Humanitext Reader

アイリオス・アリステイデス · アテナ §11-12

ギガントマキアでの武勲と人類への恩恵

2 / 4 箇所 · ギリシア語

要旨

アテナがギガントマキアで果たした主導的な功績を称え、続いて彼女が都市の創設、衣服やオリーブオイルの提供、そして歩兵・騎兵・船といった戦争と平和にまたがる様々な技術と恩恵を人類に授けたことを詳細に述べる。

§11ἀμωσγέπως εἰπεῖν, ποιηταῖς τε ἄχρι τοῦ μετρίου προσχρωμένους καὶ τῷ λόγῳ τοσοῦτον ἐφιέντας, ὡς μὴ πολύ τι παρενεγκεῖν ἢ τὸν πάντα ἰσομέτρητον συμβῆναι τῷ ὀνείρατι.
どうにかして語ることを試みなければならない。 詩人たちを適度なところまで利用し、この言論にこれだけの猶予を許して、大きく逸脱することなく、すべてが夢と等しい長さになるように。
λέγεται γὰρ ὡς ἐπειδὴ οἱ Γίγαντες παρετάξαντο ἐν τῇ Φλέγρᾳ, Ἐγκέλαδον μὲν καὶ τοὺς ἡγουμένους αὐτῶν κτείνει ἡ θεὸς, τοῖς δʼ ἄλλοις θεοῖς ὀλίγον τὸ ἔργον γίγνεται, ἐπεὶ καὶ τῶν ἄλλων Γιγάντων ὅσον ἦν κράτιστον κτείνει ἡ θεὸς, ἅτε καὶ φύσει πολεμίους ὄντας ἑαυτῇ διαφερόντως ἀμυνομένη·
というのも、ギガスたちがフレグラで陣を敷いたとき、女神はエンケラドスと彼らの指導者たちを殺し、他の神々にとっては仕事はわずかなものとなったと語られているからである。 なぜなら女神は、他のギガスたちのうちで最も強力な者たちを殺し、本性上自らに対して敵対者である彼らを、格別に防ぎ止めたからである。
ἦσαν γὰρ ἀπʼ ἐναντίου τοῦ γένους αὐτῇ.
というのも彼らは彼女とは反対の系統に属していたからである。
οἱ μὲν γὰρ ἐκ τῶν κοίλων τῆς γῆς ἐπεφύκεσαν καὶ τῶν ἀλογωτάτων, ἡ δὲ ἐκ τοῦ καθαρωτάτου τῶν ἐν τῷ αἰθέρι.
彼らは地の空洞から、また最も理性を欠いたものから生まれていたが、彼女はアイテールの中の最も純粋な部分から生まれていた。
πρὸς οὖν τοὺς ἐκείνων ὄφεις συμφύτους καὶ τἄλλα ὅσα τῆς γῆς ἐφείλκοντο τὸν αὑτῇ σύμφυτον κόσμον καὶ τὸ παρʼ αὑτῆς ἀντεπήγαγε πῦρ, ἕως ἐξέκαυσε καὶ ἐξεῖλε τὸ γένος.
それゆえ、彼らの生まれつき備わった蛇たちや、その他彼らが地から引きずっていたすべてのものに対して、彼女は自らに生まれつき備わった秩序と、自らからの火を対抗して差し向け、ついにその一族を焼き尽くし退治した。
τόδε μὲν τὸ ἔργον αὐτῆς ὑπὲρ θεῶν τε καὶ τῆς θείας φύσεως ἁπάσης ᾁδεται καταπραχθέν.
女神のこの偉業は、神々とすべての神的な本性のために成し遂げられたものとして歌われている。
τὴν δὲ Τιτάνων καὶ τῶν Ὀλυμπίων θεῶν κληθέντων μάχην οὐχ ἥδιον ἐμοὶ γοῦν λέγειν.
しかし、タイタンたちといわゆるオリンポスの神々との戦いについて語ることは、少なくとも私にとって、あまり愉快なことではない。
ἀλλὰ μὴν εἴς γε τὰ τῶν ἀνθρώπων πράγματα ὅσας εὐεργεσίας κατέθετο ἐνθυμηθῆναι ῥᾷον ἢ διελθεῖν λόγῳ.
だがしかし、人間の事柄に対して彼女がどれほど多くの恩恵を施したかについては、心に留める方が、言論で詳しく述べるよりも容易である。
ἡ μὲν οὖν μεγίστη τῶν εὐεργεσιῶν καὶ διὰ πάντων τῶν γιγνομένων διήκουσα καὶ παρατείνουσα πάντας χρόνους καὶ τόπους, ὅτι Ἀθηνᾶς ἡγουμένης οὐδὲν πώποτε ἀνθρώποις ἡμαρτήθη, οὐδʼ αὖ πράξουσί ποτε χρηστὸν οὐδὲν ἄνευ τῆς Ἀθηνᾶς.
さて、恩恵のうちで最も偉大であり、起こるすべてのことを貫き、あらゆる時代と場所に及んでいるものは、アテナが導くとき、人間によって誤りが犯されたことはかつて一度もなく、またアテナなしには将来も何一つ良いことを行うことはないということである。
εἰ δὲ δεῖ καὶ τῶν ἐν μέρει μνησθῆναι καὶ τοὺς μύθους μὴ ἀτιμάσαι, προσθῶμεν ἔλαιον ὑγιείας φάρμακον φανθὲν ὑπʼ αὐτῆς, καὶ ἐσθῆτα, ὁμοῦ μὲν κόσμον τῷ σώματι, ὁμοῦ δὲ τῆς αὐτῆς ὑγιείας φάρμακον.
もし個々のことにも言及し、神話たちを軽んじてはならないとするならば、彼女によって示された健康の薬としてのオリーブオイル、そして身体の装飾であると同時に同じく健康の薬でもある衣服を付け加えよう。
ἀλλὰ μὴν ἀμφοτέρῳ γε τῷ γένει τῶν ἀνθρώπων ἐπίκουρος γεγένηται, γυναιξὶ μὲν ταλασίαν παραδοῦσα, ἀνδράσι δὲ ὅπλων χρῆσιν ἀναθεῖσα·
また、彼女は男女両方の性にとっての助け手となってきた。 女性には羊毛の仕事を授け、男性には武器の使用を委ねた。
ἀμφοτέρων αὖ τῶν καιρῶν ἐπεμελήθη, πολέμου καὶ εἰρήνης, διʼ ὅπλων καὶ νόμων.
さらにまた、戦争と平和という両方の機会に配慮し、武器と法律によってそれを果たした。
διχῆ δʼ αὖ καὶ τούτων ἑκατέρῳ προσηνέχθη.
また、これらのそれぞれに対しても、二重の仕方でアプローチした。
πρῶτον μὲν γὰρ τῆς ὀρείου καὶ καθʼ ἑκάστους διαίτης ἀπαλλαγῆναι καὶ συνελθόντας οἰκεῖν ἐν ταὐτῷ §12μίαν συνοικίαν κοινὴν περιβαλλομένους ἥδʼ ἐστὶν ἡ πείσασα, καὶ εἰσὶν αἱ πόλεις δῶρα Ἀθηνᾶς·
なぜなら、まず第一に、山野での個々の生活から脱却し、集まって同じ場所に暮らし、一つの共通の居住地を囲むように説得したのは彼女だからであり、都市はアテナの贈り物なのである。
ὅθεν δὴ καὶ πολιοῦχος ἅπασι κέκληται.
それゆえにまた、彼女はすべての人から「都市の守護女神」と呼ばれている。
τὰς δὲ ἀκροπόλεις ἐξεῖλον αὐτῇ δικαίως, ἅμα μὲν σύμβολον τῆς γενέσεως, ἅμα δὲ ὥσπερ τοῖς βασιλεῦσι καὶ ἡγεμόσι τεμένη καὶ χώρους ἐξαιροῦσιν, οὕτω τῇ τοῦ παντὸς ἡγησαμένῃ θεῷ τὰ ἐπικαιρότατα ἐξεῖλον.
アクロポリスを人々が彼女のために取り分けたのは当然のことであり、それは彼女の誕生の象徴であると同時に、王たちや指導者たちに聖域や領地を取り分けるように、万物を支配する女神のために最も要衝となる場所を取り分けたのである。
ἓν μὲν δὴ τοῦτο λέγω κοινὸν εὐεργέτημα τῆς θεοῦ, πρὸς τὴν καθʼ ἡμέραν δίαιταν, πολιτείαν καὶ νόμους, ἕτερον δὲ τὰς ἐμπύρους τε καὶ ἀπύρους τέχνας, ἃς τοῖς καθʼ ἑκάστους διεῖλέ τε καὶ διαιρεῖ·
これこそが、日々の生活、国制、法律に関わる、女神の共通の恩恵の一つであると私は言う。 そしてもう一つは、火を用いる技術と火を用いない技術であり、彼女はそれを各人に分配し、また現在も分配している。
μόνη γὰρ ἁπάσης σοφίας ἡγεμών ἐστι.
なぜなら彼女だけがすべての知恵の指導者だからである。
καὶ μὴν τῶν γε πρὸς τὸν πόλεμον συστημάτων τὰ πρωτεύοντα δύʼ ἐξεῦρέ τε καὶ κατεσκευάσατο·
さらにまた、戦争に関する組織のうち、主要な二つを発明し整備した。
ὁπλῖται γὰρ καὶ ἱππεῖς τῶν Ἀθηνᾶς εὑρημάτων εἰσί.
重装歩兵と騎兵はアテナの発明に属するからである。
διττὰ δὲ ἑκατέρου μαρτύρια·
そして、それぞれの証拠は二重に存在する。
τῶν μὲν ὁπλιτικῶν Αἰγύπτιοι μὲν τῶν κατὰ τὴν Ἀσίαν, οἱ δὲ ἐπώνυμοι τῆς θεοῦ τῶν ἐπὶ τῆς Εὐρώπης πρῶτοι προβαλόμενοι τὴν ἀσπίδα·
重装歩兵に関しては、アジアにおいてはエジプト人が、ヨーロッパにおいては女神の名を冠した人々が、最初に盾を構えたのである。
ἔστι γὰρ καὶ κατʼ Αἴγυπτον Ἀθηνᾶς νομὸς ἱερὸς, ᾧ ταῦτα ἀνάκειται.
エジプトにもアテナの神聖な県があり、そこにこれらのことが捧げられている。
παραπλησίως δὲ καὶ περὶ τῆς ἱππικῆς.
乗馬についても同様である。
λέγεται γὰρ Ἐριχθόνιον μὲν τὸν τῆς θεοῦ τρόφιμον πρῶτον ἀνθρώπων ἅρμα ζεῦξαι ἵππων·
女神の養子であるエリクトニオスが、人類で最初に馬の戦車を繋いだと語られている。
Βελλεροφόντῃ δὲ αὖ πρὸς τὸν κέλητα γενέσθαι χαλινὸν παρὰ τῆς Ἀθηνᾶς.
また、ベレロポンに対しては、乗馬用の轡がアテナから与えられた。
Τριπτόλεμος δὲ Ἐριχθονίου νεώτερος· εἴη δʼ ἂν καὶ τούτῳ τὰ μὲν σπέρματα παρὰ τῆς Δήμητρος, τὸ δὲ ἅρμα παρὰ τῆς Ἀθηνᾶς.
トリプトレモスはエリクトニオスより若いが、彼にとっても、種子はデメテルから、戦車はアテナから与えられたものであろう。
ὥστε νομίζειν χρὴ τοιαῦτʼ εἶναι πάντα τὰ δῶρα τῆς Ἀθηνᾶς τοῖς ἀνθρώποις, οἷα πρὸς τοὺς πολέμους ἐστὶν, ὁπλιτῶν φάλαγξ καὶ τάξις ἱππέων.
したがって、人間に与えられたアテナのすべての贈り物は、戦争に対するものである重装歩兵のファランクスや騎兵の隊列と同様のものであると考えるべきである。
ἔοικα δὲ προσθήσειν ὅ με ἀρτίως διέφυγεν, ὅτι καὶ τὰ ναυτικὰ Ἀθηνᾶς ἦν.
そして、先ほど私の念頭から外れていたことを付け加えることになりそうだが、それは海事もアテナに属していたということである。
ἐχέτω δὲ χώραν διττὴν τῷ λόγῳ.
そして、これは言論において二重の地位を占めるようにしよう。
πρός τε γὰρ τοὺς πολέμους, εἴ τις καὶ οὕτω διχῆ διαιροῖτο τῶν κατʼ ἤπειρον καὶ τῶν ἐν θαλάττῃ, δείξει προνοηθεῖσαν τὴν θεόν·
というのも、戦争に関しても、もし陸上と海上の事柄に二分するならば、女神があらかじめ配慮していたことが示されるだろう。
εἰ καὶ διχῆ πάλιν τῶν κατʼ ἤπειρον, ἕν τε τὸ αὐτὸ τὸ τῶν ναυτικῶν εἰς ἄμφω τείνει·
また、陸上の事柄をさらに二分するとしても、海事という一つの同一の事柄は両方に及んでいる。
εἰρηναῖον μὲν τὰς ὁλκάδας
平和においては商船を…

語釈・文法注

  1. 11ἀμωσγέπως εἰπεῖν, ποιηταῖς τε ἄχρι τοῦ μετρίου προσχρωμένους — 前文の πειρατέον δὲ καὶ ἡμῖν(我々も試みなければならない)に繋がる不定詞句。意味上の主語である ἡμῖν は、続く分詞(προσχρωμένους や ἐφιέντας)においては対格(ἡμᾶς)として扱われており、対格複数の形を取っている。
  2. 11τοῖς δʼ ἄλλοις θεοῖς ὀλίγον τὸ ἔργον γίγνεται — τοῖς ἄλλοις θεοῖς は所有の与格、あるいは関与の与格。直訳すると「他の神々にとっては、その仕事はわずかなものとなった」であり、アテナが強力なギガスたちを率先して退治したため、他の神々の負担が軽くなったことを表す。
  3. 11ὅτι Ἀθηνᾶς ἡγουμένης οὐδὲν πώποτε ἀνθρώποις ἡμαρτήθη — ὅτι は同格の名詞節を導き、主句の ἡ μεγίστη τῶν εὐεργεσιῶν(恩恵のうちで最も偉大なこと)の内容を具体的に説明している。また、Ἀθηνᾶς ἡγουμένης は属格独立。ἡμαρτήθη は非人称の受動態、あるいは「過ち」を主語とする。「アテナが導くとき、人間によって誤りが犯されたことはない」という意味。
  4. 12εἴη δʼ ἂν καὶ τούτῳ τὰ μὲν σπέρματα παρὰ τῆς Δήμητρος, τὸ δὲ ἅρμα παρὰ τῆς Ἀθηνᾶς — 潜在・希求の ἄν + 希求法(εἴη)が用いられており、過去の事象に対する推量や可能性(〜であったろう、〜と考えられよう)を表している。τούτῳ は所有の与格(トリプトレモスにとって)。

この箇所を引用する

アイリオス・アリステイデス, アテナ §11-12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg002.humanitext-grc2:11-12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。