§9ἔστω τοίνυν ἡμῖν ὕπαρ τὸ ὄναρ· σὺ δʼ, ὦ δέσποινα Ἀθηνᾶ, τήν τε ἄλλην δίδου τύχην καὶ χάριν καὶ τοῦ παρόντος ἔφαψαι λόγου, τά τε φανθέντα τέλει πρὸς τὴν ἀξίαν, ὡς ἐναργῆ τῆς νυκτὸς ἐδείκνυτο· ὡς δὲ καὶ ἔργῳ συμβῆναι σαφῆ καὶ βέβαια, ὅδε σοὶ λόγος ἔσται μικτὸς εὐχῆς τε καὶ ὕμνου τὰ νῦν.
愿我们的梦境因此成为真实的现实;而您,女主人雅典娜,请赐予我们其他的幸运与恩惠,并助佑这篇当下的演说,使夜间清晰展现的显现,依其价值得以圆满成就;为了使它们在实际中也同样明晰且确定,如今这篇演说将成为献给您的祈祷与赞歌的结合。
πάντα μὲν οὖν τὰ κάλλιστα περὶ Ἀθηνᾶν τε καὶ ἐξ Ἀθηνᾶς, ἐν δὲ τοῖς ἀξιολογώτατον αἱ γοναὶ τῆς θεοῦ, κεφάλαιον μὲν εἰπεῖν ὅτι τοῦ πάντων δημιουργοῦ καὶ βασιλέως παῖς ἐστι μόνη δὴ μόνου.
因此,所有最美妙的事物皆关乎雅典娜并源自雅典娜,而在其中最值得称道的便是女神的诞生;总而言之,她是万物创造者与君王的独生女,唯独由他一人所生。
οὐ γὰρ εἶχεν ἐξ ὅτου ὁμοτίμου ποιήσειεν αὐτὴν, ἀλλʼ ἀναχωρήσας αὐτὸς εἰς αὑτὸν αὐτὸς ἐξ αὑτοῦ γεννᾷ τε καὶ τίκτει τὴν θεόν· ὥστε ἐστὶ μόνη βεβαίως γνησία τοῦ πατρὸς, ἐξ ἴσου καὶ ὁμολογοῦντος ἑαυτῷ τοῦ γένους γενομένη.
因为他并无同等地位之人可借以创造她,而是自身退回到自身之中,亲自从自身中产生并孕育了这位女神;是以她确是父亲唯一的嫡出女儿,诞生于与他自身相符且同等的血统。
τὸ δὲ ἔτι τούτου μεῖζον, ὅτι καὶ ἐκ τοῦ καλλίστου τῶν ἑαυτοῦ, ἐκ τῆς κεφαλῆς, ἀνῆκεν αὐτὴν, ὡς ἄρα οὔτε ἐκ τῆς ἐκείνου κεφαλῆς κάλλιον ἦν ἀνελθεῖν οὐδὲν οὔτε Ἀθηνᾷ τόπος βελτίων ἀνασχεῖν· ἀλλὰ κατʼ ἀξίαν ἄμφω συνέβαινε.
而比这更伟大的则是,他将她从自己最美丽的部分,即从头部送出,仿佛从他的头部再无更美之物可以升起,而对雅典娜而言也无更好的地方可以显现;两者的结合完全符合彼此的价值。
γενομένη δʼ ἐκ Διὸς καὶ μόνου καὶ ἐκ τῆς κεφαλῆς οὐχ ἧττον τούτων θαυμαστὸν τὸ τέταρτον ἐφείλκετο, ὃ δή φασι συμβῆναι περὶ τὸ χάσμα τῆς κεφαλῆς τοῦ θεοῦ φάσμα· ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ
她由宙斯一人并从其头部诞生,这非但神奇,更伴随着不亚于此的第四重奇迹,即人们所说在神明头部的裂缝旁所发生的幻象;因为她随即全副武装地升起,犹如太阳随其光芒一同升空,已由她的父亲从内部装点。
§10πατρός. διὸ δὴ καὶ οὐ θέμις οὐδέποτε αὐτὴν καταλιπεῖν τὸν πατέρα, ἀλλʼ ἀεὶ πάρεστί τε καὶ συνδιαιτᾶται, καθάπερ συμπεφυκυῖα, ἀναπνεῖ τε εἰς αὐτὸν καὶ σύνεστι μόνη μόνῳ τῆς γενέσεως μεμνημένη, καὶ τῶν ὠδίνων ἀποδιδοῦσα πρέποντα τὸν μισθόν.
因此,她绝无可能离开父亲,而是始终陪伴并共同生活,仿佛融为一体,她向他吐露气息,并以独一无二之身陪伴独一无二的他,铭记着自己的诞生,并为父亲分娩的痛苦给予合宜的回报。
δοκεῖ δέ μοι καὶ πρεσβυτάτη θεῶν φῦναι, ἢ κομιδῆ τινῶν εὐαριθμήτων καὶ τῶν πρώτων ὄντων ἐν τῷ τότε· οὐ γὰρ ἂν ἄλλως ἕκαστα ὁ Ζεὺς διεῖλεν, εἰ μὴ πάρεδρόν τε καὶ σύμβουλον τὴν Ἀθηνᾶν παρεκαθίσατο.
在我看来,她也是神明中最年长者,或至少与当时最初存在的极少数神明同等;因为若非将雅典娜作为座旁助手与顾问召至身边,宙斯绝无法将万物各自分配。
καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα διʼ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται· οἷα δὲ ἐν αὐλῇ θαυματοποιῶν ἅμα τοῖς αὐτοῖς ὅ τε Ζεὺς καὶ ἡ θεὸς χρῆται.
事实上,唯有她终身佩戴着埃癸斯神盾,唯有她披挂着父亲的武器投身于荷马式的战争;宙斯与女神共同使用这些相同的物品,犹如庭院中魔术师共同使用的道具一般。
οὕτως δʼ ἐστὶν αἰδέσιμος τῷ πατρὶ καὶ πάντων κεκοινώνηκε καὶ τὰ πρεσβεῖα μόνη κατείληφεν, ὥστε καὶ τῶν ποιητῶν οὓς ἂν μάλιστά τις εἴποι τυχεῖν τῆς θεοῦ, Ὅμηρος μὲν τῆς αἰγίδος αὐτῆς μνησθεὶς καὶ τοῦ τρῶσαι δαίμονος ἐπιχειρήσαντος λέγει
"σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνὸς,"
λέγων ἀσφαλῶς, ἐπειδή γε καὶ τῷ Διὶ τῶν σκηπτῶν καὶ κεραυνῶν πλείονος ἄξια τὰ παρὰ τῆς Ἀθηνᾶς.
她对父亲而言是如此令人敬畏,共享了一切并独占了特权,以至于在那些人们最能称之为契合女神本质的诗人中,荷马提及她的神盾以及那企图伤害神明者时说道:“其势可怖,纵使宙斯的霹雳亦无法将其降伏,”此言极为确凿,因为对宙斯而言,源自雅典娜之物甚至比他的王笏与雷霆更具价值。
Πίνδαρος δʼ αὖ φησι δεξιὰν κατὰ χεῖρα τοῦ πατρὸς αὐτὴν καθεζομένην τὰς ἐντολὰς τοῖς θεοῖς ἀποδέχεσθαι.
而宾达鲁斯则说,她坐在父亲的右手边,为众神接受命令。
ἀγγέλου μὲν γάρ ἐστι μείζων, ἥ γε τῶν ἀγγέλων ἄλλοις ἄλλα ἐπιτάττει πρώτη παρὰ τοῦ πατρὸς παραλαμβάνουσα, ἀντʼ ἐξηγητοῦ τινος οὖσα τοῖς θεοῖς [καὶ εἰσαγωγέως, ὅταν καὶ τούτου δέῃ].
因为她比传令使者更为伟大,她最先从父亲处接纳旨意,并对其他使者分派不同的命令,对众神而言她扮演着某种解释者以及在必要时作为引导者的角色。
ἅτε δὲ ἐν κορυφῇ τε τοῦ Ὀλύμπου καὶ ἐκ κορυφῆς τοῦ Διὸς γενομένη πόλεών τε πασῶν τὰς κορυφὰς ἔχει κατὰ κράτος ὡς ἀληθῶς ᾑρηκυῖα καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς οὐκ Ἄτη πατεῖ τὰς κεφαλὰς, Ἀθηνᾶ δὲ ἀνέχει καὶ ἐμβατεύει, τηροῦσα τὸ σύμβολον τῆς αὑτῆς γενέσεως.
由于她既在奥林匹斯之巅,又诞生于宙斯之首,她以强力真正占领了所有城邦的制高点,而在蒙神喜爱的凡人中,迷误女神并不践踏他们的头颅,而是由雅典娜扶持并驻守其上,以此保持着她自身诞生的象征。
τὸ μὲν δὴ κράτος τῆς θεοῦ τοσοῦτον ἐν οὐρανῷ καὶ γῇ.
女神在天界与地上的权威便是如此巨大。
ὅσου δὲ ἀξία θεοῖς τε καὶ ἀνθρώποις ἐστί τε καὶ γεγένηται καὶ γενήσεται θεῶν μὲν ἂν παῖδες ἄμεινον εἴποιεν ὅσοι χορευταὶ τῆς Ἀθηνᾶς, πειρατέον δὲ καὶ ἡμῖν
至于她对众神与人类而言具有何等价值,过去如此,现在如此,未来亦将如此,那些作为雅典娜舞者的众神之子们或许能说得更好,但我们也必须尽力一试。