἐπικαιρότατα ἐξεῖλον.
人们理所当然地为她保留了卫城,这既是她诞生的象征,又如同人们为君王和领袖保留圣所和领地一样,他们为引领万物的女神保留了最要害的地方。
ἓν μὲν δὴ τοῦτο λέγω κοινὸν εὐεργέτημα τῆς θεοῦ, πρὸς τὴν καθʼ ἡμέραν δίαιταν, πολιτείαν καὶ νόμους, ἕτερον δὲ τὰς ἐμπύρους τε καὶ ἀπύρους τέχνας, ἃς τοῖς καθʼ ἑκάστους διεῖλέ τε καὶ διαιρεῖ· μόνη γὰρ ἁπάσης σοφίας ἡγεμών ἐστι.
我所说的女神在日常起居、政体和法律方面的共同恩惠便是这一个;另一个则是使用火和不用火的技艺,她将这些分派并正在分派给每个人;因为唯有她是所有智慧的引领者。
καὶ μὴν τῶν γε πρὸς τὸν πόλεμον συστημάτων τὰ πρωτεύοντα δύʼ ἐξεῦρέ τε καὶ κατεσκευάσατο· ὁπλῖται γὰρ καὶ ἱππεῖς τῶν Ἀθηνᾶς εὑρημάτων εἰσί.
此外,在关于战争的组织中,她发明并整备了最主要的两种;因为重装步兵和骑兵皆属于雅典娜的发明。
διττὰ δὲ ἑκατέρου μαρτύρια· τῶν μὲν ὁπλιτικῶν Αἰγύπτιοι μὲν τῶν κατὰ τὴν Ἀσίαν, οἱ δὲ ἐπώνυμοι τῆς θεοῦ τῶν ἐπὶ τῆς Εὐρώπης πρῶτοι προβαλόμενοι τὴν ἀσπίδα· ἔστι γὰρ καὶ κατʼ Αἴγυπτον Ἀθηνᾶς νομὸς ἱερὸς, ᾧ ταῦτα ἀνάκειται.
而这两者皆有双重的证据:关于步兵,亚洲的埃及人以及欧洲以女神名字命名的人们最先举起盾牌;因为在埃及也有雅典娜的神圣行省,这些发明皆归功于此。
παραπλησίως δὲ καὶ περὶ τῆς ἱππικῆς.
关于骑马亦同样如此。
λέγεται γὰρ Ἐριχθόνιον μὲν τὸν τῆς θεοῦ τρόφιμον πρῶτον ἀνθρώπων ἅρμα ζεῦξαι ἵππων· Βελλεροφόντῃ δὲ αὖ πρὸς τὸν κέλητα γενέσθαι χαλινὸν παρὰ τῆς Ἀθηνᾶς.
因为据说女神养育的埃里克托尼乌斯是人类中第一个套上马战车的人;而对于贝勒罗丰,乘骑用的缰绳也是来自于雅典娜。
Τριπτόλεμος δὲ Ἐριχθονίου νεώτερος· εἴη δʼ ἂν καὶ τούτῳ τὰ μὲν σπέρματα παρὰ τῆς Δήμητρος, τὸ δὲ ἅρμα παρὰ τῆς Ἀθηνᾶς.
特里普托勒摩斯比埃里克托尼乌斯年轻;而对他来说,种子也许来自德墨忒尔,战车则来自雅典娜。
ὥστε νομίζειν χρὴ τοιαῦτʼ εἶναι πάντα τὰ δῶρα τῆς Ἀθηνᾶς τοῖς ἀνθρώποις, οἷα πρὸς τοὺς πολέμους ἐστὶν, ὁπλιτῶν φάλαγξ καὶ τάξις ἱππέων.
因此,必须认为,雅典娜赐予人类的所有这些礼物,就像针对战争的重装步兵方阵和骑兵队形一样。
ἔοικα δὲ προσθήσειν ὅ με ἀρτίως διέφυγεν, ὅτι καὶ τὰ ναυτικὰ Ἀθηνᾶς ἦν.
我似乎还要加上刚才遗漏的一点,即航海事务也属于雅典娜。
ἐχέτω δὲ χώραν διττὴν τῷ λόγῳ.
让它在演说中占有双重的地位。
πρός τε γὰρ τοὺς πολέμους, εἴ τις καὶ οὕτω διχῆ διαιροῖτο τῶν κατʼ ἤπειρον καὶ τῶν ἐν θαλάττῃ, δείξει προνοηθεῖσαν τὴν θεόν· εἰ καὶ διχῆ πάλιν τῶν κατʼ ἤπειρον, ἕν τε τὸ αὐτὸ τὸ τῶν ναυτικῶν εἰς ἄμφω τείνει· εἰρηναῖον μὲν τὰς ὁλκάδας
因为无论是对于战争,如果有人将陆上和海上的事务一分为二,他将表明女神具有先见之明;如果再次将陆上的事务一分为二,航海这同一件事依然延伸至这两者;在和平中则是商船……